Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵνα
  2. φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
  3. ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,
  4. τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο,
  5. ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
  6. ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
  7. πρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών.
  8. φανῶ δʼ ἐγὼ τούτοισι συμβαίνοντʼ ἴσα
  9. μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,
  10. ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ
  11. Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην
  12. πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
  13. ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
  14. ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ
  15. λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς.
  16. τὸ δʼ ἦν ἄρʼ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.
  17. τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.
  18. ταῦτʼ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
  19. δεῖ σʼ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον
  20. καὶ μὴ ʼπιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,