Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ
- φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
- πάντων ἀρίστου φωτὸς ἐστερημένην.
- εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆ
- στείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.
- δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων
- ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
- καὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
- ἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
- τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
- τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
- ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.
- καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
- ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ
- Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύων
- ἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
- πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
- αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
- οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.
- κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς