Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο
- πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.
- ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
- ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.
- αἰαῖ, ἆ τάλας,
- ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,
- διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν
- ἔοικεν ἡ τάλαινα διάβορος νόσος.
- ὦναξ Ἀίδη, δέξαι μʼ,
- ὦ Διὸς ἀκτίς, παῖσον,
- ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
- πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,
- ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,
- ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες,
- ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτε
- Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα
- λέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,
- βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν,
- διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸν
- θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,