Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀνατέτροφας ὅ τι καὶ μύσῃ.
- ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. πόθεν ἔστʼ, ὦ
- πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
- πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων
- ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
- οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
- ἒ ἔ,
- οὐδʼ ἀπαράξαι κρᾶτα βίᾳ θέλει
- μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.
- ὦ παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει
- ἢ κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα
- ἐς πλέον ἢ διʼ ἐμοῦ σῴζειν.
- ψαύω μὲν ἔγωγε,
- λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθεν
- ἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.
- ὦ παῖ, ποῦ ποτʼ εἶ; τᾷδέ με τᾷδέ με
- πρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον.
- θρῴσκει δʼ αὖ, θρῴσκει δειλαία
- διολοῦσʼ ἡμᾶς
- ἀποτίβατος ἀγρία νόσος.