Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.
- ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ
- φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ
- μενεῖ σʼ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.
- ὤμοι, τάχʼ, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.
- σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος ἐκκινεῖς κακοῦ.
- δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.
- οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.
- ἀλλʼ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;
- οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.
- πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;
- ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.
- τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν
- θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε
- κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.
- καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν
- ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν
- σπαραγμὸν ἤ τινʼ οἶστρον, ἐς πυράν με θῇς.
- ἄγʼ ἐγκονεῖτʼ, αἴρεσθε· παῦλά τοι κακῶν
- αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.