Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

οὐκ ἦν γὰρ τοιοῦτος ὁ Καπανεὺς οἷον ὁ καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ δι’ αὑτὰ αἱρετῶν λέγων ὧδε· ᾽ ἐπὶ τοσοῦτόν τινες
ἐκπίπτουσι πρὸς τὸ ἀργύριον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας.᾽ οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνῄσκουσιν
ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ’ ἔχει, οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι, εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ, οὐ θαῦμ’ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.
τοιαύτη τις ἦν ἡ φιλοχρηματία παρὰ τοῖς τότε περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ᾽ πρὸς τὸ ἀριθμεῖν.᾽ Διογένης δ’ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους, καλῶς γὰρ καὶ ταῦτα ὁ Εὐριπίδης εἴρηκε·
μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεὸν ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
Χρύσιππος δ’ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα, πυνθανομένου δέ τινος αὐτοῦ
ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε·
ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; β. πλούσιος· τούτους δὲ πάντες φασὶν εὐγενεστάτους, πένητα δ’ εὐπάτριδ’ οὐδὲ εἷς ὁρᾷ.

ταῦτ’ εἰπὼν ὁ Κύνουλκος, ἐπεὶ μὴ ἐκροταλίσθη, θυμωθεὶς

ἀλλ’ ἐπειδὴ οὗτοι, ἔφη, ὦ συμποσίαρχε, ὑπὸ λογοδιαρροίας ἐνοχλούμενοι μὴ πεινῶσιν ἢ τὰ περὶ τῆς φακῆς λεχθέντα χλευάζουσιν, ἐν νῷ ἔχοντες τὰ εἰρημένα Φερεκράτει ἐν Κοριαννοῖ·
φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν ἔκφερε καὶ κύλικα κἀντραγεῖν, ἵν’ ἥδιον πίω. β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί. α. μή μοι φακούς, μὰ τὸν Δί᾽, οὐ γὰρ ἥδομαι. ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.
ἐπεὶ οὖν διὰ τοῦτο φυλάττονται οἱ σοφοὶ οὗτοι τοὺς φακούς, ἀλλ’ ἡμῖν γε ποίησον δοθῆναι ἄρτων,, μεθ’ ὧν μηδὲν τῶν πολυτελῶν, ἀλλὰ κἂν τὴν πολυθρύλητον ἔχῃς φακῆν ἢ τὸν καλούμενον κόγχον.
γελασάντων δὲ πάντων καὶ ἐπὶ τῷ κόγχῳ μάλιστα
ἀπαίδευτοί ἐστε, ἔφη, ἄνδρες δαιτυμόνες, οὐκ ἀναγινώσκοντες βιβλία ἃ μόνα παιδεύει τούς γε ἐπιθυμοῦντας τῶν καλῶν λέγω δὲ τὰ Τίμωνος τοῦ Πυρρωνείου τῶν σίλλων. οὗτος γάρ ἐστιν ὃς καὶ τοῦ κόγχου μνημονεύει ἐν τῷ β τῶν σίλλων λέγων οὕτως·
οὔτε μοι ἡ Τεΐη μᾶζ’ ἁνδάνει οὔτε καρύκκη ἡ Λυδῶν, λειτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀιζύς.
διαφόρων γὰρ οὐσῶν καὶ τῶν ἐκ Τέω μαζῶν ὡς καὶ τῶν ἐξ Ἐρετρίας ʽὡς Σώπατρος ἐν Βακχίδος μνηστῆρσι· φησὶν γάρ·
Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον
ʼ καὶ τῶν Λυδίων καρυκκῶν προκρίνει ἀμφοτέρων ὁ Τίμων τὸν κόγχον.

πρὸς ταῦτα ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ αὐτὸς ἔφη·

ὦ ἄνδρες κύνες οἱ ---κατὰ τὴν Στράττιδος τοῦ κωμῳδιοποιοῦ Ἰοκάστην, ἥτις ἐν ταῖς ἐπιγραφομέναις Φοινίσσαις φησὶν
παραινέσαι δὲ σφῷν τι βούλομαι σοφὸν ὅταν φακῆν ἕψητε, μὴ ᾽ πιχεῖν μύρον.
καὶ ὁ Σώπατρος δέ, οὗ τὰ νῦν μέμνησαι, ἐν Νεκυίᾳ μνημονεύει οὕτως·
ἼθακοςὈδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον, πάρεστι· θάρσει, θυμέ.
Κλέαρχος δὲ ὁ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ὁ ἐμὸς προπάτωρ Οὐάρρων ὁ Μενίππειος ἐπικαλούμενος· καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν· Ῥωμαϊκῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν ὁ Οὐάρρων τὸ ἰαμβεῖον, σὺ δέ μοι δοκεῖς, ὦ Κύνουλκε
ʽτούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ὃ ἐκ γενετῆς σε ἡ μήτηρ κέκληκε ʼ κατὰ τὸν σὸν Τίμωνα εἶναὶ ʽ μοι καλὸς τε μέγας τε οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Ἑορτᾷ καὶ Νάσοις Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως·
κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.
ἑξῆς ἁρπάσας τὸν λόγον ὁ Μάγνος
ὁ μὲν πάντα ἄριστος, ἔφη, Λαρήνσιος ὀξέως καὶ καλῶς ἀπήντησε τῷ γάστριδι κυνὶ περὶ τοῦ κόγχου. ἐγὼ δὲ κατὰ τοὺς τοῦ Παφίου Σωπάτρου Γαλάτας,
παρ’ οἷς ἔθος ἐστίν, ἡνίκ’ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους, τοὺς Γαλάτας μιμούμενος κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων. καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ᾽ ἀκηκοὼς ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ’ αἱρουμένους, τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων, πρῶτον· καπνίζων εἶτ’ ἐὰν ὀπτωμένων ἴδω τιν’ ὑμῶν συσπάσαντα τὸ σκέλος, Ζηνωνικῷ πραθήσεθ’ οὗτος κυρίῳ ἐπ’ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.