Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.
Ὕλλος
  1. εἰ καὶ μακρὰ κάρτʼ ἐστίν, ἐργασθήσεται.
Ἡρακλῆς
  1. τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;
Ὕλλος
  1. Ἰόλην ἔλεξας, ὥς γʼ ἐπεικάζειν ἐμέ.
Ἡρακλῆς
  1. ἔγνως. τοσοῦτον δή σʼ ἐπισκήπτω, τέκνον·
  2. ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν
  3. βούλει, πατρῴων ὁρκίων μεμνημένος,
  4. προσθοῦ δάμαρτα, μηδʼ ἀπιστήσῃς πατρί·
  5. μηδʼ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ
  6. κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,
  7. ἀλλʼ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.
  8. πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐμοὶ
  9. σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.
Ὕλλος
  1. οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,
  2. τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα τίς ποτʼ ἂν φέροι;
Ἡρακλῆς
  1. ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.
Ὕλλος
  1. τίς γάρ ποθʼ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη
  2. μεταίτιος σοί τʼ αὖθις ὡς ἔχεις ἔχειν,
  3. τίς ταῦτʼ ἄν, ὅστις μὴ ʼξ ἀλαστόρων νοσοῖ,
  4. ἕλοιτο; κρεῖσσον κἀμέ γʼ, ὦ πάτερ, θανεῖν