Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

πολλῶν οὖν ἑκάστοτε τοιούτων λεγομένων, ἐπεί ποτε ἑσπέρα κατελάμβανεν ἡμᾶς, ὁ μέν τις ἔλεγεν

παῖ, λυχνίον᾽,
ὁ δὲ λυχνέα, ὁ δὲ λοφνίαν, οὕτω καλεῖσθαι φάσκων τὴν ἐκ τοῦ φλοιοῦ λαμπάδα, ὁ δὲ πανόν, ἄλλος δὲ φανόν, ὁ δὲ λυχνοῦχον, ὃ δὲ λύχνον, καὶ δίμυξον δὲ λύχνον ἕτερος, ἄλλος δὲ ἑλάνην, ὁ δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην οὕτω δ’ εἰπεῖν Νεάνθην ἐν αʹ τῶν περὶ Ἄτταλον Ἱστοριῶν. καὶ
ἄλλος ὅ τι δή ποτε, ὡς τάραχον γίνεσθαι οὐ τὸν τυχόντα τῶν ἐπὶ τούτοις πίστεων παρὰ πάντων λεγομένων. Σιληνὸν μὲν γάρ τις τὸν γλωσσογράφον ἔφασκεν Ἀθηναίους λέγειν τὰς λαμπάδας φανούς. Τιμαχίδας δὲ ὁ Ῥόδιος δέλετρον τὸν φανὸν καλεῖσθαι, οἷον, φησίν, οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν ---οὓς οὗτοι ἑλάνας καλοῦσιν. Ἀμερίας δὲ γράβιον τὸν φανόν. Σέλευκος δὲ οὕτως ἐξηγεῖται ταύτην τὴν λέξιν
γράβιόν ἐστιν τα πρίνινον ἢ δρύινον ξύλον ὃ περιεθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας γοῦν ὁ Συρακόσιος ἐν Κενταύροις διθυράμβῳ φησίν
πίσσα δὲ ἀπὸ γραβίων ἔσταζεν,
οἷον ἀπὸ ---λαμπάδων. μνημονεύει δὲ γραβίων καὶ Στράττις ἐν Φοινίσσαις.

ὅτι δὲ λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησιν

καὶ διαστίλβονθ’ ὁρῶμεν ὥσπερ, ἐν καινῷ λυχνούχῳ, πάντα τῆς ἐξωμίδος,
ἐν δὲ τῷ δευτέρῳ Νιόβῳ προειπὼν λυχνοῦχον οἴμοι κακόδαιμον φησίν, ὁ λύχνος ἡμῖν οἴχεται. εἶτ’ ἐπιφέρει·
καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται κἄλαθέ σε;
ἐν δὲ τοῖς ἑξῆς καὶ λυχνίδιον αὐτὸν καλεῖ διὰ τούτων
ἀλλ’ ὥσπερ λύχνος ὁμοιότατα κάθευδ’ ἐπὶ τοῦ λυχνιδίου.
Πλάτων δ’ ἐν Νυκτὶ Μακρᾷ·
ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή.
Φερεκράτης Δουλοδιδασκάλῳ ·
ἄνυσὸν ποτ’ ἐξελθών, σκότος γὰρ γίγνεται, καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον.
Ἄλεξις δ’ Ἐκκηρυττομένῳ·
ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.
Εὐμήδης δ’ ἐν Σφαττομένῳ προειπών
ἡγοῦ μὲν ἢν δὲ . υ?κνον εἰς τὸ πρόσθ’ ἰδὼν --- ατο ---ϋμένιδι ---ς,
ἐπιφέρει· ---
λυχνούχῳ ---κο ---
Ἐπικράτης δ’ ἐν Τριόδοντι ἢ Ῥωποπώλῃ προειπών
λαβὲ τριόδοντα καὶ λυχνοῦχον,
ἐπιφέρει·
ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά, σιδηρότευκτον ἐναλίων θηρῶν βέλος, κερατίνου τε φωσφόρου λύχνου σέλας,
Ἄλεξις Μίδωνι·
ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.