Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ΔίφιλοςΠολυπράγμονι· ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων
ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς, κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, ὡς φησὶν οὐ διὰ τοῦτὸ γ᾽, ἀλλ’ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμ’ αὐτὴν ἔχει. οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃς
πόσου ὁ λάβραξ,
δέκ’ ὀβολῶν,
οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.
ΞέναρχοςΠορφύρᾳ·
οἱ μὲν ποιηταί (φησι) λῆρός εἰσιν οὐδὲ ἓν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταὔτ’ ἄνω τε καὶ κάτω. τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ, εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην ἐποίησ’ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ. ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν ἔκειτο μετὰ τῶν ἰχθύων, βοᾷ δέ τις
ὕδωρ, ὕδωρ.
ὁ δ’ εὐθὺς ἐξάρας πρόχουν τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν. εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.

ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται ὁ Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων

οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις σήπονθ᾽, ἕωλοι κείμενοι δύ’ ἡμέρας ἢ τρεῖς, μόλις δ’ ἐὰν ποτ’ ὠνητὴν τυφλὸν λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν τούτῳ· κομίσας δ’ ἐξέβαλεν ---οἴκαδε, τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών.
ἐν δὲ Φιλοθηβαίῳ φησὶν
οὐ δεινὸν ἐστι, προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντὰ θ’ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν; τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά.
ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησὶν ι
νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους· β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ
τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι, ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν;

κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής· οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου --- --- τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον πέμπτης ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.
καὶ προελθὼν δέ φησιν
οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης ι τὰ τ’ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δ᾽ ἑστηκότας· εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.

ἐμφανίζει δ’ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων

εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις
διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν οὐκ ἂν γένοιτο. α. μετά γε μαίας νὴ Δία· αὗται δ’ ὑπερβάλλουσι. β. μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς, τὸ πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ’ ἐστίν. α. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις λέγειν μιαρωτάτους βούλοιτο. β. μετά γε τοὺς τραπεζίτας· ἔθνος τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.

οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε·

οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος. ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
Ἄλεξις δ’ ἐν Ἑλληνίδι·
ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία.
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται, ληφθῇ νέων τις, καταπεπώκασ’ εὐθέως. αὐτοὶ τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει,
ἐξ ὀνόματος δ’ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως·
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.
καὶ Ἄλεξις δ’ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει.