Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Κλείταρχος δ’ ἐν ἑβδόμῃ Γλωσσῶν

οἱ ναυτικοί, φησίν, πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα· διὸ καὶ πομπίλον καλεῖσθαι, χρύσοφρυν ὄντα.
καὶ Ἐρατοσθένης δ’ ἐν Ἑρμῇ φησιν
ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην ἢ δρομίην χρύσειον ἐπ’ ὀφρύσιν ἱερὸν ἰχθύν.
ἐκ ταύτης ἡμῶν τῆς ὀψολογίας ὁ καλὸς Οὐλπιανὸς ζητείτω κατὰ τί Ἀρχέστρατος ἐν ταῖς καλαῖς ὑποθήκαις περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων εἰπών
Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ᾽, ἀλλὰ προσέστω μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν
τίς οὗτός ἐστιν ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν;

ἀφύαι. καὶ ἑνικῶς δ’ ἀφύην λέγουσιν. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι,

ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς.
τῆς δ’ ἀφύης ἐστὶ γένη πλείω· καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλ’ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ ὅταν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ’ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη· γίνεται δ’ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι αἵτινες ἐγκρασίχολοι καλοῦνται, γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου, καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης· ἰχθυδίου δ’ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ’ ἐν ἥβας γάμῳ ἐν μεμβράσι καὶ καμμάροις τὰς ἀφύας καταριθμεῖται διαστέλλων τὸν λεγόμενον γόνον. Ἱκέσιος δέ φησι·
τῆς ἀφύης ἡ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ὁ ἡ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα· διαφέρει δ’ ἡ καθαρὰ καὶ λεπτή.
Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλός φησι·
τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις· τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες· καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου ἀγκῶσιν ληφθένθ’ ἱεροῖς. κἀν τῇ περικλύστῳ ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ. ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα, εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.

Κλέαρχος δ’ ὁ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί·

διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν ἅμα δ’ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς, διὸ λέγεται
ἴδε πῦρ ἀφύη.
Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι’ αὑτὰ αἱρετῶν
τὴν ἀφύην, φησί, ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ’ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν, ἀχρειοτέρους ὄντας ὅτι τῶν παρ’ ἡμῖν πολὺ ἐλάττους εἰσὶν ἐκεῖνοι δὲ τἀναντία
μεταπέμπονται τοὺς ἐνθάδε.
ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις·
νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς.
Καλλίας Κύκλωψιν
πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι·
ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστιν ἁπλῶς.
ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς·
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάτάδ’ ἀφύδια.

Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ ἐπαινῶν τὰς Ῥοδιακὰς ἀφύας καὶ ἀντιτιθεὶς πολλὰ τῶν Ἀθήνησι γινομένων πρὸς τὰ ἐν τῇ Ῥόδῳ φησί·

ταῖς μὲν Φαληρικαῖς ἀφύαις τὰς Αἰνάτιδας καλουμένας ἀφύας, τῷ δὲ γλαυκίσκῳ τὸν ἔλοπα καὶ τὸν ὄρφον ἀντιπαρατιθεῖσα, πρὸς δὲ τὰς Ἐλευσινιακὰς ψήττας καὶ σκόμβρους καὶ εἴ τις ἄλλος παρ’ αὐτοῖς ἰχθὺς ἐπάνω τῇ δόξῃ τοῦ Κέκροπος γέγονεν ἀντιγεννήσασα τὸν ἀλώπεκα, καλούμενον. ὃν ὁ τὴν Ἡδυπάθειαν γράψας παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι.
Ἀρχέστρατον λέγει τὸν τένθην ὁ Λυγκεύς, ὃς ἐν τῷ πολυθρυλήτῳ ποιήματι περὶ τοῦ γαλεοῦ λέγει οὕτως·
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν,
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.

ἄχαρνος. ΚαλλίαςΚύκλωψιν

κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί, ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.

βατὶς. Βάτραχος. βάτος. τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις δ’ ἐν Κόλαξί φησι·

παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία, ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ καὶ ζύγαιναι, πρήστιες, κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
ἐν δὲ Μεγαρίδι·
τὰς πλευρὰς οἷόν περ βατίς, τὰν δ’ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόν περ βάτος, τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς, τὰν δὲ λαπάραν σκορπίος παίσαι θαλάττιος τεοῦ.
Σαννυρίων δ’ ἐν Γέλωτι·
ὦ βατίδες, ὦ γλαύκων κάρα.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων σελάχη φησὶν εἶναι βάτον, τρυγόνα, βοῦν, λάμιαν, αἰετόν,
νάρκην, βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ., σώφρων δ’ ἐν μίμοις ἀνδρείοις βότιν καλεῖ τινα ἰχθὺν ἐν τούτοις·
κέστραι βότιν κάπτουσαι.
καὶ μήποτε βοτάνην τινὰ λέγει, περὶ δὲ τοῦ βατράχου συμβουλεύει ὁ σοφώτατος Ἀρχέστρατος ἐν ταῖς γνώμαις τάδε·
βάτραχον ἔνθ’ ἂν ἴδῃς, ὀψώνει --- καὶ γαστρίον αὐτοῦ σκεύασον..
περὶ δὲ τῆς βατίδος·
καὶβατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ, κἀπ’ αὐτῇ τυρὸν καὶ σίλφιον ἅττα τε σάρκα μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ.
Ἔφιππος δ’ ὁ κωμῳδιοποιὸς ἐν Φιλύρᾳ δράματι· ἑταίρας δ’ ὄνομα ἡ Φιλύρα·
πότερον ἐγὼ τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής; ἢ Σικελικῶς ὀπτὴν ποιήσω; β. Σικελικῶς.

Βῶκες. Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ ἢ περὶ ἰχθύων

νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας.
Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ·
ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν τούτοις.
ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις·
ἀλλ’ ἔχουσα γαστέρα μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δ’ ἐν Μυρμηκανθρώποις εἰπών
ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθὺν γέ φασι τὸ παράπαν,
ἐπιφέρει·
νὴ τὼ θεώ, οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
Ἀριστοφάνης δ’ ὁ Βυζάντιος κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει· εἴη ἂν οὖν ὁ βόωψ βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνόν φαμεν καὶ οὐ κορακῖνόν; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δ’ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.

βεμβράδες. ΦρύνιχοςΤραγῳδοῖς·

ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.
Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ·
βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες τ’ ἄλκιμοι.
καὶ Σώφρων ἐν ἀνδρείοις·
βαμβραδόνι τραφερᾷ.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ·
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ ζωῇ ἔπ’ ἀγρώσσοις, τάδε δὴ σκέψαιο δέλετρα.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων φησί·
βεμβράδα ἀποκεφαλίσας, ἐὰν ᾖ ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι.
γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη· ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι·
ὃ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁ καρκινοβήτης.
Ἀττικοὶ δ’ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι·
βεμβράδας φέρων ὀβολοῦ.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι·
οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς οὔτ’ αὖ βεμβρὰς κακοδαίμων.
Ἀριστοφάνης Γήρᾳ·
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
Πλάτων Πρέσβεσιν
Ἡράκλεις, τῶν βεμβράδων.
ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦ μ γραφόμενον. Ἀντιφάνης δ’ ἐν Κνοιθιδεῖ·
ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν. εἰ τοῦτο τοιοῦτ’ ἐστίν, οὐδὲν κωλύει τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.
καὶ Ἄλεξις δ’ ἐν Χορηγίδι διὰ τοῦ μ εἴρηκεν
ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
ἐν δὲ Πρωτοχόρῳ,
ἐπιπονώτερον ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγὼ ἀφ’ οὗ παρασιτῶ, ὁ μεμβράδας μοι κρεῖττον ἦν ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν. ὀνησιφόρον ἦν τοῦτο.

βλέννος. τούτου μέμνηται Σώφρων ἐν τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν,

βλέννῳ θηλαμόνι.
ἐστὶ δὲ κωβιῷ τὴν ἰδέαν παραπλήσιος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ βαιόνας τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις·
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
καὶ παρ᾽ Ἀττικοῖς δὲ παροιμία ἐστὶ
μή μοι βαιών κακὸς ἰχθύς.

βούγλωσσος ὁ Πυθαγορικὸς δὲ δι’ ἐγκράτειαν Ἀρχέστρατός φησιν

εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν.
Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ
βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
τῶν δὲ βουγλώσσων διαλλάττοντὲς εἰσιν οἱ κυνόγλωσσοι· περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν
αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες.
Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.

γόγγροι. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ’ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι. ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς νέας κωμῳδίας ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων τῶν ἐν Σικυῶνι διαφόρων γόγγρων ποιεῖ τινα μάγειρον ἐπὶ τέχνῃ τῇ ἑαυτοῦ σεμνυνόμενον καὶ λέγοντα ἐν τῷ ἐπιγραφομένῳ Στρατιώτῃ τάδε·

ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδὺ γ’ ἔστ’ εὐημερεῖν ἐν ἅπασιν ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι,
οἷον παρατέθεικ᾽, οὐ πεφαρμακευμένον τυροῖσιν οὐδ’ ἄνωθεν ἐξηνθισμένον, ἀλλ’ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι --- ὅμοιον ἐγένετ᾽, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην ταὐτὸν ἦν. τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας, ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν τι γάρ, οἱ δ’ οὐδέν, οἱ δὲ πάντα, καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον. εἰ δ’ ἔλαβον ἄρα τι σπάνιον ἢ ᾽κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ᾽ξ Ἄργους κάπρον ἢκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί. ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.

ταῦτα, νὴ τὴν Ἀθηνᾶν, οὐδ’ ἂν Μενεκράτης ἂν ὁ Συρακόσιος ἐξωγκώσατο ὁ Ζεὺς ἐπικαλούμενος, ὃς ἐφρόνει μέγα ὡς μόνος αἴτιος τοῦ ζῆν τοῖς ἀνθρώποις γινόμενος διὰ τῆς αὑτοῦ ἰατρικῆς. τοὺς γοῦν θεραπευομένους ὑπ’ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους συγγράφεσθαι ἠνάγκαζεν ὅτι

ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες. καὶ ἠκολούθουν ὁ μέν τις ʽ Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος ʽ Ἡρακλῆς Νικόστρατος δ’ ἦν οὗτος ὁ Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς· μνημονεύει δ’ αὐτῶν Ἔφιππος ἐν Πελταστῇ λέγων ὧδε·
οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός, Νικόστρατος δ’ Ἁργεῖος ἕτερος Ἡρακλῆς;
ἄλλος δέ τις ὡς Ἑρμῆς χλαμύδα ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοισι πτερά, ὡς ὁ Ζελείτης Νικαγόρας ὁ καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς περὶ τῶν ἐν Ἐφέσῳ τυράννων. Ἡγήσανδρος δέ φησιν ὅτι καὶ Ἀστυκρέοντα θεραπευθέντα ὑπ’ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δ’ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφέρετο. αὐτὸς δ’ ὁ Ζεὺς πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδάς τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου χοροῦ, καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν

ΜενεκράτηςΖεὺςΦιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι ὅταν βουληθῇς ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σῴζειν καὶ τοὺς εὐρώστους ἀνόσους οἳ ἂν ἐμοὶ πείθωνται παρέχειν μέχρι γήρως ζῶντας, τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω.
πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστελλεν ὁ Φίλιππος·
ΦίλιπποςΜενεκράτει ὑγιαίνειν.
παραπλησίως δὲ ἐπέστελλε καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων βασιλεῖ καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφεν, οὐκ ἀπεχόμενος τοῦ Διός. καλέσας δ’ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ τράπεζαν παραθεὶς ἐφ’ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς παντοδαπῶν ἀπαρχαί. καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. καὶ τέλος ὁ καινὸς Ζεὺς μετὰ τῶν ὑπηκόων γελώμενος θεῶν ἔφυγεν ἐκ τοῦ συμποσίου, ὡς Ἡγήσανδρος ἱστορεῖ· μνημονεύει δὲ τοῦ Μενεκράτους καὶ Ἄλεξις ἐν Μίνῳ.

καὶ Θεμίσων δὲ ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικά, ὥς φησι Πύθερμος ὁ Ἐφέσιος ἐν τῇ ὀγδόῃ τῶν ἱστοριῶν, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο Θεμίσων Μακεδών, Ἀντιόχου βασιλέως Ἡρακλῆς· ἔθυον δὲ καὶ αὐτῷ πάντες οἱ ἐγχώριοι ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο στρωμνὴν καθ’ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει. ὁ δ’ οὖν Μενεκράτης τοιοῦτος ὢν ὁποῖος

εἴρηται οὐδὲν παραπλήσιόν ποτε ἐξωγκώσατο οἷον ὁ προειρημένος μάγειρος·
ἀθανασίαν ηὕρηκα τοὺς ἤδη νεκρούς, ὅταν μόνον ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.

ἀλαζονικὸν δ’ ἐστὶ πᾶν τὸ τῶν μαγείρων φῦλον, ὡς καὶ Ἡγήσιππος ἐν Ἀδελφοῖς παρίστησι. παράγει δὲ μάγειρον λέγοντα·

βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν’ ἐστὶν ἢ λέγων φαίνου τι δὴ καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με. β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε, εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ. οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν ἔχων περίζωμ᾽, ἀλλ’ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα· εἴδη λαχάνων ὅσ’ ἐστί, βεμβράδων τρόπους, φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὰν τάχιστ’ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς τὰ βάπτ’ ἔχοντες, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας; β. τὰ πάρεργά μου ταῦτ’ ἔστιν, ἢν δὲ δὴ λάβω
τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ’ ἅπαξ, ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν, ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. α. μέγας εἶ τεχνίτης. β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων, οἳ καταβεβρώκασ’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας.
πρὸς τῶν θεῶν, τί διαφέρειν οὗτος ὑμῖν δοκεῖ τῶν παρὰ Πινδάρῳ Κηληδόνων, αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι;

Νικόμαχος δ’ ἐν Εἰλειθυίᾳ καὶ αὐτὸς παράγει τινὰ μάγειρον ὑπερβάλλοντα τοὺς περὶ τὸν Διόνυσον τεχνίτας. λέγει δ’ οὖν οὗτος πρὸς τὸν μισθωσάμενον

ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. β. πῶς; α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας. ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων οὕτω τ’ ἐμισθώσω με; β. μὰ δγ, ἐγώ μὲν οὐ. α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει μάγειρος οὐκ οἶσθ᾽. β. εἴσομαι δὲ γ’ ἢν λέγῃς. α. τὸ γὰρ παραλαβόντ’ ὄψον ἠγορασμένον
πότερ’ ἀποδοῦναι σκευάσαντα μουσικῶς διακόνου ᾽ στ’ οὐ τοῦ τυχόντος; β. Ἡράκλεις. α. ὁ μάγειρός ἐσθ’ ὁ τέλειος ἑτέρα διάθεσις. πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ, ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι ταύταις προσελθεῖν εὐθύς, ἀλλ’ ἔμπροσθε δεῖ ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας., ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν, ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν. τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴσῃ· παρακολουθήσεις χρόνοις, πότ’ ἄωρός ἐσθ’ ἕκαστος ἢ πόθ’ ὥριμος, τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα· ἐνίοτε κρείττων γίνεται θύννου βόαξ. β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί; α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ’ ἕνα μερίσαι κατ’ εἶδος τῆς τέχνης ἐπιδέξια, ἐκεῖθεν ἐνταῦθ’ ἐστὶ μετενηνεγμένα. β. οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς περὶ τῆς ἰατρικῆς δέ; α. τῶν γὰρ βρωμάτων πνευματικὰ κἂν δύσπεπτα καὶ τιμωρίαν ἔχοντ’ ἔνι’ ἔστιν, ὁ οὐ τροφήν. δειπνῶν δὲ πᾶς· τἀλλότρια γίνετ’ ὀξύχειρ κοὐκ ἐγκρατής· τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα εὕρητ’ ἐκεῖθεν, μεταφορὰ δ’ ἐστὶν τέχνης.
ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἔχον περὶ τακτικῆς ἕκαστα ποῦ τεθήσεται· ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς. οὐδεὶς ἕτερός σοι πρὸς ἔμ’ ἐκεῖ γραφήσεται., β. μίκρ’ ἀντάκουσον ἐν μέρει κἀμοῦ. α. λέγε. β. σὺ μηδὲν ἐνόχλει μήτε σαυτὸν μήτ’ ἐμέ, ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.

ὁ δὲ παρὰ τῷ νεωτέρῳ Φιλήμονι μάγειρος διδασκαλικὸς τις εἶναι θέλει τοιαῦτά τινα λαλῶν

ἐάσαθ’ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον ποιεῖτε τοῖς ὀπτοῖσι μήτ’ ἀνειμένον τὸ. γὰρ τοιοῦτ’ οὐκ ὀπτόν, ἀλλ’ ἑφθὸν ποιεῖ μήτ’ ὀξύ· κατακάει γὰρ ὅσ’ ἂν ἔξω λάβῃ τοῦτο πάλιν, εἰς τὴν σάρκα δ’ οὐκ ἐνδύεται. μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα, οὐδ’ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ, ἀλλ’ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.

ὁ δὲ παρὰ Διφίλῳ ἐν τῷ Ζωγράφῳ καὶ πρὸς οὓς ἐκμισθοῦν αὑτὸν δεῖ διδάσκει λέγων οὕτως·

οὐ μὴ παραλάβω σ’ οὐδαμοῦ, Δράκων, ἐγὼ ἐπ’ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην, οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω τίς. ἐσθ’ ὁ θύων ἢ πόθεν συνίσταται τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας.
ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος. ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς, ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν τοιοῦτον οὐδὲν ἡδέως ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν ὁμοῦ δὲ τοῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος τιθείς, τὰ θ’ αὑτοῦ σπλάγχν᾽ ἕκαστος ἐσθίει. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ τὰ δάνει’ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν, ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος ὁ τρόπος, μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ; πορεύομαι, ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δί᾽, ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα τὰ κράσπεδ’ ἀποθλιβέντα καὶ κεκραγότα·
ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;
ἐῶ βοᾶν πληγὰς γὰρ ἔτι προσλαμβάνειν
ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς,
ἀμίδα μοι ἔνεγκε πρῶτον
φησίν.
ὄξος ἡ φακῆ οὐκ εἶχε.
πάλιν ᾔτησας·
οἰμώξει μακρὰ πρῶτος μαγείρων
φησίν. ἕτερα μυρία τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν σ’ ἄγω, πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια ἄγουσ’ ἑταίρα μεθ’ ἑτέρων πορνῶν χύδην σαυτὸν ἀποσάξεις τόν τε κόλπον ἀποτρέχων.

καὶ παρ’ Ἀρχεδίκῳ δ’ ἐν Θησαυρῷ ἄλλος σοφιστὴς μαγειρίσκος τάδε λέγει·

πρῶτον ὠμῶν κειμένων τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι.
δίδου κατὰ χειρός.
τοὔψον οἰχήσει λαβών.
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα, ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μου, ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ’ ἔχοντα τοὺς χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν, εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος. ἐλᾳδίου κοτύλης τε παραναλωμένης σέσωκ’ ἐμοὶ τρίκλινα πεντήκοντ’ ἴσως.
Φιλοστέφανος δ’ ἐν Δηλίῳ καὶ ὀνόματα ἐνδόξων μαγείρων ἐν τοῖσδε καταλέγει·
εἰδώς σε πάντων διαφέροντα τῇ τέχνῃ τῇ τ’ ὀξύτητι μετὰ Θίβρωνα, Δαίδαλε,
τὸν ἐξ Ἀθηνῶν, τὸν καλούμενον Πέρας, δοὺς μισθὸν ὃν μ’ ᾔτησας ἥκω δεῦρ’ ἄγων.