Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι
κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφ’ ᾧ εἰδέναι ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος. Δαμασκηνά. Δαμασκοῦ τῆς πόλεως ἐνδόξου οὔσης καὶ μεγάλης πολλοὶ τῶν ἀρχαίων μέμνηνται. ἐπεὶ δὲ πλεῖστον ἐν τῇ τῶν Δαμασκηνῶν ἐστι χώρᾳ τὸ κοκκύμηλον καλούμενον καὶ κάλλιστα γεωργεῖται, ἰδίως καλεῖται τὸ ἀκρόδρυον Δαμασκηνὸν ὡς διάφορον τῶν κατὰ τὰς ἄλλας χώρας γινομένων, κοκκύμηλα οὖν ἐστι ταῦτα ὧν ἄλλος τε μέμνηται καὶ Ἱππῶναξ·
στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης.
Ἄλεξις·
καὶ μὴν ἐνύπνιον οἴομαὶ γ’ ἑορακέναι νικητικόν. β. λέγ’ αὐτό. α. τὸν νοῦν πρόσεχε δή· ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν. στεφάνῳ κυλιστῷ κοκκυμήλων β. Ἡράκλεις. α. πεπόνων ---
πάλιν
ἑόρακας ἤδη πώποτ’ ἐσκευασμένον ἤνυστρον ἢ σπλῆν’ ὀπτὸν ὠνθυλευμένον ἢ κοκκυμήλων σπυρίδα πεπόνων;. τοιοῦτ’ ἔχει τὸ μέτωπον.
Νίκανδρος·
μῆλον ὃ κόκκυγος καλέουσι.
Κλέαρχος δ’ ὁ περιπατητικός φησι Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος·
ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε.
καὶ πάλιν
ὅσον μῆλον βραβίλοιο ἥδιον.
ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ’ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ’ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι· τὰ μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει·
κοκκυμηλέα καὶ σποδιάς· τοῦτο δ’ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα.
Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα, ὀλιγότροφα.

κεράσια. Θεόφραστος ἐν τῷ περὶ φυτῶν

ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα· καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ’ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός.
καὶ πάλιν
κράταιγος· οἱ δὲ κραταίγονον καλοῦσιν. ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ
ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ· τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δ’ ἔχει λεῖον ὅμοιον μεσπίλῃ· μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δ’ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· πεπαινόμενος δὲ ξανθὸς τέ ἐστι καὶ ἐπιμελαίνεται· ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου· διόπερ ἀγρία μεσπίλη δόξειε ἂν μᾶλλον εἶναι.
ἐκ τούτων μοι δοκεῖ, φησίν, ὁ φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.

Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς χαμαικέρασόν τινα καλῶν δένδρον ἔφη οὕτως·

ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.
ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. Ἀριστοφάνης·
ἐν τοῖς ὄρεσιν δ’ αὐτόματ’ αὐτοῖς τὰ μιμαίκυλ’ ἐφύετο πολλά,
Θεόπομπος
τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.
Κράτης·
πάνυ γάρ ἐστιν ὡρικώτατα τὰ τιτθί’ ὥσπερ μῆλον ἢ μιμαίκυλον.
Ἄμφις·
ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει, ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα
Θεόφραστος·
ἡ κόμαρος ἡ τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον.
ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος. φησὶν ὁ παρὰ τῷ ῥήτορι Λαρήνσιος·
πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ἢ ὀνομάσαντες ἢ πρῶτοι εὑρόντες· ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος ὁ Ῥωμαίων στρατηγός, ὁ τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως, καὶ οὗτός ἐστιν ὁ καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς.
πρὸς ὃν Δάφνος τίς φησιν
ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνήρ ἐλλόγιμος Δίφιλος ὁ Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα—εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων—μνημονεύει τῶν κερασίων λέγων ` τὰ κεράσια εὐστόμαχα, εὔχυλα, ὀλιγότροφα, ἐκ ψυχροῦ δὲ λαμβανόμενα εὐστόμαχα. καλλίω δὲ τὰ ἐρυθρότερα καὶ τὰ Μιλήσια· εἰσὶ γὰρ διουρητικά.᾽

συκάμινα. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι. συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, ἅ τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ ι καὶ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων, πνευσάντων, καὶ ἐδώδιμα ὡς διὰ τὸ ἐν αὐτοῖς

ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας. φέρει δὲ τὸν καρπὸν τοῦτον ἡ Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρ’ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος·
ἀνὴρ δ’ ἐκεῖνος ἦν πεπαίτερος μόρων.
ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου·
λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου.
Σοφοκλῆς·
πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον.
καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς·
καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι, πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.

Φαινίας δ’ ὁ Ἐρέσιος ὁ Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως

τὸ μόρον τὸ βατῶδες, ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους, σπερματικὰς ἔχει τὰς διαγονάς, καθάπερ --- ὑφάλους, καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους.
Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, ἃ καλοῦσιν ἔνιοι μόρα· Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια
Δημήτριος δὲ ὁ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἷον αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ ὁ Σίφνιος ἰατρὸς γράφει οὕτως·
τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν, ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει.
Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος, καθ’ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας, περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.

κάρυα. οἱ Ἀττικοὶ καὶ οἱ ἄλλοι συγγραφεῖς κοινῶς πάντα τὰ ἀκρόδρυα κάρυα λέγουσιν Ἐπίχαρμος δὲ κατ’ ἐξοχὴν ὡς ἡμεῖς·

καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας.
Φιλύλλιος·
ᾠά, κάρυ᾽, ἀμυγδάλαι.
Ἡρακλέων δέ φησιν ὁ Ἐφέσιος·
κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια.
τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ·
καρύαι μελίαι τε.
Εὔβουλος·
φηγούς, κάρυα Καρύστια.
καλεῖται δέ τινα καὶ μόστηνα κάρυα.