Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

φύονται δὲ οἱ μύκητες γηγενεῖς καὶ εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη·
οἷον αἱ μύκαι γὰρ ἐξεσκληκότ’ ἀποπνιξεῖσθέ με.
Νίκανδρος δ’ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων
ἐχθρὰ δ’ ἐλαίης ῥοιῆς τε πρίνου τε δρυὸς τ’ ἄπο πήματα κεῖται, οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.
φησὶ δὲ καὶ ὅτι
συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις, φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
τὰ δ’ ἄλλα οὐκ ἦν ἀναγνῶναι.
καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις,
φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. ἔφιππος·
ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
Ἐπαρχίδης Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων
κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα·
ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων, , ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν
ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.

σία. Σπεύσιππος ἐν β’ Ὁμοίων φησὶ ἐν
ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.
σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα.

Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους, κοιλίας διαχωρητικούς, θρεπτικούς, δυσπέπτους δὲ καὶ φυσώδεις. τοιούτους δὲ εἶναι τοὺς ἐκ Κέω τῆς νήσου.
πολλοὶ μέντοι καὶ κτείνουσι. δοκοῦσι δὲ οἰκεῖοι εἶναι οἱ λεπτότατοι καὶ ἁπαλοὶ καὶ ᾽εὔθρυπτοι οἱ ἐπὶ πτελέαις καὶ πεύκαις γινόμενοι ἀνοίκειοι δὲ οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροὶ καὶ οἱ μετὰ τὸ ἑψηθῆναι καὶ τεθῆναι πησσόμενοι, οἵτινες λαμβανόμενοι κτείνουσι. βοηθοῦνται δ’ ἀπὸ ὑδρομέλιτος πόσεως καὶ ὀξυμέλιτος, νίτρου καὶ ὄξους, μετὰ τὴν πόσιν δὲ ἐμεῖν δεῖ. διόπερ καὶ δεῖ μάλιστα σκευάζειν αὐτοὺς μετὰ ὄξους καὶ
ὀξυμέλιτος ἢ μέλιτος ἢ ἁλῶν οὕτω γὰρ αὐτῶν τὸ πνιγῶδες ἀφαιρεῖται. Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει·
ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας, ἅμα τοῖς μύκησι γινομένους, ἄριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. ὁ δὲ μύκης ἔχει προσφύσεως δίκην τὸν καυλὸν εἰς μῆκος, καὶ ἀποτείνουσιν ἀπ’ αὐτοῦ ῥίζαι.
φησὶ δὲ καὶ ὅτι ἐν τῇ περὶ Ἡρακλέους στήλας θαλάσσῃ ὅταν ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ, οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. καὶ Φαινίας δὲ ἐν αʹ περὶ φυτῶν
τὰ δὲ οὐδὲ φύει τὴν ἀνθήλην οὐδὲ τῆς σπερματικῆς ἴχνος κορυνήσεως οὐδὲ σπερματώσεως, οἷον μύκης, ὕδνον, πτέρις, ἕλιξ.
ὁ αὐτός φησι·
πτέρις, ἣν ἔνιοι βλάχνον καλοῦσι.
Θεόφραστος ἐν Φυτικοῖς·
λειόφλοια, καθάπερ ὕδνον, μύκης, πέζις, γεράνειον.

ὕδνα. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος·
τὸ ὕδνον ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον.
καὶ πάλιν
καὶ ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ. δοκεῖ δ’ ἡδὺ σφόδρα τοῦτ’ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη,
καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γινόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται· φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης, οὐ διετίζειν δέ, ἀλλ’ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ’ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν τοῦτο δ’ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται, γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.
Λυγκεὺς ὁ Σάμιός φησιν
ἀκαλήφην ἡ θάλασσα ἀνίησιν, ἡ δὲ γῆ ὕδνα.
καὶ Μάτρων ὁ παρῳδὸς ἐν τῷ Δείπνῳ ·
ὄστρεὰ τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα.
Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους, ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ’ ἧς τὸ ὕδνον γινώσκεσθαι.

ἀκαλήφη. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον, Ἀριστοφάνης Φοινίσσαις·
πρῶτον πάντων ἴφυα φῦναι, εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.

ἀσπάραγοι. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται. ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί, οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα· ἐν δὲ τῇ ὀρεινῇ, καὶ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων, μῆκος δὲ περὶ τοὺς εἴκοσι πήχεις. Κρατῖνος δὲ διὰ τοῦ ἀσφάραγον ὀνομάζει. καὶ Θεόπομπος
κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Ἀμειψίας·
οὐ σχῖνος οὐδ᾽ ἀσφάραγος, οὐ δάφνης κλάδοι.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός, ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ’ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς·
κἀξορμενίζει κοὐκ ἔτι σχολάζεται βλάστη.
παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ π φησὶν ἀσπάραγον
ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.
Ἀριστοφῶν
κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.