Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει
- θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς
- χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.
- εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν
- οὐδὲν ξυνίημʼ ὧν σὺ ποικίλλεις πάλαι.
- τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς
- νῦν ἐστιν ὥς θʼ ἥμαρτεν οὐχ ἑκουσία.
- ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ
- τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;
- ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.
- οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.
- ἀλλʼ οὐδὲ μὲν δὴ τοῖς γʼ ἐφʼ ἡμέραν ἐρεῖς.
- λέγʼ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.
- λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.
- πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.
- αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.
- οἴμοι· πρὶν ὡς χρῆν σφʼ ἐξ ἐμῆς θανεῖν χερός;
- κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.
- δεινοῦ λόγου κατῆρξας· εἰπὲ δʼ ᾗ νοεῖς.
- ἅπαν τὸ χρῆμʼ, ἥμαρτε χρηστὰ μωμένη.