Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
- ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
- κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,
- στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
- τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον
- μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·
- ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,
- ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
- ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,
- λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη
- τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
- φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
- ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,
- ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,
- ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν
- πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,
- τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν
- ἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.
- ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ
- ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος