Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἀλλʼ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον
  2. κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.
Ὕλλος
  1. ἀλλʼ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν
  2. τοιάνδʼ ἐπελθών, πείσομαι δʼ ἅ σοι δοκεῖ.
Ἡρακλῆς
  1. ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·
Ὕλλος
  1. ὡς πρὸς τί πίστιν τήνδʼ ἄγαν ἐπιστρέφεις;
Ἡρακλῆς
  1. οὐ θᾶσσον οἴσεις μηδʼ ἀπιστήσεις ἐμοί;
Ὕλλος
  1. ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.
Ἡρακλῆς
  1. ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα,
Ὕλλος
  1. ἦ μὴν τί δράσειν; καὶ τόδʼ ἐξειρήσεται;
Ἡρακλῆς
  1. ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.
Ὕλλος
  1. ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον.
Ἡρακλῆς
  1. εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.
Ὕλλος
  1. οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δʼ ὅμως·
Ἡρακλῆς
  1. οἶσθʼ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;
Ὕλλος
  1. οἶδʼ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.
Ἡρακλῆς
  1. ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε
  2. σῶμʼ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.
  3. πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς
  4. κείραντα, πολλὸν δʼ ἄρσενʼ ἐκτεμόνθʼ ὁμοῦ