Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
- τῷδʼ ἀπὸ κρατὸς βλεφάρων θʼ ὕπνον;
- οὐ γὰρ ἔχω πῶς ἂν
- στέρξαιμι κακὸν τόδε λεύσσων.
- ὦ Κηναία κρηπὶς βωμῶν,
- ἱερῶν οἵαν οἵων ἐπί μοι
- μελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ.
- οἵαν μʼ ἄρʼ ἔθου λώβαν, οἵαν·
- ἣν μή ποτʼ ἐγὼ προσιδεῖν ὁ τάλας
- ὤφελον ὄσσοις, τόδʼ ἀκήλητον
- μανίας ἄνθος καταδερχθῆναι.
- τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης
- ἰατορίας, ὃς τήνδʼ ἄτην
- χωρὶς Ζηνὸς κατακηλήσει;
- θαῦμʼ ἂν πόρρωθεν ἰδοίμην.
- ἒ ἔ,
- ἐᾶτέ μʼ, ἐᾶτέ με δύσμορον ὕστατον,
- ἐᾶθʼ ὕστατον εὐνᾶσθαι.
- πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;
- ἀπολεῖς μʼ, ἀπολεῖς.