Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

κόκκυγες. Ἐπίχαρμος·

κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες πάντας, ὀπτᾶντες δὲ χἀδύναντες αὐτοὺς χναύομες.
καὶ Δωρίων δέ φησι δεῖν αὐτοὺς ὀπτᾶν παρασχίσαντας κατὰ ῥάχιν καὶ παρηδύνειν χλόῃ, τυρῷ, σιλφίῳ, ἁλί, ἐλαίῳ· στρέφοντα δὲ ἀλείφειν καὶ ὑποπάσσειν ἁλὶ ὀλίγῳ, ἀφελόντα δὲ ὄξει ῥᾶναι. ἐρυθρὸν δ’ αὐτὸν καλεῖ ἀπὸ τοῦ συμβεβηκότος Νουμήνιος οὕτως ·
ἄλλοτ’ ἐρυθρὸν κόκκυγ’ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον,

κύων καρχαρίας , περὶ τούτων φησὶν Ἀρχέστρατος ὁ τῶν ὀψοφάγων Ἡσίοδος ἢ Θέογνις· ἦν δὲ καὶ ὁ Θέογνις περὶ ἡδυπάθειαν, ὡς αὐτὸς περὶ αὑτοῦ φησιν διὰ τούτων

τῆμος δ’ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων, δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι, παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι. χέρνιβα δ’ αἶψα θύραζε φέροι, στεφανώματα δ’ εἴσω εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη.
οὐδὲ τὸ παιδεραστεῖν ἀπαναίνεται ὁ σοφὸς οὗτος· λέγει γοῦν
εἰ θείης, Ἀκάδημε, ἐφίμερον ὕμνον ἀείδειν, ἆθλον δ’ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
σοί τ’ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν γνοίης χ’ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
ὁ δ’ οὖν Ἀρχέστρατος ἐν ταῖς καλαῖς ταύταις ὑποθήκαις παραινεῖ·
ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν. εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα· ἄλλο δ’ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς, εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ’ ὀπτὰ γένηται, ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα ἐτ’ αὐτοῦ. ὅσσα δ’ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς μήθ’ ὕδατος πηγὴν ἱερὴν μήτ’ οἴνινον ὅξος συμμίξῃς ἀλλ’ αὐτὸ μόνον κατάχευον ἔλαιον αὐχμηρόν τε κύμινον ὁμοῦ, δ’ εὐώδεα φύλλα. ἕψε δ’ ἐπ’ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν~ καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε. ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ᾽ ἀπόπληκτοι ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ.
τούτου τοῦ ἰχθύος μέρος ἐστὶ καὶ ὁ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος.

λάβρακες. οὗτοι, ὡς Ἀριστοτέλης ἱστορεῖ,

μονήρεις εἰσὶ καὶ σαρκοφάγοι, γλῶσσαν δ’ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον ἐν δὲ πέμπτῳ ζῴων μορίων τίκτειν αὐτοὺς καθάπερ τοὺς κεστρεῖς καὶ χρυσόφρυας μάλιστ’ οὗ ἂν ποταμοὶ ῥέωσι. τίκτουσι δὲ χειμῶνος καὶ τίκτουσι δίς, Ἱκέσιος δέ φησιν ὅτι οἱ λάβρακες εὔχυλοί εἰσι καὶ οὐ πολύτροφοι, πρὸς δὲ τὴν ἔκκρισιν ἥσσονες, εὐστομίᾳ δὲ πρῶτοι κρίνονται, ὠνομάσθη δ’ ὁ ἰχθὺς παρὰ τὴν λαβρότητα. λέγεται δὲ ὅτι καὶ συνέσει τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασῴζειν ἑαυτόν, διὸ καὶ ὁ κωμῳδιοποιὸς Ἀριστοφάνης φησί·
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. Ἀλκαῖος
δ’ ὁ μελοποιὸς μετέωρόν φησιν αὐτὸν νήχεσθαι. ὁ δὲ σοφὸς Ἀρχέστρατος·
λάμβανε δ’ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι, κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα. εἰσὶ γὰρἐνθάδ’ ἄριστοι· ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος. πιότεροι δ’ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ Ἀμβρακίᾳ τ’ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ’ ἐνὶ λίμνῃ· ἀλλ’ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν οὐδ’ οὕτω δριμεῖαν. ἐκεῖνοι δ’ εἰσίν, ἑταῖρε, τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ’ αὐτοὺς ἀλεπίστους ὀπτήσας μαλακῶς γλίσχρης προσένεγκε δίχ’ ἅλμης. μηδὲ προσέλθῃ σοί περὶ τοὔψον τοῦτο πονοῦντι μήτε Συρακόσιος μηδεὶς μήτ’ Ἰταλιώτης.
οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευαζέμεν ἰχθῦς, ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ. τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.

καὶ Ἀριστοφάνης δ’ ἐν Ἱππεῦσι μνημονεύει ὡς διαφόρων γινομένων τῶν περὶ τὴν Μίλητον λαβράκων, ὅταν οὕτως λέγῃ

ἀλλ’ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
ἐν δὲ Λημνίαις,
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων, καὶ Εὔβουλος δ’ ἐν Τιτθαῖς φησι·
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· ὅ τι ἂν ᾖ ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια πλεκτάνια μικρά πουλύποδος, νῆστίν τινα, μήτραν, χόρια, πῦον, λάβρακος κρανίον εὐμέγεθες.
ὁ δὲ Γαίσων οὗ Ἀρχέστρατος μνημονεύει ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ σ’ τῶν Ἑλληνικῶν. Ἔφορος δ’ ἐν τῇ πέμπτῃ ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην. Ἄρχιππος ἐν Ἰχθύσι μνημονεύων τῶν λαβράκων φησὶν
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων.

λατός , τοῦτον κατὰ τὴν Ἰταλίαν κράτιστον εἶναί φησιν Ἀρχέστρατος λέγων οὕτως·

τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα.
οἱ δ’ ἐν τῷ Νείλῳ ποταμῷ γινόμενοι λάτοι τὸ μέγεθος εὑρίσκονται καὶ ὑπὲρ διακοσίας λίτρας ἔχοντες, ὁ δὲ ἰχθὺς οὗτος λευκότατος ὢν καὶ ἥδιστός ἐστι πάντα τρόπον σκευαζόμενος, παραπλήσιος ὢν τῷ κατὰ τὸν Ἴστρον γινομένῳ γλάνιδι. φέρει δ’ ὁ Νεῖλος καὶ ἄλλα γένη πολλὰ ἰχθύων καὶ πάντα ἥδιστα, μάλιστα δὲ τὰ τῶν κορακίνων. πολλὰ γὰρ καὶ τούτων γένη. φέρει δὲ καὶ τοὺς μαιώτας καλουμένους, ὧν μνημονεύει Ἄρχιππος ἐν Ἰχθύσι διὰ τούτων·
τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας.
εἰσὶ δὲ πολλοὶ περὶ τὸν Πόντον, φέροντες τὴν ὀνομασίαν ἀπὸ τῆς λίμνης τῆς Μαιώτιδος. Νειλῷοι δ’ εἰσὶν ἰχθύες, εἲ γ’ ἔτι μνημονεύειν δύναμαι πολυέτη τὴν ἀποδημίαν ἔχων, νάρκη μὲν ἡ ἡδίστη, χοῖρος, σῖμος, φάγρος, ὀξύρυγχος, ἀλλάβης, σίλουρος, συνοδοντίς, ἐλέωτρις, ἔγχελυς, θρίσσα, ἄβραμις, τύφλη, λεπιδωτός, φῦσα, κεστρεύς. εἰσὶ δὲ καὶ ἄλλοι οὐκ ὀλίγοι.

λειόβατος. οὗτος καλεῖται καὶ ῥίνη. ἐστὶ δὲ λευκόσαρκος, ὡς Ἐπαίνετος ἐν ᾽ Ὀψαρτυτικῷ.

Πλάτων Σοφισταῖς·
κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.

μύραιναι. Θεόφραστος ἐν τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διαιτωμένων ἔγχελύν φησιν καὶ μύραιναν πολὺν χρόνον δύνασθαι ἔξω τοῦ ὑγροῦ ζῆν διὰ τὸ μικρὰ ἔχειν βράγχια καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν. τροφίμους δ’ αὐτὰς εἶναί φησιν ὁ Ἱκέσιος οὐχ ἧττον τῶν ἐγχέλεων, ἀλλὰ καὶ τῶν γόγγρων. Ἀριστοτέλης δὲ ἐν δευτέρῳ ζῴων μορίων ἐκ μικροῦ φησιν αὐτὴν ταχεῖαν τὴν αὔξησιν λαμβάνειν καὶ εἶναι καρχαρόδουν τίκτειν τε πᾶσαν ὥραν μικρὰ ᾠά. Ἐπίχαρμος δ’ ἐν Μούσαις χωρὶς τοῦ ς μυραίνας αὐτὰς καλεῖ οὑτωσὶ λέγων

οὔτε οἱ γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς.
ὁμοίως δὲ καὶ Σώφρων. Πλάτων δ’ ἢ Κάνθαρος ἐν τῇ Συμμαχίᾳ σὺν τῷ ς·
βατίς τε καὶ σμύραινα πρόσεστιν.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὴν ποταμίαν φησὶ μύραιναν ἔχειν μίαν ἄκανθαν μόνην, ὁμοίαν τῷ ὀνίσκῳ τῷ καλουμένῳ γαλλαρίᾳ. Ἀνδρέας δ’ ἐν τῷ περὶ δακέτων τῶν μυραινῶν φησιν δακούσας ἀναιρεῖν τὰς ἐξ ἔχεως, εἶναι δ’ αὐτὰς ἧττον καὶ περιφερεῖς καὶ ποικίλας. Νίκανδρος δ’ ἐν Θηριακοῖς,
μυραίνης δ’ ἔκπαγλον, ἐπεὶ μογεροὺς ἁλιῆας πολλάκις ἐμβρύξασα κατεπρήνιξεν ἐπάκτρων εἰς ἅλα φυζηθέντας, ἐχετλίου ἐξαναδῦσα·
εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον, ἠπείροισιν.
Ἀνδρέας δ’ ἐν τῷ περὶ τῶν ψευδῶς πεπιστευμένων ψεῦδός φησιν εἶναι τὸ μύραιναν ἔχει μίγνυσθαι προερχομένην ἐπὶ τὸ τεναγῶδες· οὐδὲ γὰρ ἐπὶ τενάγους ἔχεις νέμεσθαι, φιληδοῦντας ἀμμώδεσιν ἐρημίαις. Σώστρατος δὲ ἐν τοῖς περὶ ζῴων ἐστὶ δὲ δύο ταῦτα βιβλία συγκατατίθεται τῇ μίξει.

μῦρος. ὁ δὲ μῦρος, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων, διαφέρει τῆς σμυραίνης. ἡ μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον ἔχει ἴυγγι ὀδόντας τε ἔσωθεν καὶ ἔξωθεν. Δωρίων δὲ τὸν μῦρόν φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν, ἀλλ’ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ, εἶναι δὲ αὐτῶν γένη δύο· εἰσὶ γὰρ οἱ μὲν μέλανες, οἱ δ’ ὑποπυρρίζοντες, κρείσσονες δ’ εἰσὶν οἱ μελανίζοντες. Ἀρχέστρατος δὲ ὁ ἡδονικὸς φιλόσοφός φησιν

Ἰταλίας τε μεταξὺ κατὰ στενοκύμονα πορθμὸν ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ, ὠνοῦ τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.

Μαινίδες. ταύτας φησὶν Ἱκέσιος εὐχυλοτέρας εἶναι τῶν κωβιῶν, λείπεσθαι δὲ εὐστομίᾳ καὶ τῷ πρὸς τὴν ἔκκρισιν τῆς κοιλίας συνεργεῖν. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι

τῇ μαινίδι βόακας καὶ σμαρίδας, ὧν μνημονεύειν καὶ ᾽ Ἐπίχαρμον ἐν Γᾷ καὶ Θαλάσσᾳ οὕτως·
ὅκχ’ ὁρῇ βῶκάς τε πολλοὺς καὶ σμαρίδας.
Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ φησι·
σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί.
Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι Ἑκάτης βρώματα καλεῖ τὰς μαινίδας διὰ τὴν βραχύτητα, λέγων οὕτως·
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. β. τί φής, ὦ φίλτατε, ἀνθρωποφάγους; πῶς; γ. οὓς ἂν ἄνθρωπος φάγοι δηλονότι· ταῦτα δ’ ἐστὶν Ἑκάτης βρώματα, ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.
καλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσι. Πολίοχος Κορινθιαστῇ·
ὅπως σε πείσῃ μηδὲ ]δὲ εἷς, πρὸς τῶν θεῶν, τοὺς βόακας, ἄν ποτ’ ἔλθῃ, λευκομαινίδας καλεῖν.