Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον ἢ οἱ ἄριστοι τῶν στρατηγῶν παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα·

τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται· αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται. ἐπεὶ τίνα δι’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ’ ἢ ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν; ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη, ἄγουσ’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας, ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.

πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ·

ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ γυμνούς, ἀναγκάζει τ’ ἐπάν τις ἐκδυθῇ, τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
Δίφιλος δ’ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον
νόμιμον τοῦτ’ ἐστί, βέλτιστ᾽, ἐνθάδε Κορινθίοισιν, ἂν τιν’ ὀψωνοῦντ’ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν. κἂν μὲν οὐσίαν ἔχῃ ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον
ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι. ὃς ἂν δὲ μὴ πίθητ᾽, ἐπέβαλον ζημίαν. ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. β. Ἡράκλεις. α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος τοῦτον, συνιεῖς, ἀλλ’ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν ἢ συκοφαντεῖν κατ’ ἀγορὰν ἢ μαρτυρεῖν ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. β. ὀρθῶς γε νὴ Δί᾽. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί; α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας οὐχὶ μετρίως, βέλτιστέ, σ᾽, ἀλλ’ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν, συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν, περὶ τῶν σελίνων μαχόμεθ᾽, ὥσπερ Ἰσθμίοις. λαγώς τις εἰσελήλυθ᾽. εὐθὺς ἥρπακας. πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί᾽ οὐκέτι ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν, τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
τὸ δὲ ἔθος τοῦτο καὶ Ἀθήνησιν εἶναι ἀξιοῖ Σώφιλος ἐν Ἀνδροκλεῖ ὀψονόμους ἀξιῶν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύ’ ἢ καὶ τρεῖς. Λυγκεὺς δ’ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέγραψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς
ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλεται.

ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸς

εἰ ἔχομεν,
ἔφη,
δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ ὁ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ·
τοῖσιν δ’ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης,
Ἀριστοφάνης ὁ Βυζάντιος νεώτερόν φησιν εἶναι τὸ ἐπὶ πινάκων παρατιθέναι τὰ ὄψα, ἀγνοῶν ὅτι κἀν ἄλλοις εἴρηκεν ὁ ποιητής·
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.
ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, καὶ μὴ πάντα πίνωμεν ἢ καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι ἢ κόλακες.

πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο·

πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις. τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως ·
ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν.
καὶ ἐν Πέρσαις ὁ αὐτός·
ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω.
Φιλωνίδης δ’ ἐν Κοθόρνοις·
ὑποδέχεσθαι καὶ μαγίσι καὶ τηγάνοις.
καὶ πάλιν
ὀσφρομένην τῶν τηγάνων.
Εὔβουλος δ’ ἐν Ὀρθάννῃ·
ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
καὶ πάλιν
πᾶσα δ’ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ.
καὶ ἐν Τιτᾶσι·
προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι· πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
τοῦ δὲ ῥήματος μέμνηται, Φρύνιχος ἐν Τραγῳδοῖς·
ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί·
σὺ δ’ ἀποτηγανίζεις.
Ἡγήσανδρος δ’ ὁ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον τήγανον διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ·
τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ,
τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων
χεῖρὰ τ’ ἐν ἠγάνῳ βαλεῖν.

εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον
ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις.
μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας. μεταβαλόντων δ’ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ’ ἐπεδίδου τοιαῦτα ἀποφόρητα τοῖς δειπνοῦσι· καὶ τοῦτ’ ἦν τὸ πολυτελέστατον εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. Πτολεμαῖος δ’ ὁ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος τοῦ Λιβύων βασιλέως φησὶ τάδε·
δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ· τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς· τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις· μουσικοῖς δὲ ἐχρῆτο Ἑλληνικοῖς.