Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,
- ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.
- ἄγε νυν, πρὶν τήνδʼ ἀνακινῆσαι
- νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος
- λιθοκόλλητον στόμιον παρέχουσʼ,
- ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον
- τελέουσʼ ἀεκούσιον ἔργον.
- αἴρετʼ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ
- τούτων θέμενοι συγγνωμοσύνην,
- μεγάλην δὲ θεῶν ἀγνωμοσύνην
- εἰδότες ἔργων τῶν πρασσομένων,
- οἳ φύσαντες καὶ κλῃζόμενοι
- πατέρες τοιαῦτʼ ἐφορῶσι πάθη.
- τὰ μὲν οὖν μέλλοντʼ οὐδεὶς ἐφορᾷ,
- τὰ δὲ νῦν ἑστῶτʼ οἰκτρὰ μὲν ἡμῖν,
- αἰσχρὰ δʼ ἐκείνοις,
- χαλεπώτατα δʼ οὖν ἀνδρῶν πάντων
- τῷ τήνδʼ ἄτην ὑπέχοντι.
- λείπου μηδὲ σύ, παρθένʼ, ἀπʼ οἴκων,
- μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,