Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ
- ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις
- λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
- ξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
- πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,
- ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
- νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι
- χρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις
- μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
- χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
- χώρας ἀπείη κἀνιαύσιον βεβώς,
- τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ
- ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
- τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
- τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
- τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,
- ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
- Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.
- καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
- τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·