Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. κρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·
  2. τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
  3. οὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.
  4. οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
  5. ξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.
Δηιάνειρα
  1. ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις,
  2. ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
  3. φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγης
  4. αἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶ
  5. φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
Χορός
  1. ἀνολολυξάτω δόμοις ἐφεστίοις
  2. ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ
  3. κοινὸς ἀρσένων ἴτω
  4. κλαγγὰ τὸν εὐφαρέτραν
  5. Ἀπόλλω προστάταν· ὁμοῦ δὲ
  6. παιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι,
  7. βοᾶτε τὰν ὁμόσπορον
  8. Ἄρτεμιν Ὀρτυγίαν
  9. ἐλαφαβόλον ἀμφίπυρον,
  10. γείτονάς τε Νύμφας.