Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

τοιαῦτα λέγοντος τοῦ Δημοκρίτου ὁ Κύνουλκος ἔφη·
τί μ’ ἀνέμνασας κείνων κυκλικῶν;
κατὰ τὸν σὸν Φίλωνα, δέον μηδένα τῶν σπουδῆς ἀξίων λέγειν τι τοῦ γάστρωνος παρόντος Οὐλπιανοῦ. οὗτος γὰρ τὰς καπυρωτέρας ᾠδὰς ἀσπάζεται μᾶλλον τῶν ἐσπουδασμένων οἷαὶ εἰσιν αἱ Λοκρικαὶ καλούμεναι, μοιχικαί τινες τὴν φύσιν ὑπάρχουσαι, ὡς καὶ ἥδε·
ὦ τί πάσχεις; μὴ προδῷς ἄμμ᾽, ἱκετεύω. πρὶν μολεῖν καὶ κεῖνον, ἀνστῶ, μὴ κακὸν σὲ μέγα ποιήσῃ κἀμὲ τήνδε δειλάκραν, ἁμέρα καὶ δή, τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῇς;
τοιούτων γὰρ ᾀσμάτων αὐτοῦ πᾶσα πλήρης ἡ Φοινίκη, ἐν ᾗ καὶ αὐτὸς περιῄει καλαμίζων μετὰ τῶν τοὺς κολάβρους καλουμένους συντιθέντων.
εἴρηται γάρ, ὦ καλὲ Οὐλπιανέ, τοὔνομα. καὶ ὅ γε Σκήψιος Δημήτριος ἐν τῷ δεκάτῳ τοῦ Τρωικοῦ Διακόσμου φησὶν οὕτως·
Κτησιφῶν ὁ Ἀθηναῖος ποιητὴς τῶν καλουμένων κολάβρων, ὃν καὶ ὁ πρῶτος μετὰ Φιλέταιρον ἄρξας Περγάμου Ἄτταλος δικαστὴν καθεστάκει βασιλικῶν τῶν περὶ τὴν Αἰολίδα.
ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς κἀν τῷ ἐννεακαιδεκάτῳ τῆς αὐτῆς πραγματείας Μνησιπτολέμου φησί ποτε τοῦ ἱστοριογράφου τοῦ παρὰ Ἀντιόχῳ τῷ προσαγορευθέντι Μεγάλῳ πλεῖστον ἰσχύσαντος υἱὸν γενέσθαι Σέλευκον τὸν τῶν ἱλαρῶν ᾀσμάτων ποιητήν. οὗπερ συνεχῶς ᾄδειν εἰώθασιν
κἀγὼ παιδοφιλήσω πολύ μοι κάλλιον ἢ γαμεῖν· παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ,

καὶ μετὰ ταῦτα ἀποβλέψας εἰς αὐτὸν ἔφη·

ἀλλ’ ἐπειδή μοι ὀργίζῃ, ἔρχομαί σοι λέξων τὸν συρβηνέων χορὸν ὅστις ἐστί.
καὶ ὁ Οὐλπιανὸς
οἴει γάρ, ἔφη, κάθαρμα, θυμοῦσθαί με ἐφ’ οἷς εἴρηκας ἢ κἀπ’ ὀλίγον σου πεφροντικέναι, κύον ἀδδεές; ἀλλ’ ἐπεὶ διδάσκειν μέ τι ἐπαγγέλλῃ, σπονδάς σοι ποιοῦμαι οὐ τριακοντούτιδας ἀλλ’ ἑκατοντούτιδας. σὺ δὲ μόνον δίδασκε τίς ὁ συρβηνέων χορός.
καὶ ὃς·
Κλέαρχος, ὦ λῷστε, ἐν δευτέρῳ περὶ Παιδείας οὑτωσί φησιν ᾽ λείπεταί ὁ συρβηνέων χορός, ὧν
ἕκαστος τὸ δοκοῦν ἑαυτῷ κατᾴδει, προσέχων οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορὸν ἀλλ’ αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν ὁ θεατής, καὶ κατὰ τὸν παρῳδὸν Μάτρωνα·
οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι, Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν. ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια`
σὺ δὲ καὶ ζῶν, καλὲ Οὐλπιανέ, πάντα μὲν ζητεῖς, λέγεις δὲ οὐδὲ ἕν.
καὶ ὅς·
τίς ἡδέως, ἔφη, ---τῶν ἐπῶν, ὦ καλέ μου ἑταῖρε, ἕως ἔτι ἐμμένομεν ταῖς σπονδαῖς.