Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Κτησίβιος δ’ ὁ Χαλκιδεὺς ὁ Μενεδήμου γνώριμος,
ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς βίοις, ἐρωτηθεὶς ὑπό τινος τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ, ἔφη
ἀσυμβόλως δειπνεῖν.
διὸ καὶ ὁ Τίμων που πρὸς αὐτὸν ἔφη· δειπνομανές, νεβροῦ ὄμματ’ ἔχων, κραδίην δ’ ἀκύλιστον. ἦν δ’ εὔστοχος ὁ Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν οὐχ ὥσπερ σύ, κυνικέ, ὁ μηδέποτε ταῖς Χάρισιν, ἀλλ’ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους ἡ Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης ὁ Σικυώνιος ἐν ἐπιγράμμασιν
ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.
Βάτων δ’ ὁ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί·
τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ, τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν, τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα. ἄνθρωπ’ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς; τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ· τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς. ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ.
ἔπειθ’ ἕωθεν περιάγεις τὴν λήκυθον καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον.

Ἀρχέστρατος δέ, ὦ Κύνουλκε, ὃν ἀντὶ τοῦ Ὁμήρου προσκυνεῖς διὰ τὴν γαστέρα
ἧς οὐ λαμυρώτερον οὐδέν,
ὁ Τίμων σου—περὶ τοῦ κυνὸς τοῦ θαλαττίου ἱστορῶν γράφει καὶ ταῦτα
ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ’ ἀπόπληκτοι, ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος· ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ· ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας τὸν σοφὸν ἐγκρατέως μετ’ ἐκείνου πυθαγορίζειν.
ἦν δ’ ὁ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος, Πυθαγορικὸς δὲ δόξας εἶναι ὑμῶν τῶν κυνικῶν τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδητῶν, ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί τινες ἀπὸ τοῦ Διοδώρου προαχθέν, ὥς φησιν Ἕρμιππος. Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ αὐτοῦ γράφει οὕτως ·
Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι
προσποιηθέντος· πρὸς ὃν ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι
τῷ περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμον στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ.
Σωσικράτης δ’ ἐν τρίτῳ φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ καὶ τρίβωνα ἀναλαβεῖν κόμην τε φορῆσαι κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσαγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων.

εἰ δ’ ὑμεῖς ὄντως, ὦ φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τὰ τῶν δείπνων εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες; ἦ ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι; ἢ ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες; κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε
μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι.
ὅτι δ’ ὑμεῖς οἱ φιλόσοφοι περὶ τὰ δεῖπνα ἀεὶ τὸν νοῦν ἔχετε, δέον ὑμᾶς ἐπιφαγεῖν αἰτῆσαι ἢ ἐπεσθίειν τι τῶν κυνικῶν βρωμάτων ʽ οὐδὲ γὰρ
χαριτογλωσσεῖν
ἡμᾶς θέμισ᾽, δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ, ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ
κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν. ἐκεῖνος δ’ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως ὁ Λίνος·
βιβλίον ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ· ἔπειτ’ ἀναγνώσει πάνυ γε διασκοπῶν ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ. Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι, Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν ἐπὶ τί μάλισθ’ ὥρμηκε. ηπ. τουτὶ λαμβάνω. λιν. δεῖξον τί ἐστι πρῶτον, ηπ. ὀψαρτυσία, ὥς φησι τοὐπίγραμμα. λιν. φιλόσοφός τις εἶ, εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα Σίμου τέχνην ἔλαβες. ηπ. ὁ Σῖμος δ’ ἐστὶ τίς; λιν. μάλ’ εὐφυὴς ἄνθρωπος, ἐπὶ τραγῳδίαν ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δ᾽ ὀψοποιῶν ὑποκριτής κάκιστός ἐστι τοῖς θεωμένοις.., λιν. βούλιμός ἐσθ’ ἅνθρωπος. ηπ. ὅτι βούλει λέγε· πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθι.