Trachiniae

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸς
  2. Ἅιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας,
  3. δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων
  4. δράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις.
  5. ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,
  6. κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν.
  7. νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένος
  8. τυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας,
  9. ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,
  10. ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
  11. ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦ
  12. κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
  13. χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,
  14. ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι
  15. καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.
Χορός
  1. ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ
  2. ἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται.
Ὕλλος
  1. ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,
  2. σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως·
  3. αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν.