Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

πρόπομα. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη εἰ κεῖται παρά τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων

αὐτός,
ἔφη,
ἐγὼ ἐρῶ, Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ·
πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.
καὶ ταῦτ’ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ἐν ψυκτῆρι,
ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.

μαλάχαι. Ἡσίοδος· οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
τοῦτο Ἀττικόν.
ἐγὼ δέ
, φησίν,
ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον
τρώγοντες μολόχης ῥίζαν.
καὶ Ἐπίχαρμος·
---πραύτερος ἔγωγε μολόχας.
Φαινίας δ’ ἐν τοῖς Φυτικοῖς φησι·
τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.
ὁ δὲ Σίφνιος Δίφιλος ἱστορεῖ ὡς ἡ μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ’ ὁ Καλλιμάχειος καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.

κολοκύνται. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δὲ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ’ εἶναι τὰς μὲν βελτίους, τὰς δὲ χείρους. Μηνόδωρος δ’ ὁ Ἐρασιστράτειος, Ἱκεσίου φίλος,
τῶν κολοκυντῶν,
φησίν,
ἡ μὲν Ἰνδική, ἡ καὶ αὐτὴ καὶ σικύα, ἡ δὲ κολοκύντη. καὶ ἡ μὲν Ἰνδικὴ κατὰ τὸ πλεῖστον ἕψεται, ἡ δὲ κολοκύντη καὶ ὀπτᾶται.
ἄχρι δὲ τοῦ νῦν λέγεσθαι παρὰ Κνιδίοις τὰς κολοκύντας Ἰνδικάς. Ἑλλησπόντιοι δὲ σικύας μὲν τὰς μακρὰς καλοῦσι, κολοκύντας δὲ τὰς περιφερεῖς. Διοκλῆς δὲ κολοκύντας μὲν καλλίστας γίνεσθαι περὶ Μαγνησίαν, προσέτι τε γογγύλην ὑπερμεγέθη γλυκεῖαν καὶ εὐστόμαχον, ἐν Ἀντιοχείᾳ δὲ σικυόν, ἐν δὲ Σμύρνῃ καὶ Γαλατίᾳ θρίδακα, πήγανον δὲ ἐν Μύροις. Δίφιλος δέ φησιν
ἡ δὲ κολοκύντη ὀλιγότροφός ἐστι καὶ εὔφθαρτος καὶ ὑγραντικὴ τῆς ἕξεως καὶ εὐέκκριτος, εὔχυλος. εὐστομαχωτέρα δ’ ἐστὶν ἡ δι’ ὕδατος καὶ ὄξους λαμβανομένη, εὐχυλοτέρα δὲ ἡ ἀρτυτή. λεπτυντικωτέρα δὲ ἐστὶν ἡ μετὰ νάπυος, εὐπεπτοτέρα δὲ καὶ εὐεκκριτωτέρα ἡ κάθεφθος.
Μνησίθεος δέ φησιν
ὅσα εὐφυῶς διάκειται πρὸς τὴν τοῦ πυρὸς κατεργασίαν, οἷον ὅ τε σικυὸς καὶ ἡ κολοκύντη καὶ μῆλα Κυδώνια καὶ στρουθία καὶ εἴ τι
τοιοῦτον, ταῦθ’ ὅταν προσενεχθῇ πυρωθέντα, δίδωσι τῷ σώματι τροφὴν οὐ πολλὴν μέν, ἄλυπον δὲ καὶ μᾶλλον ὑγράν. ἐστὶ δὲ καὶ ταῦτα τῆς κοιλίας ἐφεκτικὰ πάντα, δεῖ δὲ αὐτὰ λαμβάνειν ἑφθὰ μᾶλλον.
Ἀττικοὶ δὲ μόνως καλοῦσιν αὐτὴν κολοκύντην. Ἕρμιππος·
τὴν κεφαλὴν ὅσην ἔχει· ὅσην κολοκύντην.
Φρύνιχος ὑποκοριστικῶς
ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.
Ἐπίχαρμος·
ὑγιώτερόν θὴν ἐστι κολοκύντας πολύ,

Ἐπικράτης ὁ κωμῳδιοποιός· τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος; πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος διερευνᾶται παρὰ τούτοισιν; τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς ἥκεις, λέξον, πρὸς Γᾶς --- β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς· Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην μειρακίων --- ἐν γυμνασίοις Ἀκαδημείας ἤκουσα λόγων ἀφάτων, ἀτόπων, περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους.
α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καί τίνος γένους εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι. β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι τότ’ ἐπέστησαν καὶ κύψαντες χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτ’ ἐξαίφνης, ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων, λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος, ταῦτα δ’ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς κατέπαρδ’ αὐτῶν ὡς ληρούντων. α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαὶ τ᾽ ἐβόησαν; τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές --- β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις. ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην ἀφορίζεσθαι τίνος ἐστὶ γένους, οἱ δὲ διῄρουν.

Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις·
ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων, ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὄζουσα τῶν ʽ Ὡρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον,
ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά, ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος, ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας, ὁ μὲν ἐμοὶ λαλῶν ἅμα καὶ διανεύων ἠσχολεῖθ’ ὁ πᾶς δ’ ἀγὼν ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως τὴν λοπάδ᾽ ὀρύττων ἀποδέδειχα κόσκινον.

μύκαι. Ἀριστίας· μύκαισι δ’ ὠρέχθει τὸ λάινον πέδον.
Πολίοχος·
μεμαγμένην μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας καὶ σῦκα βαιά· καὶ μύκης τις ἐνίοτ’ ἂν ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου ἠγρεύετ’ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων θλαστὴ τ᾽· ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν ἀμφίβολον.
Ἀντιφάνης
τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη, καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές, σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις. τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων, οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον, οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν.
καὶ προελθών
τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.
ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν
τοῖς κατὰ Ἀριστοτέλους (τέσσαρα δ’ ἐστὶ ταῦτα βιβλία ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι· ἐξ οὗ καὶ παρατίθεται τάδε·
ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι, μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.