Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

λέγουσι δὲ καὶ ὡς ἂν ἀπορήσῃ τροφῆς αὑτὸν κατεσθίει. ὧν εἷς ἐστι καὶ ὁ κωμῳδιοποιὸς Φερεκράτης. οὗτος γὰρ ἐν τοῖς ἐπιγραφομένοις Ἀγρίοις φησίν

ἐνθρύσκοισι καὶ βρακάνοις καὶ στραβήλοις ζῆν ὁπόταν δ᾽ ἤδη πεινῶσιν σφόδρα --- ὡσπερεὶ τοὺς πουλύποδας ---νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους;
καὶ Δίφιλος ἐν Ἐμπόρῳ·
πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας. β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.
τοῦτο δ’ ἐστὶ ψεῦδος. ὑπὸ γὰρ τῶν γόγγρων
διωκόμενος τοὺς πόδας ἀδικεῖται., λέγεται δ’ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ ὁ Μεγαρεὺς Θέογνίς φησιν ἐν ταῖς ἐλεγείαις·
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη.
ὁμοίως ἱστορεῖ καὶ Κλέαρχος ἐν δευτέρῳ περὶ παροιμιῶν παρατιθέμενος τάδε τὰ ἔπη, οὐ δηλῶν ὅτου ἐστί·
πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ᾽ ἥρως, τοῖσιν ἐφαρμόζου τῶν κεν κατὰ δῆμον ἵκηαι.

περὶ δὲ Τροιζῆνα τὸ παλαιόν,
φησὶν ὁ αὐτὸς Κλέαρχος,
οὔτε τὸν ἱερὸν καλούμενον πουλύπουν οὔτε τὸν κωπηλάτην πουλύπουν νόμιμον ἦν θηρεύειν, ἀλλ’ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. ὁ δὲ πουλύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος· πρὸς γὰρ τὴν χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ, συντήκονται δ’ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα δὲ πρὸς τὰ τραχέα τῶν χωρίων φεύγουσι γὰρ τὰ λεῖα. καὶ χαίρουσι δὲ τῶν φυτῶν ταῖς ἐλαίαις καὶ πολλάκις εὑρίσκονται ταῖς πλεκτάναις περιειληφότες τὸ στέλεχος.
ἐφωράθησαν δὲ καὶ συκέαις προσπεφυκυίαις τῇ θαλάσσῃ προσπλεκόμενοι καὶ
τῶν σύκων ἐσθίοντες, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ τῶν τῷ ὑγρῷ.ʼ
ἐστὶ δὲ δεῖγμα τοῦ ἥδεσθαι αὐτοὺς τῇ ἐλαίᾳ καὶ τοῦτο· ἐάν τις κλάδον τοῦ φυτοῦ τούτου καθῇ εἰς τὴν θάλασσαν καθ’ ἥν εἰσι πουλύποδες καὶ μικρὸν ἐπίσχῃ, ἀπονητὶ ἀνέλκει τῷ κλάδῳ περιπλεκομένους ὅσους ἐθέλει. ἔχουσι δὲ τὰ μὲν ἄλλα μέρη ἰσχυρότατα, τὸν δὲ τράχηλον ἀσθενῆ.

λέγεται δ’ αὐτῶν τὸν ἄρρενα ἕλκειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν ἐν ᾗ αἱ δύο μεγάλαι κοτυληδόνες εἰσίν. εἶναι δὲ τοῦτο νευρῶδες μέχρι εἰς μέσην τὴν πλεκτάνην ἅπαν προσπεφυκός. ἐν δὲ πέμπτῳ μορίων φησὶν Ἀριστοτέλης·

πουλύπους ὀχεύει τοῦ χειμῶνος καὶ τίκτει τῷ ἔαρι. φωλεύει δὲ περὶ δύο μῆνας, ἐστὶ δὲ πολύγονον τὸ ζῷον. διαφέρει δὲ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ, ἐπῳάζει δὲ ὅταν τέκῃ· διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον, ἀποτίκτει δ’ ὁ μὲν πουλύπους ἢ εἰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο τοιοῦτο κοῖλον, καὶ μεθ’ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πουλυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά, ὁ δὲ θῆλυς πουλύπους ὁτὲ μὲν ἐπὶ τοῖς ᾠοῖς, ὁτὲ δ’ ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.
Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰς χρόας τὸν πολύποδά φησι τοῖς πετρώδεσι μάλιστα μόνοις συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυλακῆς χάριν, ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διατριβόντων ζῴων οὐ δέχεσθαί φησι τοὺς πολύποδας τὴν θάλατταν. ἐν
δὲ τῷ περὶ τῶν κατὰ τόπους διαφορῶν ὁ Θεόφραστος πολύποδας οὐ γίνεσθαί φησιν περὶ Ἑλλήσποντον. ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά, ταῦτα δ’ ἀμφότερα πολέμια πολύποδι

δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφ’ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλατταν ἕλκῃ· ἐπαναστραφεὶς δ’ ἐπιπλεῖ ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσιν διαπεφυκότα, ὡς καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες· ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων, ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ.
ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων
πολύπους, φησί, τις ὁ μὲν τρεψίχρως, ὁ δὲ ναυτίλος.

εἰς τὸν ναυτίλον τοῦτον φέρεταί τι Καλλιμάχου τοῦ Κυρηναίου ἐπίγραμμα οὕτως ἔχον

κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας. ἀλλὰ σὺ νῦν με, Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλον ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων, εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων ποσσί νιν, ὥστ’ ἔργῳ τοὔνομα συμφέρεται, ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδέ μοι ἐν θαλάμῃσιν ἔθ᾽, ὡς πάρος εἰμὶ γὰρ ἄπνους, τίκτηται νοτερῆς ὤεον ἁλκυόνης. Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν οἶδε γὰρ ἐσθλὰ ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος.
ἔγραψε δὲ καὶ Ποσείδιππος εἰς τὴν ἐν τῷ Ζεφυρίῳ τιμωμένην ταύτην Ἀφροδίτην τόδε τὸ ἐπίγραμμα·
τοῦτο καὶ ἐν πόντῳ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου Κύπριδος ἱλάσκεσθ’ ἱερὸν Ἀρσινόης, ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρίτιδος ἀκτῆς πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης. ἡ δὲ καὶ εὐπλοΐην δώσει καὶ χείματι μέσσῳ τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος,
τοῦ πολύποδος μνημονεύει καὶ ὁ τραγικὸς Ἴων ἐν Φοίνικι λέγων
καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.

εἴδη δ’ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα· Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ·

πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες. Ἀρχέστρατος
δέ φησι·
πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι·
καὶ Κέρκυρα τρέφει μεγάλους πολλοὺς τε τὸ πλῆθος.
Δωριεῖς δ’ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δ’ ἔφη·
πώλυπον διζήμενος.
Ἀττικοὶ δὲ πουλύπουν ἐστὶ δὲ τῶν σελαχωδῶν τὰ χονδρώδη δ’ οὕτω λέγεται·
πουλύποδες, γαλεοί τε κύνες.
μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ῥινῶν φῦλα.

πάγουροι. τούτων μέμνηται Τιμοκλῆς ἢ
Ξέναρχος ἐν Πορφύρᾳ οὕτως· ι
εἶθ’ ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐπὶ μὲν παγούροις τοῖς ὁ θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ συναρπάσομαι; καλὸν γ’ ἂν εἴη.

πηλαμὺς , Φρύνιχος ἐν Μούσαις μνημονεύει.Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων

αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ.
μνημονεύει αὐτῶν καὶ Σοφοκλῆς ἐν Ποιμέσιν
ἔνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάραυλος Ἑλλησποντίς.ὡραία ὡραία θέρους τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.

πέρκαι. τούτων μέμνηται Διοκλῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα. Ἐπίχαρμος δέ φησι·

κομαρίδας τε καὶ κύνας, κέστρας τε πέρκας τ’ αἰόλας.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ·
ἄλλοτε δ’ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρά πέτρην φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον. πέρκη. καὶ ταύτης Ἐπίχαρμος ἐν Ἥβας γάμῳ
μέμνηται καὶ Σπεύσιππος ἐν β’ τῶν Ὁμοίων καὶ Νουμήνιος, ὧν τὰ μαρτύρια πρόκειται. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἀκανθοστεφῆ φησιν εἶναι καὶ ποικιλόχροα φυκίδα. τῶν δὲ γραμμοποικίλων πλαγίαις τε ταῖς ῥάβδοις κεχρημένων πέρκη. καὶ παροιμία δὲ ἐστιν
ἕπεται πέρκη μελανούρῳ