Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

μελάνουρος. περὶ τούτου φησὶ Νουμήνιος ἐν Ἁλιευτικῷ·

σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον
Ἱκέσιος δ’ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δ’ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῳικῶν γράφει οὕτως·
ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι.
ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον· ἐν Νουμήνιος καλεῖ ψόρον οὕτως·
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.

μορμύρος. τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ μύρμας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. γράφει δ’ οὕτως

καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μέζονες ἐντί.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύας μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ, ἣν προσεφώνησέ τινι τῶν ἑταίρων δυσώνῃ, φησίν
οὐκ ἄχρηστον δὲ πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότα τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν ἢ τῶν ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον
μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδὲ ποτ’ ἐσθλός.
καὶ
τὴν ἀμίαν ὠνοῦ φθινοπώρου,
νῦν δ’ ἐστὶν ἔαρ. καί·
κεστρέα τὸν θαυμαστὸν ὅταν χειμὼν ἀφίκηται,
νῦν δ’ ἐστὶ θέρος· καὶ πολλὰ τῶν τοιούτων,
ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.

νάρκη. Πλάτων ἢ Κάνθαρος ἐν Συμμαχίᾳ·

νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.
ὁ δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι·
τῇ θαλαττίᾳ νάρκῃ· καὶ γὰρ αὕτη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ.
ἡ δὲ κλῆσις αὐτῆς καὶ παρ᾽ Ὁμήρῳ·
νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
Μένανδρος δ’ ἐν Φανίῳ διὰ τοῦ α ἔφη·
ὑπελήλυθὲν τέ μου νάρκα τις ὅλον τὸ δέρμα,
μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχός φησι τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀφ’ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δ’ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω, ἐστὶ δ’ ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δ’ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ
ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δ’ ὁ Λαοδικεὺς ἐν τῷ περὶ τῶν Νικάνδρου Θηριακῶν μὴ πᾶν τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς, διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι, ὁ δ’ Ἀρχέστρατός φησι·
καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ,
Ἄλεξις ἐν Γαλατείᾳ·
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην ὀπτᾶν ὅλην.
ἐν δὲ Δημητρίῳ·
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν

ξιφίας , τοῦτον Ἀριστοτέλης φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρόν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει· τοῦτο δὲ καλεῖσθαι ξίφος· ὀδόντας δ’ οὐκ ἔχειν τὸν ἰχθύν. Ἀρχέστρατος δέ φησιν

ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν οὐραίου γ’ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι.
τίς οὕτως τακτικὸς ἀκριβὴς ἢ τίς οὕτως κριτὴς ὄψων ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτως διὰ λιχνείαν καὶ τὸν
πορθμὸν διέπλευσε καὶ τῶν μερῶν ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος.

ὀρφῶς. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν ἐκ μικροῦ γίνεται μέγας ταχέως, ἐστὶ δὲ καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ καὶ μονήρης, ἴδιον δ’ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἐστὶ δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πελάγιος. ζῇ δ’ οὐ πλέον δύο ἐτῶν. μνημονεύων δ’ αὐτοῦ Νουμήνιός φησι·
τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γάρ ἐπ’ ἄκρης ---
καὶ πάλιν
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν κόσσυφον.
Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὸν ὑπ’ ἐνίων καλεῖσθαι ὀρφακίνην. Ἄρχιππος δ’ ἐν Ἰχθύσιν
ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφώς του θεῶν.
Κρατῖνος δ’ Ὀδυσσεῦσι·
τέμαχος ὀρφὼ χλιαρόν.
Πλάτων Κλεοφῶντι·
σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἀριστοφάνης Σφηξὶν
ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ ᾽θέλῃ.
τὴν μέντοι ἑνικὴν εὐθεῖαν ὀξυτόνως προφέρονται Ἀττικοί. Ἄρχιππος Ἰχθύσιν, ὡς πρόκειται, τὴν δὲ γενικὴν Κρατῖνος Ὀδυσσεῦσι·
τέμαχος ὀρφὼ χλιαρόν.

Ὄρκυνος. Δωρίων ἐν τῷ περὶ ἰχθύων τοὺς ὀρκύνους ἐκ τῆς περὶ ʽ Ἡρακλέους στήλας θαλάσσης περαιουμένους εἰς τὴν καθ’ ἡμᾶς ἔρχεσθαι θάλασσαν διὸ καὶ πλείστους ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει· κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις ἁλισκομένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω ʽ Ἡρακλείων στηλῶν ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθ’ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ λεγόμενοι μελανδρύαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μερῶν, τὰ δὲ κλειδία εὐστομώτερα εἶναι τούτων.

ὄνος· καὶ ὀνίσκος. ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν, ἔχει στόμα ἀνερρωγὸς ὁμοίως

τοῖς γαλεοῖς· καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους
. διαφέρει δ’ ὄνος ὀνίσκου, ὥς φησι Δωρίων ἐν τῷ περὶ ἰχθύων γράφων οὕτως·
ὄνος, ὃν καλοῦσί τινες γάδον· γαλλερίας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μάξεινον.
Εὐθύδημος δ’ ἐν τῷ περὶ ταρίχων
οἱ μὲν βάκχον, φησί, καλοῦσιν, οἱ δὲ γελαρίην, οἱ δὲ ὀνίσκον.
Ἀρχέστρατος δέ φησι·
τὸν δ’ ὄνον Ἀνθηδών, ὁ τὸν καλλαρίαν καλέουσιν, ἐκτρέφει εὐμεγέθη, σομφὴν δ’ ἄρ’ ἔχει τινὰ σάρκα κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δὲ λίην νιν αἰνοῦσιν· χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δ’ ἐκείνοις.

πουλύπους. πουλύποδος. οὕτως φασὶν οἱ Ἀττικοί ὡς καὶ Ὅμηρος·

ὡς δ’ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
ἀνάλογον παρὰ τὸ ποὺς γάρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πουλύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλον εἰρηκέναι ἐν Ἀθάμαντι ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς
νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικὸν· Ἀττικοὶ γὰρ πουλύπουν λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ·
καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας.
καὶ πάλιν
τὸν πουλύπουν μοι ἔθηκε.
καὶ πάλιν
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
Ἀλκαῖος Ἀδελφαῖς μοιχευομέναις·
ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν.
Ἀμειψίας Κατεσθίοντι·
δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων.
Πλάτων Παιδίῳ,
ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ.
Ἀλκαῖος·
ἔδω δ’ ἐμαυτὸν ὡς πουλύπους.
οἱ δὲ πουλύποδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Εὔπολις Δήμοις·
ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.

Διοκλῆς δ’ ἐν α# Ὑγιεινῶν

τὰ δὲ μαλάκια, φησί, πρὸς ἡδονὴν καὶ πρὸς τὰ ἀφροδίσια· μάλιστα δὲ οἱ πουλύποδες.
ἱστορεῖ δ’ Ἀριστοτέλης τὸν
πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δ’ ἐν μέσῳ μεγίστους ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι· τοὺς δ’ ὀφθαλμοὺς ἐπάνω τῶν ἄνω δύο ποδῶν τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς ποσί. ἀναπτυχθεὶς δὲ ἐγκέφαλον ἔχει διμερῆ, ἔχει δὲ καὶ τὸν λεγόμενον θόλον, οὐ μέλανα καθάπερ σηπία ἀλλ’ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι. ὁ δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις. σπλάγχνον δ’ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρκιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων ὅθεν διαγινώσκουσιν οἱ θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι, καὶ τίκτει ᾠὰ βοτρυδόν.