Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὔτε πλοῦτος, ἀλλʼ ἄφαρ
  2. βέβακε, τῷ δʼ ἐπέρχεται
  3. χαίρειν τε καὶ στέρεσθαι.
  4. ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω
  5. τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε
  6. τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;
Δηιάνειρα
  1. πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει
  2. πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,
  3. μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.
  4. τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
  5. χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ
  6. οὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
  7. ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
  8. ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ
  9. κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,
  10. ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.
  11. τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
  12. πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
  13. πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·
  14. ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.