Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν
οὐκ ἦν, φησί, πάτριον τοῖς Ἕλλησιν ὑπὸ ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι,
γράφων οὕτως·
καθόλου δὲ ᾐτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγύῃ τῶν χρόνων, ἀλλὰ πρώτῃ τῇ Φιλομήλου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους ἑταῖρον χιλίους οἰκέτας κτησάμενον διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν ὡς τοσούτους τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφῃρημένον. εἰθίσθαι γὰρ ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροις.

Πλάτων δ’ ἐν ἕκτῳ Νόμων φησί·
τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. σχεδὸν γὰρ πάντων Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτ’ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δ’ ὡς οὐκ εὖ γεγονυῖά ἐστιν ἐλάττω δὲ ἡ Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι, τὸ Θετταλῶν τ’ αὖ πενεστικὸν ἔθνος, εἰς
ἃ καὶ πάντα ἀποβλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν; οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης· οὐ δεῖ γὰρ οὐδὲν πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. ὁ δὲ σοφώτατος τῶν ποιητῶν φησιν
ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.
χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπιδέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων περὶ τὴν Ἰταλίαν παντοδαπὰ κλοπῶν ἔργα καὶ παθήματα· πρὸς ἅ τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων, δύο δὴ λείπεσθον μηχαναί, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα εἰς δύναμιν, τρέφειν δ’ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δ’ ἑαυτῶν προτιμῶντας ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ’ οὖν θηλείαις μήτε ἄρρεσιν; ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.

πρώτους δ’ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἑβδόμῃ καὶ δεκάτῃ τῶν ἱστοριῶν
Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρήσαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις.., Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἱ μὲν εἵλωτας, οἱ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες.
ὁ μὲν οὖν Θεόπομπος ταῦθ’ ἱστόρησεν ἐγὼ δὲ τοῖς Χίοις ἡγοῦμαι διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ τάδ’ ἱστορεῖ περὶ αὐτῶν·
τῶν Χίων οἱ δοῦλοι ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες· ἡ γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος· μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ· τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος, καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ’ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους ὁ Δρίμακος τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτῃ λέγει πρὸς
αὐτοὺς τάδε·
ὑμῖν, ὦ Χῖοί τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται· πῶς γὰρ ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλ’ ἐὰν ἐμοὶ σπείσησθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός.

σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε διότι
λήψομαι ὅ τι ἂν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ σταθμοῖς καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ τῇ σφραγῖδι τὰ ταμιεῖα σφραγισάμενος καταλείψω. τοὺς δ᾽ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ’ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας.
ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους πολλῷ ἔλαττον ἀπεδίδρασκον φοβούμενοι τὴν ἐκείνου κρίσιν καὶ οἱ ὄντες δὲ μετ’ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὑτῶν δεσπότας καὶ πάντ’ αὐτῷ τὰ δέοντ’ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ, ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας καὶ οὐθενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ’ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὑτοῦ γνώμης. ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα μὴ αὐτοὶ δοίησαν οἱ κύριοι· καὶ εἴ τινα αἴσθοιτο
ἐπιβουλεύοντα αὑτῷ ἢ ἐνέδρας κατασκευάζοντα ἐτιμωρεῖτο.

εἶτ’ ἐκήρυξε γὰρ ἡ πόλις χρήματα δώσειν πολλὰ τῷ αὐτὸν λαβόντι ἢ τὴν κεφαλὴν κομίσαντι οὗτος ὁ Δρίμακος πρεσβύτερος γενόμενος καλέσας τὸν ἐρώμενον τὸν ἑαυτοῦ εἴς τινα τόπον λέγει αὐτῷ ὅτι
ἐγώ σε πάντων ἀνθρώπων ἠγάπησα μάλιστα καὶ σύ μοι εἶ καὶ παῖς καὶ υἱὸς καὶ τὰ ἄλλα πάντα· ἐμοὶ μὲν οὖν χρόνος ἱκανὸς βεβίωται, σὺ δὲ νέος εἶ καὶ ἀκμὴν ἔχεις τοῦ ζῆν. τί οὖν ἐστιν; ἄνδρα σε δεῖ γενέσθαι καλὸν καὶ ἀγαθόν· ἐπεὶ γὰρ ἡ πόλις τῶν Χίων δίδωσι τῷ ἐμὲ ἀποκτείναντι χρήματα πολλὰ καὶ ἐλευθερίαν ὑπισχνεῖται, δεῖ σε ἀφελόντα μου τὴν κεφαλὴν εἰς Χίον ἀπενεγκεῖν καὶ λαβόντα παρὰ τῆς πόλεως τὰ χρήματα εὐδαιμονεῖν.
ἀντιλέγοντος δὲ τοῦ νεανίσκου πείθει αὐτὸν τοῦτο ποιῆσαι. καὶ ὃς ἀφελόμενος αὐτοῦ τὴν κεφαλὴν λαμβάνει παρὰ τῶν Χίων τὰ ἐπικηρυχθέντα χρήματα καὶ θάψας τὸ σῶμα τοῦ δραπέτου εἰς τὴν ἰδίαν ἐχώρησε. καὶ οἱ Χῖοι πάλιν ὑπὸ τῶν οἰκετῶν ἀδικούμενοι καὶ διαρπαζόμενοι μνησθέντες τῆς τοῦ τετελευτηκότος ἐπιεικείας ἡρῷον ἱδρύσαντο κατὰ τὴν χώραν καὶ ἐπωνόμασαν ἥρωος εὐμενοῦς· καὶ αὐτῷ ἔτι καὶ νῦν οἱ δραπέται ἀποφέρουσιν ἀπαρχὰς πάντων ὧν ἂν ὑφέλωνται. φασὶ δὲ καὶ καθ’ ὕπνους ἐπιφαινόμενον πολλοῖς τῶν Χίων προσημαίνειν οἰκετῶν ἐπιβουλάς· καὶ οἷς ἂν ἐπιφανῇ οὗτοι θύουσιν αὐτῷ ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ.

ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν
καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ ἃ ὁ καλὸς Ἡρόδοτος ἱστόρησε περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. ᾽ Νικόλαος δ’ ὁ περιπατητικὸς καὶ Ποσειδώνιος ὁ στωικὸς ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν’ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν ὄντων κατὰ τὰς διακονίας. μήποτ’ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία
Χῖος δεσπότην ὠνήσατο,
ᾗ κέχρηται Εὔπολις ἐν Φίλοις.

Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησὶν
ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος.
τὰ ὅμοια εἴρηκε καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος πρώτῳ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. Μάλακος δ’ ἐν τοῖς Σιφνίων ὥροις ἱστορεῖ ὡς τὴν Ἔφεσον δοῦλοι τῶν Σαμίων ᾤκισαν χίλιοι τὸν ἀριθμὸν ὄντες, οἳ καὶ τὸ πρῶτον ἀποστάντες εἰς τὸ ἐν τῇ νήσῳ ὄρος κακὰ πολλὰ ἐποίουν τοὺς Σαμίους· ἔτει δὲ ἕκτῳ μετὰ ταῦτα
ἐκ μαντείας οἱ Σάμιοι ἐσπείσαντο τοῖς οἰκέταις ἐπὶ συνθήκαις, καὶ ἀθῷοι ἐξελθόντες τῆς νήσου ἐκπλεύσαντες κατέσχον τὴν Ἔφεσον καὶ οἱ Ἐφέσιοι ἐκ τούτων ἐγένοντο.

διαφέρειν δέ φησι Χρύσιππος δοῦλον οἰκέτου γράφων ἐν δευτέρῳ περὶ ὁμονοίας διὰ τὸ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους.
ὁ γὰρ οἰκέτης, φησί, δοῦλός ἐστι κτήσει κατατεταγμένος.
καλοῦνται δ’ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχός φησιν ἐν ταῖς Γλώσσαις, ἆζοι καὶ θεράποντες καὶ ἀκόλουθοι καὶ διάκονοι καὶ ὑπηρέται, ἔτι δ’ ἑπάμονες καὶ λάτρεις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώτταις μνώτας τοὺς ἐγγενεῖς οἰκέτας, Σέλευκος δ’ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀποφράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφίπολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην. πρόξενος δ’ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας ἐπικαλεῖσθαί φησιν χαλκίδας παρὰ Λακεδαιμονίοις τὰς θεραπαίνας. Ἴων δ’ ὁ Χῖος ἐν Λαέρτῃ τὸν οἰκέτην ἐπὶ δούλου τέθεικεν εἰπών
ἴθι μοι, δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος, μή τις ἔλθῃ βροτῶν.
Ἀχαιὸς δ’ ἐν Ὀμφάλῃ περὶ τοῦ Σατύρου λέγων φησίν
ὡς εὔδουλος, ὡς εὔοικος ἦν,
ἰδίως λέγων ὡς χρηστὸς ἐς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας. ὅτι δὲ οἰκέτης ἐστὶν ὁ κατὰ τὴν οἰκίαν διατρίβων κἂν ἐλεύθερος ᾖ κοινόν.

οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται· Κρατῖνος μὲν ἐν Πλούτοις·
οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι.
Κράτης δ’ ἐν Θηρίοις·
ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην, ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει; β. οὐ δῆθ’ ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω. α. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; β. πρόσεισιν αὔθ᾽ ἕκαστον τῶν σκευαρίων ὅταν καλῇ τι· παρατίθου, τράπεζα· αὕτη· παρασκεύαζε σαυτήν. μάττε, θυλακίσκε. ἔγχει, κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν. ἀνάβαινε, μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
ἰχθύ, βάδιζ᾽. ἀλλ’ οὐδέπω ᾽ πὶ θάτερ’ ὀπτός εἰμι. οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων;
ἑξῆς δὲ μετὰ ταῦτα ὁ τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν ι
ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου, ἀπὸ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται εἰς τὴν πύελον ἐρεῖ δὲ θὔδωρ
ἀνέχετε.
εἶτ’ ἁλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.

βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι· λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον· εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δ’ ἔφερ᾽ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ᾽ ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπασ’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἴκαδ’ ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν,
ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δ’ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα, ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ’ εἰσεπέτοντο τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τὸμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον. οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.

πρὸς τῆς Δήμητρος ὑμῖν , ὦ ἑταῖροι, εἰ ταῦτα οὕτως ἐγίνετο, χρεία τίς ἡμῖν ἦν οἰκετῶν; ἀλλὰ γὰρ αὐτουργοὺς εἶναι ἐθίζοντες ἡμᾶς οἱ ἀρχαῖοι διὰ τῶν ποιημάτων ἐπαίδευον εὐωχοῦντες λόγοις. ἐγὼ δ’ ἐπειδὴ ὥσπερ λαμπάδιον κατασείσαντος τοῦ θαυμασιωτάτου Κρατίνου τὰ προκείμενα ἔπη καὶ οἱ μετ’ αὐτὸν γενόμενοι μιμησάμενοι ἐπεξειργάσαντο, ἐχρησάμην τῇ τάξει τῶν δραμάτων ὡς ἐδιδάχθη· καὶ εἰ μὴ ἐνοχλῶ τι ὑμῖν τῶν γὰρ κυνικῶν φροντὶς οὐδὲ ἡ σμικροτάτη ʼ, ἀπομνημονεύσω κατὰ τὴν τάξιν καὶ τὰ τοῖς ἄλλοις εἰρημένα ποιηταῖς· ὧν εἷς ἐστιν ὁ Ἀττικώτατος Φερεκράτης, ὃς ἐν ὲν τοῖς Μεταλλεῦσί φησιν
πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφυρμένα, ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα. ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ διὰ τῶν στενωπῶν τονθολνγοῦντες ἔρρεον αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη,
ὥστ’ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντ’ ἀντ’ ὀστράκων. καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα, καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ· σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς καὶ πλευρὰ δελφάκει’ ἐπεξανθισμένα χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα, παρῆν δὲ χόνδρος γἀλακι κατανενιμμένος ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι. β. οἴμ’ ὡς ἀπολεῖς μ’ ἐνταῦθα διατρίβουσ’ ἔτι, παρὸν κολυμβᾶν ὡς ἔχετ’ εἰς τὸν Τάρταρον.
α. τί δῆτα λέξεις, τἀπίλοιπ’ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ’ ἠρτυμέναι περὶ τὸ στόμ’ ἐπέτοντ’ ἀντιβολοῦσαι καταπιεῖν ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμένας. τὰ δὲ μῆλ’ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα. κόραι δ’ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν.
καὶ τῶνδ’ ἑκάστοτ’ εἰ φάγοι τις ἢ πίοι, διπλάσι’ ἐγίγνετ’ εὐθὺς ἐξ ἀρχῆς πάλιν.

κἀν τοῖς Πέρσαις δέ φησιν τίς δ’ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ
χαρακισμοῦ;
αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς
ἐπιπάστοις
ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες
ἐπιβλὺξ
ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν
ἀρύτεσθαι.
ὁ Ζεὺς δ’ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου
βαλανεύσει,
ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων
πολυτύρων ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις. τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽ ἀναβράστοις.

τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους; πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται·
νειφέτω μὲν ἀλφίτοις. ψακαζέτω δ’ ἄρτοισιν, ὑέτω δ’ ἔτνει, ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα, πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.
ἀλλ’ ὅ γε Μεταγένης τάδε φησίν
ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει μάζας μεγίστας αὐτομάτας μεμαγμένας, ὁ δ’ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε· τὰ δὲ μικρὰ ταυτὶ ποτάμι’ ἐνμεντευθενὶ ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασι, τῃδὶ δ’ ἀφύαισι, τῇδε δ’ αὖ ταγηνίαις. τεμάχη δ’ ἄνωθεν αὐτόματα πεπνιγμένα εἰς τὸ στόμ’ ᾄττει, τὰ δὲ παρ’ αὐτὼ τὼ πόδε. ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ.
οἶδα δὲ ὅτι καὶ οἱ Θουριοπέρσαι καὶ τὸ τοῦ Νικοφῶντος δρᾶμα ἀδίδακτά ἐστι, διόπερ καὶ τελευταίων αὐτῶν ἐμνήσθην.

ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, ὁ δὲ Κύνουλκος ἔφη·

ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς ὁ Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ’ ὧν ᾽ ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι ᾽ λόγους αὐτὸ μόνον καταβροχθίσας· ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας κατὰ
τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ’ ἰσχὺν ἐντίθησι μήτ’ ἀποθνῄσκειν ἐᾷ·
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ. παρ’ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη·
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.
πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,
σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι· τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.
καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην
Λεῦκε, ἔφη, κἂν ἐκφατνίσματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν.
καὶ ὁ Κύνουλκος
εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν,
μακρὰς τίθημι συμβολὰς ἀκροώμενος
κατὰ τὸν Μένανδρον. διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως·
πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα χρυσοῦ τε κἀλέφαντος,
κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον.

καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι· ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν

τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην, ἀλλ’ ἤδη καὶ ἔπη
λιμῶδες
γὰρ ὄντως
ἡ ῥαψῳδία
κατὰ. γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη περὶ σοῦ μαντευσάμενος, ὦ Λαρήνσιε,
κοὐδ’ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν. ὁρῶ γὰρ θαῦμ’ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθρίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας, τρίγλας, ἑλεδώνας, σκορπίους,
φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι· δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα
εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου
τετλάναι.

σιωπήσαντος δ’ αὐτοῦ ὁ Μασσούριος ἔφη·
ἀλλ’ ἐπειδὴ ὑπολείπεταί τινα περὶ τοῦ ἀμφὶ τοὺς οἰκέτας λόγου συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτα τῷ σοφῷ καὶ φιλτάτῳ Δημοκρίτῳ. Φίλιππος ὁ Θεαγγελεὺς ἐν τῷ περὶ Καρῶν καὶ Λελέγων συγγράμματι καταλέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θετταλικοὺς πενέστας καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν. Φύλαρχος δ’ ἐν ἕκτῃ ἱστοριῶν καὶ Βυζαντίους φησὶν οὕτω Βιθυνῶν δεσπόσαι ὡς Λακεδαιμονίους τῶν εἱλώτων, περὶ δὲ τῶν παρὰ Λακεδαιμονίοις ἐπευνάκτων καλουμένων δοῦλοι δ’ εἰσὶ καὶ οὗτοι σαφῶς ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν ἱστοριῶν λέγων οὕτως·
ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφ᾽· ἑκάστην στιβάδα τῶν τετελευτοκότων τινάς· οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων εἰς τὰς στιβάδας.
ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν τῇ τριακοστῇ καὶ τρίτῃ τῶν ἱστοριῶν παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παραπλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς. ἔτι
Θεόπομπος ἐν τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἀρδιαίους φησὶ κεκτῆσθαι προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας,

οἱ δὲ μόθακες καλούμενοι παρὰ Λακεδαιμονίοις ἐλεύθεροι μὲν εἰσιν, οὐ μὴν Λακεδαιμόνιοι, λέγει δὲ περὶ αὐτῶν Φύλαρχος ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν οὕτως·
εἰσὶ δ᾽οἱ μόθακες σύντροφοι τῶν Λακεδαιμονίων ἕκαστος γὰρ τῶν πολιτικῶν παίδων, ὡς ἂν καὶ τὰ ἴδια ἐκποιῶσιν, οἱ μὲν ἕνα, οἱ δὲ δύο, τινὲς δὲ πλείους ποιοῦνται συντρόφους αὑτῶν, εἰσὶν οὖν οἱ μόθακες ἐλεύθεροι μὲν, οὐ μὴν Λακεδαιμόνιοί γε, μετέχουσιν δὲ τῆς παιδείας πάσης, τούτων ἕνα φασὶ γενέσθαι καὶ Λύσανδρον τὸν καταναυμαχήσαντα τοὺς Ἀθηναίους πολίτην γενόμενον δι’ ἀνδραγαθίαν.
μύρων δὲ ὁ Πριηνεὺς ἐν δευτέρῳ Μεσσηνιακῶν
πολλάκις, φησίν, ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτῆρας., δεσποσιοναύτας δ’ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἄλλους δὲ νεοδαμώδεις, ἑτέρους ὄντας τῶν εἱλώτων.
Θεόπομπος δ’ ἐν ζ’ Ἑλληνικῶν περὶ τῶν εἱλώτων λέγων ὅτι καὶ ἑλεάται καλοῦνται γράφει οὕτως·
τὸ δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἱ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἱ δ’ ἑλεάται κατοικοῦντες πρότερον τὸ καλούμενον Ἕλος τῆς Λακωνικῆς.

Τίμαιος δ’ ὁ
Ταυρομενίτης ἐκλαθόμενος αὑτοῦ ἐλέγχει δ’ αὐτὸν εἰς τοῦτο Πολύβιος ὁ Μεγαλοπολίτης διὰ τῆς δωδεκάτης τῶν ἱστοριῶν οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι δούλους κτᾶσθαι, αὐτὸς εἰπὼν ὁ Ἐπιτίμαιος οὕτως δ’ αὐτὸν καλεῖ Ἴστρος ὁ Καλλιμάχειος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς, εἰπὼν γὰρ ὅτι Μνάσων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων κἀν τῇ τρίτῃ δὲ τῶν ἱστοριῶν ὁ Ἐπιτίμαιος ἔφη οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα· δι’ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας. Κτησικλῆς δ’ ἐν τρίτῃ Χρονικῶν κατὰ τὴν ἑπτακαιδεκάτην πρὸς ταῖς ἑκατόν φησιν ὀλυμπιάδα Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μ᾽. Νικίας δ’ ὁ Νικηράτου, ὡς ὁ καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πόρων, χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ ἐφ’ ᾧ ὀβολὸν ἑκάστου, τελεῖν τῆς ἡμέρας. Ἀριστοτέλης δ’ ἐν Αἰγινητῶν πολιτείᾳ καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν Δαρδανεῖς φησι δούλους
κεκτῆσθαι τὸν μὲν χιλίους, ---τὸν δὲ καὶ πλείους· τούτων δ’ ἕκαστον ἐν μὲν εἰρήνῃ γεωργεῖν, ἐν πολέμῳ δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον δεσπότην.

πρὸς ταῦτα ἀπαντήσας ὁ Λαρήνσιος ἔφη·

ἀλλὰ Ῥωμαίων ἕκαστος οἶδας δ’ ἀκριβῶς ταῦτα, ὦ καλὲ Μασσούριε πλείστους ὅσους κεκτημένος οἰκέτας· καὶ γὰρ μυρίους καὶ δισμυρίους καὶ ἔτι πλείους δὲ πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις δέ, ὥσπερ ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλ’ οἱ πλείους τῶν Ῥωμαίων συμπροιόντας ἔχουσι τοὺς πλείστους, καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα. Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ’ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο· πολλαὶ δὲ αὗται ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας· σύγγραμμα δὲ ἐκδέδωκε περὶ τῶν δουλικῶν πολέμων Καικίλιος ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς· καὶ Σπάρτακος δὲ ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθ’ ἑκάστην
ἡμέραν συρρεόντων ὡς αὐτὸν καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς ὁ κατὰ τὴν Σικελίαν Εὔνους.

σώφρονες δ’ ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι· Σκιπίων γοῦν ὁ Ἀφρικανὸς ἐπίκλην ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους συνεπήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος καὶ Ποσειδώνιος, καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ’ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. Ἰούλιος δὲ Καῖσαρ ὁ πρῶτος πάντων ἀνθρώπων περαιωθεὶς ἐπὶ τὰς Βρεττανίδας νήσους μετὰ χιλίων σκαφῶν τρεῖς οἰκέτας τοὺς πάντας συνεπήγετο, ὡς Κόττας ἱστορεῖ ὁ τότε ὑποστρατηγῶν αὐτῷ ἐν τῷ περὶ τῆς Ῥωμαίων πολιτείας συγγράμματι, ὃ τῇ πατρίῳ ἡμῶν γέγραπται φωνῇ. ἀλλ’ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρίστης τῆς Κλεισθένους θυγατρὸς ἐξορμῶν γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους· οὗτος δ’ ὁ ἀνὴρ καὶ ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς τὸ δ’ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτ’ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτ’ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς
εὐδαιμονίαν. οὗτος, ὡς ἔοικεν, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δ’ ἠγείρετο, κατ’ ἀμφότερα δυστυχῶν. ὁ δὲ Ποντικὸς Ἑστιαῖος καλῶς ἐκαυχᾶτο μήτε ἀνατέλλοντα μήτε καταδυόμενὸν ποτε τὸν ἥλιον ἑωρακέναι διὰ τὸ παιδείᾳ παντὶ καιρῷ προσέχειν, ὡς ὁ Νικαεὺς Νικίας ἱστορεῖ ἐν ταῖς Διαδοχαῖς. τί οὖν, οὐκ εἶχεν καὶ Σκιπίων καὶ ὁ Καῖσαρ οἰκέτας; εἶχεν, ἀλλ’ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη. συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμμένειν τοῖς παλαιοῖς ζηλώμασιν δι’ ὧν στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ’ ἐκείνοις εἰς μίμησιν· ὅπερ ἐν τοῖς πάλαι χρόνοις ἐποίουν οἱ Ῥωμαῖοι. διαφυλάττοντες γὰρ ἅμα καὶ τὰ πάτρια μετῆγον παρὰ τῶν χειρωθέντων εἲ τι λείψανον καλῆς ἀσκήσεως εὕρισκον, τὰ ἀχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδ’ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσι. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων τούτοις αὐτοὺς κατεναυμάχησαν, ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν δὲ ἔμαθον θυρεοῦ χρῆσιν, παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρ’ ἄλλων
μαθόντες ἄμεινον ἐπεξειργάσαντο· μιμησάμενοί τε κατὰ πάντα τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἢ ἐκεῖνοι. νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ τὰ μοχθηρὰ ζηλώματα. πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὡς φησι Ποσειδώνιος, καρτερία καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια μὲν θαυμαστὴ περὶ τὸ δαιμόνιον, δικαιοσύνη δὲ καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς πάντας ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως, τοῦτο δ’ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ὧν ἐπιτελοῦμεν ἰδεῖν· ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα φέρομεν καὶ λέγομεν ἐν ταῖς εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις, ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὰ σώματα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια αὑτοῖς δὲ χορηγεῖν κατὰ τὰ ἐπείσακτα· καίτοι γε τὰ μὲν εἰς ἡμᾶς δαπανώμενα τῇ χρείᾳ μετρεῖται τὰ δ’ εἰς τοὺς θεοὺς ἀπαρχαί τινὲς εἰσι.
Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμῃ τὸν Φάνιον ἐτήρει νόμον αὐτὸς καὶ Αἴλιος Τουβέρων καὶ Ῥουτίλιος Ῥοῦφος ὁ τὴν πάτριον ἱστορίαν γεγραφώς. ἐκέλευε δ’ ὁ νόμος τριῶν μὲν πλείονας τῶν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν δὲ τῶν πέντε· τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. ὀψωνεῖν δὲ πλείονος τῶν δυεῖν δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν· κρέως δὲ καπνιστοῦ δεκαπέντε τάλαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα καὶ ὀσπρέων ἑψήματα. σμικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὥνια πρὸς τὸ ἐλευθεριώτερον νομίμως προήρχοντο· ὁ μὲν γὰρ Τουβέρων παρὰ τῶν ἐν τοῖς ἰδίοις ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, ὁ δὲ Ῥουτίλιος παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ θυρσίωνος καλουμένου· μέρος δ’ ἐστὶ τοῦτο θαλασσίου κυνὸς οὕτω καλούμενον. ὁ δὲ Μούκιος παρὰ τῶν εὐχρηστουμένων ὑπ’ αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον ἐδέχοντο, αὐτοὶ δ’ ἄλλοις ἐδίδοσαν καὶ φίλοις τοῖς ἀπὸ παιδείας ὁρμωμένοις μεγάλα· καὶ γὰρ ἀντείχοντο τῶν ἐκ τῆς στοᾶς δογμάτων.
Τῆς δὲ πολυτελείας τῆς νῦν ἀκμαζούσης πρῶτος ἡγεμὼν ἐγένετο Λεύκολλος ὁ καταναυμαχήσας Μιθριδάτην, ὡς Νικόλαος ὁ περιπατητικὸς ἱστορεῖ· ἀφικόμενος γὰρ εἰς τὴν Ῥώμην μετὰ τὴν ἧτταν τὴν Μιθριδάτου ἔτι τε τὴν Τιγράνου τοῦ Ἀρμενίου καὶ θριαμβεύσας λόγον τε ἀποδοὺς τῶν τοῦ πολέμου πράξεων ὤκειλεν εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης καὶ πρῶτος τρυφῆς εἰσηγητὴς Ῥωμαίοις ἐγένετο, καρπωσάμενος δυεῖν βασιλέων τῶν προειρημένων πλοῦτον. Κάτων δὲ ἐκεῖνος, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν, ἐδυσχέραινε καὶ ἐκεκράγει ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Ποντικῶν ὠνησάμενοι, καὶ μειράκια δ’ εὔμορφα ὑπερβαλλούσης ἀγρῶν τιμῆς, πρότερον δὲ οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν κατοικοῦντες ὥστε καὶ καθ’ ἡμᾶς ἔτι, φησὶν ὁ Ποσειδώνιος, οἱ σφόδρα εὐκαιρούμενοι τοῖς βίοις, ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθίοντας δ’ ὃ τι ἂν τύχῃ. καὶ πολλάκις, φησίν, πατὴρ ἢ μήτηρ υἱὸν ἠρώτα πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι, καὶ τούτων τι φαγὼν ἠρκεῖτο καὶ ἐκοιμᾶτο. νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ τῶν Φιλιππικῶν , οὐδεὶς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων ὅστις
οὐ πολυτελῆ μὲν τράπεζαν παρατίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν κέκτηται καὶ πλείω δαπανᾷ τὰ καθ’ ἡμέραν ἢ πρότερον ἐν ταῖς ἑορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.
ἐπεὶ δὲ εἰς ἱκανὸν μῆκος προὔβη τὰ τῶν ἀπομνημονευθέντων, αὐτοῦ καταπαύσωμεν τὸν λόγον.