Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη·

εἶδες τὴν Θασίαν ἅλμην οἱ̓͂ ἄττα βαύζει,
ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα. οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι,
ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη. ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶ
μέλη πάραυλα κἀκρότητα κύμβαλα.
καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι·
αἰεὶ γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην καὶ νῦν πορίζεται γε τὰ δεῖπν’ ἀσύμβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ ἕστηκεν ἐλθών κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.
οὐκ ὀκνεῖ δ’ ἀνὴρ οὗτος, καθάπερ καὶ ὁ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς χάριν, ὡς ὁ αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν
ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ.
καὶ Θεόπομπος δ’ ἐν Ὀδυσσεῖ ἔφη·
Εὐριπίδου τἄρ’ ἐστὶν οὐ κακῶς ἔχον, τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.

γελασάντων οὖν πάντων ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη·
πόθεν δὲ καὶ ἡδυλογία τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις;
πρὸς ὃν ὁ Κύνουλκος·
ἀλλ᾽, ὦ χοιρίον εὐάρτυτον, Φρύνιχος ὁ κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλογεῖν διὰ τούτων
ἐστὶν δ’ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον. ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις, μισάνθρωπον ἄνθος ἥβης· εἶθ’ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες, ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς ἡδυλογοῦσι μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκρούσαντες ἅπαντες γελῶσι.
τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ·
γνώσει δὲ τάδ’ ὡς ἔτυμ᾽, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι.
πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ·
τίνα δ’ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημόνευσαν ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων. καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους· ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ·
Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
ἐν δὲ Φαίδρῳ φησί·
σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις. Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.

καὶ Κτήσιππος δ’ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι·
εἰ μὴ συνήθης, Φαίδιμ᾽, ὢν ἐτύγχανεν ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἂν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναὶ ποτ’ αὐτῷ τοῦ πατρὸς τὸ μνῆμα κατ’ ἐνιαυτὸν ἕνα.., λίθον ἁμαξιαῖον, καὶ σφόδρ’ εὐτελὲς λέγω.
Τιμοκλῆς δ’ ἐν Δημοσατύροις φησίν
οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν.
καὶ Μένανδρος δ’ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει·
καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι· ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ᾽, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν καὶ βάψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
τάχ’ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν. χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ·
ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον, ὡς δῆτ’ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.