Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,
  2. καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
  3. πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,
  4. ἀλλʼ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ
  5. τοῦδʼ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σʼ ἐγὼ
  6. καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.
Ὕλλος
  1. οἴμοι, πάτερ, τί δʼ εἶπας; οἷά μʼ εἴργασαι.
Ἡρακλῆς
  1. ὁποῖα δραστέʼ ἐστίν· εἰ δὲ μή, πατρὸς
  2. ἄλλου γενοῦ του μηδʼ ἐμὸς κληθῇς ἔτι.
Ὕλλος
  1. οἴμοι μάλʼ αὖθις, οἷά μʼ ἐκκαλεῖ, πάτερ,
  2. φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.
Ἡρακλῆς
  1. οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ὧν ἔχω παιώνιον
  2. καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.
Ὕλλος
  1. καὶ πῶς ὑπαίθων σῶμʼ ἂν ἰῴμην τὸ σόν;
Ἡρακλῆς
  1. ἀλλʼ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γʼ ἔργασαι.
Ὕλλος
  1. φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.
Ἡρακλῆς
  1. ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;
Ὕλλος
  1. ὅσον γʼ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·
  2. τὰ δʼ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος.
Ἡρακλῆς
  1. ἀλλʼ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι