Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

καὶ ὁ Κύνουλκος·

πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ὦ ἑταῖρε ἐνδοξότατος δ’ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα, μνημονεύει δ’ αὐτοῦ Τίμων ἐν
τῷ πρώτῳ τῶν Σίλλων. πολέμων δ’ ἐν τῷ δωδεκάτῳ τῶν πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει· ‘καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος ἐν τοῖς ἑξαμέτροις·
Μοῦσά μοι Εὐρυμεδοντιάδεω τὴν ποντοχάρυβδιν, τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὄληται βουλῇ δημοσίῃ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο.
κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπ’ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ’ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως·
ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ᾽ ἀνέπεισε
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ’ ἀναβῆναι;’
τοῖσι δ’ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ’ ἔπος εἶπον
μνῆ μ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς· ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα. αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους δὲ μηδένα πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω, μὴ τίς μοι κατὰ οἶκον Ἀχαιϊάδων νεμεσήσῃ, πεσσομένης ἀλόχου τὸν ἀχάϊνον ἄρτον ἀεικῶς καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα, ὦ φίλη, ὡνὴρ μὲν παρ’ Ἀθηναίοισιν ἀείσας πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω., ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ·
δεινὰ παθοῦσα, Φακῆ βδελυρά, χώρει ᾽ς τὸν ἀγῶνα.
καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.

πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας
κωμῳδίας ποιητής, τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ’ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίννην. ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης·
βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν
μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ, μήτε σύ, Πηλείδη.
ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ·
ὡς Ἀγαθοκλεῖος λάσιαι φρένες ἤλασαν ἔξω πατρίδος, ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος, Μιμνέρμου δ’ εἰς ἔπος ἄκρον ἰὼν παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ᾽ ὡνὴρ εὖ παρ’ Ὁμηρείην ἀγλαίην ἐπέων πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην, φλύοντ’ ἀνθηρῇ σὺν κακοδαιμονίῃ. τῷ ῥα Συρηκοσίοις καὶ ἔχον χάριν, ὃς δὲ Βοιωτοῦ ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ’ ὀλίγον.