Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
- κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴς
- στρατὸς Γιγάντων οὔτε θήρειος βία,
- οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼ
- γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·
- γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,
- μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
- ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,
- καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.
- δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν
- ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα
- εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν
- λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
- ἴθʼ, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ με
- πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
- βέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτε
- τόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα,
- ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
- νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.
- καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,