Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἀμυγδαλαῖ. ὅτι αἱ Νάξιαι ἀμυγδάλαι διὰ μνήμης ἦσαν τοῖς παλαιοῖς· καὶ γίνονται ὄντως ἐν Νάξῳ τῇ νήσῳ διάφοροι, ὡς ἐμαυτόν, φησί, πείθω. Φρύνιχος

τοὺς δὲ γομφίους ἅπαντας ἐξέκοψεν, ὥστ᾽ οὐκ ἂν δυναίμην Ναξίαν ἀμυγδάλην κατᾶξαι.
διάφοροι δ’ ἀμυγδάλαι γίνονται κἀν Κύπρῳ τῇ νήσῳ· παρὰ γὰρ τὰς ἀλλαχόθεν καὶ ἐπιμήκεις εἰσὶ καὶ κατὰ τὸ ἄκρον ἐπικαμπεῖς. Λάκωνας δὲ Σέλευκος ἐν Γλώσσαις φησὶ καλεῖν τὰ μαλακὰ κάρυα μυκήρους, Τηνίους δὲ τὰ γλυκέα κάρυα. Ἀμερίας δέ φησι μύκηρον τὴν ἀμυγδάλην καλεῖσθαι. ἐπακτικώτατα δὲ πρὸς πότον τὰ ἀμύγδαλα προεσθιόμενα. Εὔπολις·
δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας οἶνόν τε πίνειν Ναξίων ἀπ’ ἀμπέλων.
ἦν δέ τις ἄμπελος Ναξία καλουμένη, Πλούταρχος δὲ ὁ Χαιρωνεύς φησι παρὰ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ ἰατρόν τινα ὑπερβάντα πάντας ἐν τῷ πίνειν φωραθῆναι πρὸ τοῦ πότου προεσθίοντα πικρὰς ἀμυγδάλας πέντε ἢ ἕξ· ἅσπερ κωλυθεὶς προσενέγκασθαι οὐδὲ πρὸς τὸ μικρότατον ἀντέσχε τοῦ πότου, αἴτιος οὖν ἦν ἡ τῆς πικρότητος δύναμις, ξηραντικὴ καὶ δάπανος ὑγρῶν οὖσα. κληθῆναι δὲ ἀμυγδάλην φησὶν Ἡρωδιανὸς ὁ Ἀλεξανδρεὺς παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς. ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων, φησί που Φιλήμων
φηγοὶ Πανὸς ἄγαλμα,
φησὶ Νίκανδρος ἐν β’ Γεωργικῶν. ὅτι καὶ οὐδετέρως ἀμύγδαλα λέγεται, Δίφιλος·
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.

ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ· τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος·

ῥοδῆς τε καλὸν ἄνθος.
Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατ’ ὀξεῖαν τάσιν. Φιλόξενος δ’ ἀμφότερον περισπᾷ. Εὔπολις·
---ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν.
Ἀριστοφάνης·
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
Φρύνιχος·
ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.
ἄλλοι δὲ ἀμυγδαλάς, ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου. ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην· μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.

ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος.

μῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον. ʽ Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον· ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.

τὰ

δὲ ἀμύγδαλα,
φησὶ Διοκλῆς,
τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. λυπεῖ δ’ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικὸν πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν, ἧττον δ’ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν, τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ μᾶλλον φάρυγγα τραχύνει καὶ στόμα, ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται· διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος, τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν
ὠμῶν.
Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι·
τὸ πλατὺ καὶ τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα, τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον φαγόντες οὖν πλείονα οὐκ ἐνοχλούμεθα λιπαρώτερά τε φαίνεται καὶ ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.
Δίφιλος δ’ ὁ Σίφνιος
τὰ κάρυα,
φησί,
τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ’ ἐν τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλιγότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δὲ ἐπιπολαστικὰ τῶν βασιλικῶν.

Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν

τῶν Εὐβοικῶν,
φησί,
καρύων ἢ καστάνων ἀμφοτέρως γὰρ καλεῖται δύσπεπτος μὲν ἡ κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης ἡ πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ, τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων, χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ
μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος, τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος ἡ πύρωσις· ἐστὶ γὰρ τοῦτο τὸ χείριστον τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται, ἐάν τις ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται.
ὁ δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ πολυτρόφους καὶ εὐχύλους, δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ· τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ· τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον.
λόπιμον κάρυόν τε Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γεωργικοῖς, Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια·
ὅπου δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ἐνταῦθα τὰ δένδρα ἐκάλουν ἄμωτα.

ἐρέβινθοι. Κρώβυλος· φαγόντες χλωρὸν ἐρέβινθόν τινα ἐκοττάβιζον, κενὸν ὅλως. β. τράγημα δέ ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.
Ὅμηρος·
θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι.
Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις·
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους· τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε; πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο;
Σαπφώ·
χρύσειοι ἐρέβινθοι ἐπ’ ἀιόνων ἐφύοντο.
Θεόφραστος δ’ ἐν φυτικοῖς τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς, καὶ Σώφιλος·
ὁ πατήρ ὁ ταύτης πολὺ μέγιστός ἐστι κριὸς ἐρέβινθος.
Φαινίας δ’ ἐν τοῖς περὶ φυτῶν φησι·
τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα.
Ἄλεξις·
ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες, τούτων οἱ τρεῖς δειπνοῦμεν, δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους θρηνοῦμεν ἐπὰν μηδὲν ἔχωμεν χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν χἠ σύνταξις τοῦ βίου ἐστὶν κύαμος, θέρμος, λάχανον, --- γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημ’ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς.
Φερεκράτης
τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.
πάλιν
τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους,
Δίφιλος δέ φησιν
οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί.
κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός· κρείττους δ’ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων. ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.