Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἀείρομαι οὐδʼ ἀπώσομαι
  2. τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
  3. ἰδού μʼ ἀναταράσσει,
  4. εὐοῖ μʼ,
  5. ὁ κισσὸς ἄρτι βακχίαν
  6. ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν.
  7. ἴδʼ, ὦ φίλα γύναι,
  8. τάδʼ ἀντίπρῳρα δή σοι
  9. βλέπειν πάρεστʼ ἐναργῆ.
Δηιάνειρα
  1. ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος
  2. φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·
  3. χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
  4. πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
Λίχας
  1. ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,
  2. γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς
  3. πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
Δηιάνειρα
  1. ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι
  2. δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.
Λίχας
  1. ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε
  2. καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.