Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ῥαφίδες. καὶ τούτων μέμνηται Ἐπίχαρμος λέγων

κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων
βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων βελόνην αὐτὴν καλεῖ, ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι, καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ .

ῥίνῃ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ

φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν
καὶ σελάχη μέντοι κλεινή Μίλητος ἄριστα ἐκτρέφει· ἀλλὰ τί χρὴ ῥίνης λόγον ἢ πλατυνώτου λειοβάτου ποιεῖσθαι; ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δαισαίμην ἀπ’ ἰπνοῦ, τερπνὸν παίδεσσιν Ἰώνων.

σκάρος. τοῦτον Ἀριστοτέλης φησὶν καρχαρόδοντα εἶναι καὶ μονήρη καὶ σαρκοφάγον ἔχειν τε στόμα μικρὸν καὶ γλῶτταν οὐ λίαν προσπεφυκυῖαν, καρδίαν τρίγωνον, ἧπαρ λευκόν, τρίλοβον, ἔχειν τε χολὴν καὶ σπλῆνα μέλανα, τῶν δὲ βραγχίων τὸ μὲν διπλοῦν, τὸ δὲ ἁπλοῦν. μόνος δὲ καὶ τῶν ἄλλων ἰχθύων μηρυκάζει, χαίρει δὲ τῇ τῶν φυκίων τροφῇ· διὸ καὶ τούτοις θηρεύεται, ἀκμάζει δὲ θέρους. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ φησὶν

ἁλιέων, ὁ σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς.
Σέλευκος δ’ ὁ Ταρσεὺς ἐν τῷ Ἁλιευτικῷ μόνον φησὶ τῶν ἰχθύων τὸν σκάρον οὐ καθεύδειν ὅθεν οὐδὲ νύκτωρ ποτὲ ἁλῶναι. τοῦτο δ’ ἴσως διὰ φόβον αὐτῷ συμβαίνει. Ἀρχέστρατος δ’ ἐν τῇ Γαστρονομίᾳ·
σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλας
ἔσθι’ ἐνὶ ψαφαρῇ ληφθέντας Τειχιοέσσῃ Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων
κἀν. ἄλλῳ δὲ μέρει φησὶν
καὶ σκάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα, πλύνας εὖ· χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει καὶ μέγεθος κυκλίᾳ ἴσον ἀσπίδι νῶτα φοροῦντα. τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε· λαβών νιν, ἡνίκ’ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ, κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα. πάσσειν δ’ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν.
Νίκανδρος δ’ ὁ Θυατειρηνὸς δύο γένη φησὶν εἶναι σκάρων καὶ καλεῖσθαι τὸν μὲν ὀνίαν, τὸν δὲ αἴολον.

σπάρος. τοῦτον Ἱκέσιος εὐχυλότερον μὲν εἶναι μαινίδος καὶ ἄλλων δὲ πλειόνων τροφιμώτερον. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ

αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς εἷκε καλλίστους ἄδην, λᾳταγὸς ἁλιέων, σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ ·
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας.
μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων.

σκορπίος. Διοκλῆς ἐν πρώτῳ τῶν πρὸς Πλείσταρχον Ὑγιεινῶν τῶν μὲν νεαρῶν φησιν ἰχθύων ξηροτέρους εἶναι τὰς σάρκας σκορπίους, κόκκυγας, ψήττας, σαργούς, τραχούρους, τὰς δὲ τρίγλας ἧττον τούτων ξηροσάρκους. οἱ γὰρ πετραῖοι μαλακοσαρκότεροὶ εἰσιν. Ἱκέσιος δέ φησι·

τῶν σκορπίων ὁ μέν ἐστι πελάγιος, ὁ δὲ τεναγώδης. καὶ ὁ μὲν πελάγιος πυρρός, ὁ δ’ ἕτερος μελανίζων. διαφέρει δὲ τῇ γεύσει καὶ τῷ τροφίμῳ ὁ πελάγιος. εἰσὶ δὲ οἱ σκορπίοι σμηκτικοί, εὐέκκριτοι, πολύχυλοι, πολύτροφοι, χονδρώδεις γάρ εἰσι.
τίκτει δ’ ὁ σκορπίος δίς, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ·
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον.
ὅτι δὲ καὶ πληκτικός ἐστιν Ἀριστοτέλης ἱστορεῖ ἐν τῷ περὶ ἰχθύων ἢ ζωικῶν. Ἐπίχαρμος δ’ ἐν Μούσαις ποικίλον εἶναί φησι τὸν σκορπίον
σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.
μονήρης δ’ ἐστὶ καὶ φυκοφάγος. ἐν δὲ πέμπτῳ ζῴων μορίων ὁ Ἀριστοτέλης σκορπίους καὶ σκορπίδας ἐν διαφόροις τόποις ὀνομάζει, ἄδηλον δὲ εἰ τοὺς αὐτοὺς λέγει· ὅτι καὶ σκόρπαιναν καὶ σκορπίους πολλάκις ἡμεῖς ἐφάγομεν καὶ διάφοροι καὶ οἱ χυμοὶ καὶ αἱ χρόαι εἰσὶν οὐδεὶς ἀγνοεῖ. ὁ
δ’ ὀψαρτυτὴς Ἀρχέστρατος ἐν τοῖς χρυσοῖς ἔπεσι λέγει·
ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ μὴ μείζων πυγόνος· μεγάλου δ’ ἀπὸ χεῖρας ἴαλλε.

σκόμβρος. ᾽ Ἀριστοφάνης Γηρυτάδῃ. ἱκέσιός φησι τοὺς σκόμβρους ἐλαχίστους μὲν εἶναι κατὰ τὸ μέγεθος, τροφιμωτέρους δὲ τῶν κολιῶν καὶ εὐχυλοτέρους, οὐ μὴν εὐεκκριτωτέρους. μνημονεύει αὐτῶν οὕτως καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·

καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μείζονες ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.

σάργοι.

οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι μᾶλλον καὶ τῶν μελανούρων εἰσὶ τροφιμώτεροι.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ πανοῦργον εἶναί φησι περὶ τὰς θήρας τὸν σαργόν
κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ’ ἄλλῃ σαργὸν ἐπικέλσοντα, ὁ λινοπληγέστατον ἰχθύν.
Ἀριστοτέλης δὲ ἐν πέμπτῳ μορίων τίκτειν αὐτόν φησιν δίς, ἔαρος, εἶτα μετοπώρου. Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ ·
αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι . . .
ὡς διαφόρους δὲ τοὺς σαργίνους ἐν τοῖσδε καταλέγει·
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ τὸ φίνταται ταινίαι λεπταὶ μέν, ἁδῆαι δέ.
ὁμοίως δὲ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶ σαργίνους διὰ τοῦτ’ αὐτοὺς καλῶν καὶ χαλκίδας. ὁ δὲ σοφὸς Ἀρχέστρατός φησιν
ἡνίκα δ’ ἂν δύνοντος ἐν οὐρανῷ ᾽ Ὠρίωνος μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ, τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον, εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει· σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν. τὸν δ’ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας· τὴν ἀρετὴν γάρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.

Σάλπη. ἘπίχαρμοςἭβας γάμῳ· ἀόνες φάγροι τε λάβρακές τε καὶ τὸ πίονες σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῷ θέρει. Ἀριστοτέλης
δ’ ἐν πέμπτῳ μορίων ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης, λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν
σάλπην δὲ κακὸν μὲν ἔγωγε ἰχθὺν εἰς ἀεὶ κρίνω βρωτὴ δὲ μάλιστα ἐστὶ θεριζομένου σίτου, λαβὲ δ’ ἐν Μυτιλήνῃ αὐτήν.
Παγκράτης δ’ ἐν ἔργοις θαλασσίοις·
σάλπαι τ’ ἰσομήκεες ἰχθῦς, ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν, οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.
ἐστὶ δὲ ποικίλος ὁ ἰχθύς, ὅθεν καὶ τὸν Λοκρὸν ἢ Κολοφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δὲ ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Περίπλῳ Λεσβίαν φησὶ γενέσθαι Σάλπην τὴν τὰ παίγνια συνθεῖσαν. ἄλκιμος δ’ ἐν τοῖς Σικελικοῖς ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τοῖς προσαγορευομένοις Σάλπης. Ἄρχιππος δὲ ἐν Ἰχθύσιν ἀρσενικῶς εἴρηκεν ὁ σάλπης ·
ἐκήρυξεν βόαξ, σάλπης δ’ ἐσάλπιγξ’ ἕπτ’ ὀβολοὺς μισθὸν φέρων.
γίνεται δ’ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ ὁ καλούμενος στρωματεύς, ῥάβδους ἔχων δι’ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας, ὡς ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ,

συνόδοντες

καὶ Συναγρίς. καὶ τούτων Ἐπίχαρμος μέμνηται·

συναγρίδας μαζούς τε συνόδοντάς τ’ ἐρυθροποικίλους.
Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ υ λέγων φησὶν
ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε.
καὶ πάλιν
τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις·
αὐτὰρ τὸν σινόδοντα μόνον ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε.
Ἀντιφάνης δ’ ἐν Ἀρχεστράτῃ·
τίς δ’ ἐγχέλειον ἂν φάγοι ἢ κρανίον σινόδοντος;