Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
Επιτελουμένου δὲ ἥδη τοῦ δείπνου τῶν Φαγη σίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ ὁ Κύνουλκος ἔφη·
ἕως ἡμεῖς δειπνοῦμεν, ὦ Οὐλπιανὲ λόγοις γὰρ ἑστιᾷ, προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας·
οὐ συμπεριφέρομαι, ὦ σοφώτατε ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.καὶ ὃς
εἰ χάριν ὁμολογήσεις μαθών, λέξω.ὁμολογήσαντος δ’ ἔφη·
ΚλέαρχοςἈριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων· κρατῶ γάρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ οὑτωσί πως εἴρηκε·φαγήσια, οἱ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον ---καὶ τὴν τῶν Διονυσίων ἐν ᾗ παριόντες ἑκάστῳ τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.ταῦτ’ εἶπεν ὁ Κλέαρχος, εἰ δ’ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι· ἀφ’ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν ἀφ’ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.
θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου ὁ Πλούταρχος
κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη, λέγει δὲ οὕτωςτοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς ἐστὶν ἑορτή, τοῦ δ’ εἰπόντοςκαλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρ’ αὑτῶν φέροντες πίνουσιν.ὡς δ᾽ οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶςσυνοίκιά γ᾽, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων.εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα ἡ βασίλεια καθάπερ ἐν τοῖς Χουσὶν εὐωχοῦνται μὲν γὰρ κατ᾽ ἰδίαν, παρέχει δὲ ταῦτα ὁ καλέσας ἐπὶ τὴν ἑστίασιν.
εἶτα πῶς δειπνήσομεν τοσαῦτα δεῖπνα; ἴσως διὰ νυκτός, ὡς ὁ χαρίεις Ἀριστοφάνης ἐν Αἰολοσίκωνι εἶπεν οὕτως λέγων οἱονεὶ δι’ ὅλης νυκτός· ὡς καὶ τὸ Ὁμηρικὸν ἔχει·πρὸς ὃν ὁ ἰατρὸς ἔφη Δάφνοςκεῖτ’ ἔντοσθ’ ἄντροιο τανυσσάμενος διὰ μήλων,ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων, τὸ μέγεθος αὐτοῦ ἐμφανίζων.
ὠφελιμώτερά ἐστι, φίλτατοι, παντὶ σώματι τὰ νυκτερινὰ δεῖπνα· τὸ γὰρ τῆς σελήνης ἄστρον πρὸς τὰς τῆς τροφῆς ἁρμόττει πέψεις σηπτικὸν ὑπάρχον κατὰ σῆψιν δ’ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται.
πολλῶν δὲ ὄντων καὶ διαφόρων τῶν παρεσκευασμένων καὶ αἰεὶ παρασκευαζομένων ἰχθύων μεγέθει τε καὶ ποικιλίᾳ ὁ Μυρτίλος ἔφη·
εἰκότως, ἄνδρες φίλοι, πάντων τῶν προσοψημάτων ὄψων καλουμένων ἐξενίκησεν ὁ ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτως καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν. λέγομεν γοῦν ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖςβοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά,οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων ὁ φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος ἐν τῷ περὶ Εὐδόξου· ἱστορεῖ δ’ ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφομένους, φιλόμηλοι δ’ ἦσαν Φίλιππός τε ὁ Μακεδὼν καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὡς Δωρόθεός φησιν τῇ ἕκτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν. Χάρης δὲ ὁ Μυτιληναῖος ἱστορεῖ ὡς κάλλιστα μῆλα εὑρὼν ὁ Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι, οὐκ ἀγνοῶ δὲ ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ πυρὶ κατασκευαζόμενον εἰς ἐδωδὴν ἤτοι γὰρ ἕψον ἐστὶν ἢ παρὰ τὸ ὠπτῆσθαι ὠνόμασται.
πολλῶν οὖν ὄντων τῶν ἰχθύων, οὓς κατὰ τὰς ἑκάστας ὥρας ἐδαινύμεθα, ὦ θαυμασιώτατε Τιμόκρατες, κατὰ γὰρ τὸν Σοφοκλέα
χορὸς δ’ ἀναύδων ἰχθύων ἐπερρόθει, σαίνοντες οὐραίοισιοὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας· καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας·
πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν ---ἐνάλιος θεωρία, χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός,ἀπομνημονεύσω δέ σοι ἃ περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω.
ὅστις ἀγοράζων ὄψον --- ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται·φησὶν Ἄμφις ἐν Λευκάδι ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα, καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς
ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν ὁ Ζωίλος ἔφη·
ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατός ʽ οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι γράφων οὕτως·ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστινʼ οἶδα ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἴτ’ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκενἐν δ’ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ νήχοντες παίζουσι δι’ ὕδατος ἀμβροσίοιο.ἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.
παρατεθεισῶν οὖν ἀμιῶν ἔφη τις·
ταύτας
Ἀριστοτέλης ἱστορεῖ τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως, λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δ’ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι λέγων οὕτως·ὅτε δ’ ἦσθες ἀμίας παχείας.καὶ Ἐπίχαρμος δ’ ἐν Σειρῆσινπρωὶ μὲν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους, καὶ γλυκὺν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. β. οἰβοιβοῖ τάλας. α. περὶ γα μὰν αἴκλου τί κὰ τις καὶ λέγοι. β. φοῦ τῶν κακῶν. α. ὅκα παρῇ τρίγλα τε μία παχῆα κἀμίαι δύο διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆν σκορπίοι τε.Ἀριστοτέλης δὲ παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ’ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους,
ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας ὡς τὴν Κλεοστράτου
τοῦ Τενεδίου Ἀστρολογίαν’ περὶ τῆς ἀμίας φησὶν οὕτωςτὴν δ’ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε, τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ’ ἂν ἐπιθυμῇς. εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε, ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ· μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θεραπεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν, εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν γιγνώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς. ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης Ἑλλησποντιάδος χείρων, κἂν κλεινόν· ἀμείψῃς Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ’ ὁμοία γίγνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.
οὗτος ὁ Ἀρχέστρατος ὑπὸ φιληδονίας γῆν πᾶσαν καὶ θάλασσαν περιῆλθεν ἀκριβῶς, ἐμοὶ δοκεῖ, τὰ πρὸς γαστέρα ἐπιμελῶς ἐξετάσαι βουληθείς· καὶ ὥσπερ οἱ τὰς Περιηγήσεις καὶ τοὺς Περίπλους ποιησάμενοι μετ’ ἀκριβείας ἐθέλει πάντα ἐκτίθεσθαι
ὅπου ἐστὶν ἕκαστον κάλλιστον βρωτόν τε ποτόν τε.τοῦτο γάρ αὐτὸς ἐν τῷ προοιμίῳ ἐπαγγέλλεται τῶν καλῶν τούτων ὑποθηκῶν ὧν πρὸς τοὺς ἑταίρους ποιεῖται Μόσχον τε καὶ Κλέανδρον, ὥσπερ ὑποτιθέμενος αὐτοῖς κατὰ τὴν Πυθίαν ζητεῖνἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα, ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.Χρύσιππος δ’ αὐτὸν ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνήρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ·οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι’ ἀφροδισίων ἡδονήν.οἴεται γὰρ οὕτως ὁ σοφὸς καὶ τὸν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων διὸ καὶ οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσιν.
Βάτων μὲν ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα·
ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί· ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δὲ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς εὖ ζῶσ’ ἅπαντες, ἦ τυχὸν δώσεις ἐμοί; α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον; β. ἅπαντας· οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, ὥστ’ ἐκπεπλῆχθαι πάντας.καὶ ἐν τῷ Ἀνδροφόνῳ δὲ ἐπιγραφομένῳ ὁ αὐτὸς Βάτων διαπαίξας τινὰ τῶν ἐπιεικῶν φιλοσόφων ἐπιφέρειἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλὴν καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο· ὁ φρόνιμος οὗτός· ἐστι, τοῦτο τἀγαθόν. Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω. εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον, Ἡγήσιππος δ’ ἐν Φιλεταίροις·Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ’ ἐστὶ τἀγαθὸν ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν. β. εὖ γ᾽, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε· τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἓν ἀγαθὸν α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν,ἀλλὰ καὶ οἱ Κυρηναικοὶ καὶ οἱ Θάσιοι, Μνησιστράτειοι δὲ καλούμενοι· καὶ γὰρ οὗτοι ζῆν μὲν ἡδέως ---χαίρουσιν, ὥς φησι Ποσειδώνιος. οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος ἀκουστὴς καὶ συγγενής· Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς καὶ τὰ τῆς φιληδονίας αὐτοῦ διεξερχόμενος ἔτι τε τῆς φιλαργυρίας ἐρανίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἑταίρας ἔρωτα ἐπὶ πᾶσίν τε λέγει τάδε·σύ τισι φιλαργυρίαν ὀνειδίζεις αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδείας; τί γὰρ οὐ πεποίηκας; οὐχ ὑπὲρ ὧν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς;
περὶ δὲ τοῦ Ἐπικούρου Τίμων ἐν γ’ σίλλων φησί·
γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν.ταύτης γὰρ ἕνεκεν ὁ ἀνήρ καὶ τῆς ἄλλης τῆς κατὰ σάρκα ἡδονῆς ἐκολάκευεν καὶ Ἰδομενέα καὶ Μητρόδωρον. καὶ αὐτὸς δέ που ὁ Μητρόδωρος οὐκ ἀποκρυπτόμενος τὰς καλὰς ταύτας θέσεις φησίνπερὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.Ἐπίκουρος γὰρ ἦν ὁ τούτων διδάσκαλος, ὃς καὶ βοῶν ἔλεγεν·ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν.κἀν τῷ περὶ τέλους δέ φησιν οὕτω πως·οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι’ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις.καὶ προελθών ʽ φησἰ λέγει,τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον.
πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν
τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ’ ἔχων ἐὰν δ’ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.Φιλέταιρος Κυναγίδι·τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν, ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν τοῦτ’ αὐτὸ τἀνθρώπει’ ὁρῶντα πράγματα, εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ ἕωλον ἔνδον τἀργύριον.καὶ ἐν Οἰνοπίωνι δὲ ὁ αὐτός φησινθνητῶν δ’ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω. οὐ γὰρ θανών γ’ ἄνθρωποι ἔγχελυν φάγοις οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.
Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Γραμματειδιοποιῷ·
ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακὸν ποτ᾽· ἢ τί τἀγαθὸν ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως ἡμᾶς κυλίνδουσ’ ὅντιν’ ἂν τύχῃ τρόπον; οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας, αὐλουμένους ὡς δεῖ; λέγ’ αὐτή, γλυκυτάτη, ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.καὶ προελθών·οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον; ὅσῳ δ’ ἡδίονα τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ’ ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους, κεραννύναι τὸν οἶνον Εὐβοεῖς. τρυφὴ καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ δουλεύομεν.
φιλήδονον δ’ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖόν φασι γενέσθαι Τάνταλον ὁ γοῦν τὴν τῶν Ἀτρειδῶν ποιήσας κάθοδον ἀφικόμενον αὐτὸν λέγει πρὸς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ, τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς. ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι’ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. καὶ τῶν στωικῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἦν εἷς τῶν ἀπὸ τῆς στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε·
ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.καὶ Ἀπολλοφάνης δὲ γνώριμος δὲ ἦν καὶ οὗτος τοῦ Ἀρίστωνος ἐν τῷ Ἀρίστωνι, καὶ αὐτὸς οὕτως ἐπιγράψας τὸ σύγγραμμα, ἐμφανίζει τὴν τοῦ διδασκάλου φιληδονίαν. περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε, καίτοι γηραιὸς ἀποστὰς τῶν τῆς στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας· περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη ·ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος τῷ εἰς τοὺς ἀνδρείους μίμους προθεὶς τὸ
καταπυγοτέραν τ’ ἀλφηστᾶν,φησίνἰχθῦς τινες οἱ ἀλφησταὶ τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. φασὶ δ’ αὐτοὺς ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ’ οὐρὰν ἑπόμενον. ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν. [Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων μονάκανθον εἶναι καὶ κιρρὸν τὸν ἀλφηστικόν. μνημονεύει δ’ αὐτοῦ καὶ Νουμήνιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ οὕτως·
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον.καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες.μνημονεύει δ’ αὐτοῦ καὶ Μίθαικος ἐν Ὀψαρτυτικῷ.
Ἀνθίας κάλλιχθυς· τούτου μέμνηται Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι κὰτ τὸν Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.λέγει δὲ Ἀνάνιος οὕτως·ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι, τῶν καλῶν δ’ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου. ἡδὺ δ’ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας· δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν καὶ κυνῶν αὕτη τόθ’ ὥρη καὶ λαγῶν κἀλωπέκων ὄιος αὖτ’ ὅταν θέρος τ’ ᾖ κἠχέται βαβράζωσιν. εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα, ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν ἡδὺς κἠμέρης.τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας ἐκτεθῆσθαι.
φησίν,Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν ᾽ ὅπου ἐν ἀνθίας ᾖ,
οὐκ ἐστὶν θηρίον ᾧ σημείῳ χρώμενοι οἱ σπογγιεῖς κατακολυμβῶσι καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν.μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων·τὸν δ᾽ ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλοπα.Ἱκέσιος δ’ ἐν τοῖς περὶ ὕλης ὑπὸ μέν τινων λύκον, ὑπὸ δ’ ἄλλων καλλιώνυμον εἶναι δ’ αὐτὸν χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. Ἐπίχαρμος δ’ ἐν Μούσαις τὸν μὲν ἔλοπα καταριθμεῖται, τὸν δὲ κάλλιχθυν ἢ καλλιώνυμον ὡς τὸν αὐτὸν ὄντα σεσίγηκεν λέγει δὲ περὶ τοῦ ἔλοπος οὕτως·τόν τε πολυτίματον ἔλοφ’ ὁ δ’ αὐτὸς χαλκὸς ὤνιος, ἕνα μόνον, καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο κατθέμειν αὐτῷ τὲ οἱ καὶ τᾷ δάμαρτι θωτέρω.Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων διαφέρειν φησὶν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι τε καὶ καλλιώνυμον καὶ ἔλοπα.
τίς δ’ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθείς, εἴτ’ Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ ὁ ὁ πομπίλος ζῷον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς
γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ. Νίκανδρος δ’ ἐν δευτέρῳ Οἰταικῶν φησι·πομπίλος, ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους μήνυσεν φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.Ἀλέξανδρος δ’ ὁ Αἰτωλὸς ἐν Κρίκᾳ, εἰ γνήσιον τὸ ποιημάτιονπηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων ἧστ’ ἀκάτω κατόπισθε θεῆς ὕπο πόμπιμος ἰχθύς.Παγκράτης δ’ ὁ Ἀρκὰς ἐν τοῖς θαλασσίοις ἔργοις ἐπιγραφομένοις προειπώνπομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν,διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι ὁ πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλ’ ὅτι καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθύι τούτῳ κόλασιν ὑποσχεῖν ἔτι τοῦ χρυσοῦ γένους κατ’ ἀνθρώπους ὄντος. ὄνομα δ’ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου, καὶ τοῦτον οὖν ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ ἢ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετ’ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας· κῆτος γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν. ἱστορεῖ δὲ ὁ Παγκράτης ὡς καὶ πολέμιός ἐστιν ὁ πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδ’ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών. ἀχρεῖος γοῦν γίνεται καὶ σφαδᾴζων ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται αἰθυίαις τε καὶ λάροις, ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρεδρευόντων ἀνδρῶν παρανομεῖται. μνημονεύει τῶν πομπίλων καὶ Τιμαχίδας ὁ Ῥόδιος ἐν τῷ θ’ τοῦ Δείπνου·κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς.Ἤριννά τε ἢ ὁ πεποιηκὼς τὸ εἰς αὐτὴν ἀναφερόμενον ποιημάτιονπομπίλε, ναύτῃσιν πέμπων πλόον εὔπλοον ἰχθύ, πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν.
Ἀπολλώνιος δὲ ὁ ʽ Ῥόδιος ἢ Ναυκρατίτης ἐν Ναυκράτεως κτίσει τὸν Πομπίλον φησὶν ἄνθρωπον πρότερον ὄντα μεταβαλεῖν εἰς ἰχθὺν διά τινα Ἀπόλλωνος ἔρωτα· τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν ποταμὸν Ἴμβρασον,
τῷ ῥὰ ποτ’ ᾽ Ὠκυρόην νύμφην, περικαλλέα κούρην, Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, ᾽ ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι·ταύτης οὖν ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δ’ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε·πατρὸς ἐμοῖο φίλου συμφράδμονα θυμὸν ἀέξων, πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου, σῷζέ με·καὶ τὸν εἰς τὴν ἀκτὴν διαγαγόντα αὐτὴν διαπεραιοῦν. ἐπιφανέντα δὲ τὸν Ἀπόλλωνα τήν τε κόρην ἁρπάσαι καὶ τὴν ναῦν ἀπολιθώσαντα τὸν Πομπίλον εἰς τὸν ὁμώνυμον ἰχθὺν μεταμορφῶσαι ποιῆσαί τε τὸνπομπίλον ὠκυάλων νηῶν αἰανὸν ὁδουρόν.
Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων
καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον, ἐξ; ἁλὸς ᾧ λ, ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα, σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν, ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ’ ἱερώτατος ἄλλων, καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης ἔμπλεα.Διονύσιος δ’ ὁ ἐπικαλούμενοςἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως·ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος, τὸν δ’ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει·Καλλίμαχος δ’ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν·ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸς ἰχθύν,εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύςἢ μᾶλλον χρύσειον ἐπ’ ὀφρύσιν ἱερὸν ἰχθὺν ἢ πέρκας ὅσα τ’ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης.ἐν δὲ τοῖς ἐπιγράμμασιν ὁ αὐτὸς ποιητής φησινἱερὸς δέ τοι, ἱερὸς ὕκης.ἄλλοι δ’ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡςἱερὸν μένος Ἀλκινόοιο,τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.