Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. χρήστʼ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;
Ὕλλος
  1. στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν
  2. ἀπήμπλαχʼ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.
Ἡρακλῆς
  1. καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;
Ὕλλος
  1. Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν
  2. τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.
Ἡρακλῆς
  1. ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·
  2. ὄλωλʼ ὄλωλα, φέγγος οὐκέτʼ ἔστι μοι.
  3. οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν.
  4. ἴθʼ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι·
  5. κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
  6. κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς
  7. μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ
  8. φήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ.
Ὕλλος
  1. ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳ
  2. Τίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν.
  3. παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει,
  4. τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·
  5. ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,
  6. πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.