Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὦ Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. ἰὼ παῖ,
- τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,
- παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, ᾧ μʼ ἐχόλωσεν
- σὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαν
- αὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας,
- ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼ
- ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.
- κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι,
- ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.
- ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ
- καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·
- κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸς
- προύθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,
- οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρη
- καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων
- ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.
- πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας
- βέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίας
- ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου
- πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας