Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει τόνδε τὸν τρόπον

μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καὶ τιν’ εἰπεῖν ὥστ’ ὑπομνῆσαι μόνον δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ ἂν φράσω, τὰ γ’ ἄλλα πάντ’ ἴσασιν ὁ πατήρ Λάιος, μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες, τί πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία πάντ’ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε τὴν μητέρ᾽, ἀγανακτῶν δ’ Ἄδραστος εὐθέως ἥξει πάλιν τ’ ἄπεισι ---
ἔπειθ’ ὅταν μηδὲν δύνωντ’ εἰπεῖν ἔτι, κομιδῇ δ’ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν, αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν, καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει. ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, καινά πράγματα, καινοὺς λόγους κἄπειτα τὰ διῳκημένα πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν, τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται· Πηλεῖ δὲ ταῦτ’ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.
Δίφιλος δ’ ἐν Ἐλαιῶνι
ἢ Φρουροῦσι· ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.

Τιμοκλῆς ὁ κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις ·

ὦ τάν, ἄκουσον, ἤν τι σοι μέλλω λέγειν. ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει.
παραψυχὰς οὖν φροντίδων ἀνεύρετο ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει, ὁ νοσῶν δὲ μανικῶς Ἀλκμέων᾽ ἐσκέψατο· ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί, τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε. χωλός τίς ἐστιν, τόν Φιλοκτήτην ὁρᾷ. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει.

καὶ ἡμεῖς οὖν, ὦ Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς ὁ Κοθωκίδης φησὶ ῥήτωρ Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον

ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς ἀπέλαβεν ὥσπερ ἔλαβεν. β. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
Ἄλεξις δὲ ἐν Στρατιώτῃ·
ἀπόλαβε τουτί. β. τί τοῦτο δ’ ἐστὶν; α. ὃ παρ’ ὑμῶν ἐγὼ παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν. β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; α. οὐκ ἔστι γὰρ ἡμέτερον. β. οὐδ’ ἡμέτερον. α. ἀλλ’ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτ᾽. α. οὐδ’ ἐδώκαμεν. β. τί δαί; β. ἀπεδώκαμεν. β. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
καὶ ἐν Ἀδελφοῖς·
ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι. β. οὐκ, ἀλλ’ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ·
καὶ τὰς παλαιὰς δώσω. β. μὰ τὴν γῆν, μὴ σύ γε δῷς, ἀλλ’ ἀπόδος. α. καὶ δὴ φέρουσ’ ἐξέρχομαι.
Τιμοκλῆς δ’ ἐν Ἥρωσιν·
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα φράζειν. β. πάνυ γε. α. δράσω τοῦτό σοι. καὶ πρῶτα μὲν δὴ παύσεται σοι Βριάρεως ὀργιζόμενος. β. ὁ ποῖος οὗτος Βριάρεως; α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.
κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.

ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὀψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ὅσον ὅσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ’ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ’ ἐκ Πύργων πόλις δ’ αὕτη Τυρρηνική, οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ’ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν

ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα πρὸς ἀγορὰν δ’ ὅταν ἔλθω, πεπίστευκ’ ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι· ὥστ’ ἐξ ἀνάγκης ἔστ᾽ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

Ἄμφις δ’ ἐν Πλάνῳ· πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις ἢ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. οὓς ἂν ἐπερωτήσῃ τις ἀναλαβών· τι τῶν
παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ καὶ δικαίως τοῦτό γε· ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ, ὡσεὶ προσέξων δ’ οὐδὲν οὐδ’ ἀκηκοὼς ἔκρουσε πουλύπουν τιν᾽· ὁ δ’ ἐπρήσθη --- καὶ τότ’ οὐ λαλῶν ὅλα τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼν
τάρων βολῶν γένοιτ’ ἄν·
ἡ δὲ κέστρα;
κτὼ βολῶν.
τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.
Ἄλεξις Ἀπεγλαυκωμένῳ ·
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ᾽ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν. τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους ἐπὰν ᾽ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δ’ ἐρωτήσῃς
πόσου τοὺς κεστρέας πωλεῖς δύ’ ὄντας,
δέκ’ ὀβολῶν,
φησίν.
βαρύ. ὀκτὼ λάβοις ἄν;
εἴπερ ὠνεῖ τὸν ἕτερον.
ὧ τάν, λαβὲ καὶ μὴ παῖζε.
τοσουδί; ὁ παράτρεχε.
ταῦτ’ οὐχὶ πικρότερ’ ἐστὶν αὐτῆς τῆς χολῆς;