Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

θερμοί. μὴ ὥρασι μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών, ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπε, ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ --- β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι ὁ τραγικὸς αὐτούς οὐδενὸς γὰρ πώποτε ἀπέβαλεν ---ὀσπρίου λέπος· οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ.
Λυκόφρων δ’ ὁ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι ὃ ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν φιλόσοφον, ἀφ’ οὗ ἡ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι·
καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
Δίφιλος·
οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον τοῦ πορνοβοσκοῦ --- κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι
ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα, ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. πολέμων δέ φησι τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς ὅτι
θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. ὁ δ’ ἐρέβινθος,
φησί,
μέλας γίνεται διαφθειρόμενος.
γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις ὁ αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας. Δίφιλος δ’ ὁ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων ὁ Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν καὶ γὰρ ἐκείνους πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους.

φάσηλοι. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων. Ἐπίχαρμος· ---

φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ.
Δημήτριος·
ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.

ἐλάαι. Εὔπολις·

σηπίαι δρυπεπεῖς τ’ ἐλᾶαι.
ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δὲ φησιν ὁ Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης·
θλαστὰς ποιεῖν ἐλαίας.
πάλιν
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
καὶ μετ’ ὀλίγα·
θλαστὰς γάρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ·
ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
φησὶν Ἕρμιππος. Φιλήμων φησίν
πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι.
Καλλίμαχος δ’ ἐν τῇ ʽ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει·
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος, καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ’ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης· ---
ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ’ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς, παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή.

ῥαφανίδες. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος·

ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν.
Εὔπολις·
ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων
νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας, ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ἰδίως δ’ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης·
ῥαφανὶς τ’ ἄπλυτος ὑπάρχει καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ’ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ·
φύλλιον ἢ ῥαφανίδιον.
Θεόφραστος δ’ ἐν τοῖς περὶ φυτῶν γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν γλυκυτάτην δὲ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι. Καλλίας δ’ ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν
---ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς, ἐλατῆρες.
ὅτι δ’ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων
ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα, διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.
εὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις·
ὅστις ἀγοράζων ὄψον --- ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.

κῶνοι. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δ’ ὁ Καρύστιος πιτύινα κάρυα. ὁ δὲ Μύνδιος Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον.᾽ πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης, ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ’ ἐνίων δὲ καὶ ὅλον, κοκκάλους· οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ;

πυρῆνα δ’ ἔχει τοῦτο ἐπὰν γένηται πέπον.
Δίφιλος δ’ ὁ Σίφνιός φησιν
οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ ὁητινῶδες.
Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας.

ᾦα. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης·

τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.
Σαπφὼ δ’ αὐτὸ τρισυλλάβως καλεῖ·
φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
καὶ πάλιν
ὠίου πολὺ λευκότερον.
ὤεα δ’ ἔφη Ἐπίχαρμος·
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
διὰ τεσσάρων δ’ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών. καὶ Ἔφιππος·
σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου, ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει, ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια.
ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά,
φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν ʽ Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι·
τούς τε λευκίππους κόρους τέκνα Μολιόνας κτάνον, ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους, ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ.
Ἔφιππος·
ἴτρια, τραγήματα . . ., πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος·
οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός, οὕτω συνεστρόγγυλα κἀξεκόκκισα ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
χηνείων δ’ ᾠῶν Ἔριφος·
ᾠὰ λευκά γε καὶ μεγάλα· β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ· οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ἐπαίνετος δὲ καὶ ʽ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν μεθ’ ἃ εἶναι τὰ χηναλωπέκεια· τρίτα καταλέγοντες τὰ ὀρνίθεια.