Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

μετὰ παρρησίας γὰρ ἐρῶ πρὸς αὐτούς εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς
Πυθαγορικοὺς ἐκείνους ζηλοῖς περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι τάδε·
τῶν Πυθαγοριστῶν δ’ ἔτυχον ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.
κἀν τῷ κυρίως Κωρύκῳ δ’ ἐπιγραφομένῳ φησί
πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.
Ἄλεξις δ’ ἐν Ταραντίνοις·
οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτ’ ὄψον ἐσθίουσιν οὔτ’ ἄλλ’ οὐδὲ ἓν ἔμψυχον, οἶνὸν τ’ οὐχὶ πίνουσιν μόνοι. β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, τῶν Πυθαγορείων εἷς. α. ἀποκτείνας γέ που· οὐκ ἔτι γάρ ἐστ’ ἔμψυχον.
προελθών τέ φησι·
πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσμιλευμέναι τε φροντίδες τρέφουσ’ ἐκείνους, τὰ δὲ καθ’ ἡμέραν τάδε· ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον ὕδατος· τοσαῦτα ταῦτα. β. δεσμωτηρίου λέγεις δίαιταν πάντες οὕτως οἱ σοφοὶ διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που; α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους, ἆρ’ οἶσθ’ ὅτι Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι’ ἡμέρας δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν;
καὶ ἐν Πυθαγοριζούσῃ·
ἡ δ’ ἑστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος τοῖς Πυθαγορείοις. β. νὴ Δί᾽, ἱερεῖον μὲν οὖν ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ᾽, ἔχῃ.
καὶ μετ’ ὀλίγα·
ἔδει θ’ ὑπομεῖναι μικροσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητ᾽, ἀλουσίαν.

τούτων δ’ ὑμεῖς, ὦ φιλόσοφοι, οὐδὲν ἀσκεῖτε, ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη· οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει·
κοσμίως ποιῶν τὴν ἔνθεσιν μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ’ ἔνδοθεν τὴν χεῖρα, καθάπερ αἱ γυναῖκεσ—κατέφαγε πάμπολλα καὶ παχύτατα,
ἐξὸν κατὰ τὸν αὐτὸν τοῦτον ποιητὴν ἐν Βομβυλιῷ λέγοντα δραχμῆς ὠνήσασθαι
τὰς προσφόρους ὑμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα, κάππαριν --- ἅπαντα ταῦτ’ ἐστὶν δραχμῆς.
Ἀριστοφῶν δ’ ἐν Πυθαγοριστῇ·
πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν ἑκόντας ἢ φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ·
ἀλλ’ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, ἐθέλω κρέμασθαι δεκάκις.
οὐκ ἄκαιρον δ’ ἐστὶν μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο ὁ Δελφὸς Ἡγήσανδρος ἐν ἕκτῳ ὑπομνημάτων
ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι, εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι, νυκτιλαθραιοφάγοι, νυκταπαταμπλάκιοι, μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί, δοξοματαιόσοφοι, ζηταρετησιάδαι.

Ἀρχέστρατός τε ὁ Γελῷος ἐν τῇ Γαστρολογίᾳ ἣν μόνην ὑμεῖς ῥαψῳδίαν οἱ σοφοὶ ἀσπάζεσθε, μόνον τοῦτο πυθαγορίζοντες τὸ σιωπᾶν, δι’ ἀσθένειαν λόγων τοῦτο ποιοῦντες, ἔτι τε τὴν Σφοδρίου τοῦ κυνικοῦ τέχνην ἐρωτικὴν καὶ τὰς Πρωταγορίδου ἀκροάσεις ἐρωτικὰς Περσαίου τε τοῦ καλοῦ φιλοσόφου συμποτικοὺς διαλόγους συντεθέντας ἐκ τῶν Στίλπωνος καὶ Ζήνωνος ἀπομνημονευμάτων, ἐν οἷς ζητεῖ , ὅπως ἐν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, καὶ πῶς ταῖς ἐπιχύσεσι χρηστέον πηνίκα τε εἰσακτέον τοὺς ὡραίους καὶ τὰς ὡραίας εἰς τὸ συμπόσιον καὶ πότε
αὐτοὺς προσδεκτέον ὡραιζομένους καὶ πότε παραπεμπτέον ὡς ὑπερορῶντας, καὶ περὶ προσοψημάτων καὶ περὶ ἄρτων καὶ περὶ τῶν ἄλλων ὅσα τε περιεργότερον περὶ φιλημάτων εἴρηκεν ὁ Σωφρονίσκου φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων πιστευθείς, ὥς φησιν Ἕρμιππος, ὑπ’ Ἀντιγόνου τὸν Ἀκροκόρινθον κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ τῶν ἔργων διαβεβαιωσάμενος ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς. χαριέντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης θεασάμενος αὐτοῦ χαλκῆν εἰκόνα, ἐφ’ ἧς ἐπεγέγραπτο
ΠερσαῖονΖήνωνοςΚιτιᾶ,
πεπλανῆσθαι εἶπε τὸν ἐπιγράψαντα· δεῖν γὰρ οὕτως ἔχειν
ΠερσαῖονΖήνωνος οἰκετιᾶ.
ἦν γὰρ ὄντως οἰκέτης γεγονὼς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν ταῖς Διαδοχαῖς. δύο δὲ συγγράμμασι τοῦ Περσαίου ἀπηντήκαμεν τῆς σοφῆς ταύτης πραγματείας, τοιοῦτον ἔχουσι τὸ ἐπίγραμμα, συμποτικῶν διαλόγων