Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον βάκκαρις · οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων
βακκάρι δὲ τὰς ῥῖνας ἤλειφον ἐστὶ δ’ οἷά περ κρόκος.Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ·
βακκάρει χρισθέντα καὶ ψυκτηρίοις πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα·Ἴων Ὀμφάλῃ·
βακκάρις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί· καὶ τὸ παρὰ Ἀνακρέοντι
λυδοπαθὴςἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς. Μάγνης δ’ ἐν Λυδοῖς·
λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον ---καὶ μήποτε οὔκ ἐστι μύρον ἡ βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησὶν
κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα.καὶ Σιμωνίδης·
κἠλειφόμην μύροισι καὶ θυώμασι καὶ βακκάρι.Ἀριστοφάνης δ’ ἐν Θεσμοφοριαζούσαις·
ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἐνέπνευσ’ ὁ μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος.
βρενθείου ὁ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως·
ἔστην δὲ κἀκέλευον,βασιλείουτ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως·ἐγχέασθε νῷν βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.
γλυκύτατον δ’ ὦζε βασιλείου μύρου.Σαπφὼ δ’ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως ·
βρενθείω βασιληίῳ.
ψαγδῆς. Ἀριστοφάνης ἐν Δαιταλεῦσιν·
φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;Εὔπολις δ’ ἐν Μαρικᾷ,
ψάγδαν ἐρυγγάνοντα,Εὔβουλος δ’ ἐν Στεφανοπώλισιν
Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.
πολέμων δ’ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν.
ὡς καὶ τὸ μεγαλλεῖον , ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου; οἱ δ’ Ἀθηναῖόν φασιν εἶναι τὸν Μέγαλλον. μνημονεύει δ’ αὐτοῦ
Ἀριστοφάνης ἐν Τελμησσεῦσι καὶ Φερεκράτης ἐν Πετάλῃ, Στράττις δ’ ἐν Μηδείᾳ οὕτως·λέγ’ ὅτι φέρεις αὐτῇ μύρον τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε ἥψησεν οὐδὲ Δεινίας ᾄγύπτιος οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο.τοῦ μεγαλλείου δὲ μύρου μνημονεύει καὶ Ἄμφις ἐν Ὀδυσσεῖ διὰ τούτων
ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις, ἔπειτ’ ἀλείφειν τῷ μεγαλλείῳ ὁ μύρῳ καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα. β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε τὸ θυμίαμα τοῦτο;Ἀναξανδρίδης Τηρεῖ·
ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη μύροις μεγαλλείοις τὸ σῶμ’ ἀλείφεται.
ναρδίνου δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως·
ἡδὺ τὸ μύρον, παιδάριον. β. ἡδύ; πῶς γὰρ οὔ; νάρδινον.
τὸ δὲ χρίσασθαι τῷ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος ἐν Παλαίστρᾳ διὰ τούτων
μυρίσασά συγκατέκλεισεν ἀνθ’ αὑτῆς λάθρᾳ.μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις·
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν.τῆς δὲ λεγομένης σάγδας μύρον δ’ ἐστὶ καὶ τοῦτο Ἐπίλυκος ἐν Κωραλίσκῳ·
βάκκαρίς τε καὶ σάγδας ὁμοῦ.καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν, καὶ ἐν Μαρικᾷ Εὔπολις
σάγδαν ἐρυγγάνονταλέγων, ὅπερ ὁ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι.
παμπόλλου δ’ ἐπιπράσκετο Ἀθήνησιν ἡ τοῦ μύρου κοτύλη, καὶ ὡς μὲν Ἵππαρχός φησιν ἐν Παννυχίδι, εʹ μνῶν, ὡς δὲ Μένανδρος ἐν Μισογύνῃ, ιʹ Ἀντιφάνης δ’ ἐν Φρεαρρίῳ στακτῆς τοῦ μύρου μνημονεύων φησίν
στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ’ οὐδαμῶς.οὐ μόνον δὲ τὸ τῶν Σαρδιανῶν γένος φιλόμυρον ἦν, ὡς Ἄλεξίς φησιν ἐν Ἐκπωματοποιῷ·
ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος,ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι, παρ’ οἷς ἀνυπερβλήτου τιμῆς, ὡς προείρηται, τῶν μύρων ὑπαρχούσης οὐκ ἀπείχοντο τῆς χρήσεως, ὥσπερ οὐδὲ ἡμεῖς νῦν οὕτω πολυτίμων τῶν καλλίστων ὑπαρχόντων ὡς λῆρον εἶναι τὰ ἐν τῷ Εἰσοικιζομένῳ Ἀλέξιδος ταυτί,
οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον, ἰδίᾳ ὁ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα. μή μοι φθονήσητ᾽, ἄνδρες Ἑλλήνων ἄκροι· ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.
πρὸς θεῶν, φίλοι, ποία ἡδονή, μᾶλλον δ’ ὑοσαλακωνία θαἰμάτια μολύνεσθαι, ἐξὸν ταῖς χερσίν, ὥσπερ ἡμεῖς νῦν ποιοῦμεν, ἀρυσαμένους ἀλείφεσθαι πᾶν τὸ σῶμα καὶ μάλιστα τὴν κεφαλήν, φησὶν γὰρ ὁ Φιλωνίδης ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων τὴν ἀφορμὴν τοῦ τὴν κεφαλὴν ἐν τοῖς πότοις λιπαίνειν ἐντεῦθεν γενέσθαι· τοῖς αὐχμῶσι γὰρ τὰς κεφαλὰς εἰς τὸ μετέωρον ἕλκεσθαι τὸ λαμβανόμενον καὶ διὰ τοῦτο τῶν πυρετῶν διακαιόντων τὰ σώματα τέγγουσι τὴν κεφαλὴν ἐπιβρέγμασιν, ἵνα μὴ πρὸς τὸ ξηρόν, ταύτῃ δὲ καὶ πολύκενον, ὁρμὴν τὰ
παρακαιόμενα λαμβάνῃ. τοῦτο δὴ λογισάμενοι καὶ ἐπὶ τῶν πότων τὴν εἰς τὸ μετέωρον τῶν οἴνων φορὰν ὑποπτεύσαντες ἐπεσπάσθησαν κεφαλὴν λιπαίνειν, ὡς ἐλάσσονος τῆς· βίας γενησομένης εἰ ταύτην προτέγξαιεν. προστιθεὶς δ’ ὁ βίος ἀεὶ τοῖς χρειώδεσιν καὶ τῶν εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἀγόντων ἐπὶ τὴν τῶν μύρων χρῆσιν ὥρμησεν. χρηστέον οὖν, ὦ Κύνουλκε Θεόδωρε, μύροις παρὰ πότον τοῖς ἐλάχιστα καροῦν δυναμένοις, τοῖς στύφουσιν δὲ καὶ ψύχουσιν ἐπ’ ὀλίγον. ζητεῖ δ’ ὁ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς Προβλήμασιδιὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ἢ ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικὸν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι· ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ, εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ’ ἔνδεια θερμοῦ, ἡ ξηρότης μαραίνει, διὸ καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης.
ἥδιστον δέ, ἄνδρες φίλοι, ἀναγινώσκων τὴν ὀγδόην καὶ εἰκοστὴν τῶν Ποσειδωνίου Ἱστοριῶν περὶ μύρων τι λεγόμενον ἐτήρησα, οὐκ ἀλλότριον ἡμῶν τοῦ συμποσίου, φησὶ γὰρ ὁ φιλόσοφος·
ἐν Συρίᾳ ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις δοθῶσιν οἱ στέφανοι, εἰσίασίν τινες μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια καὶ πόρρωθεν ἐκ τούτων περιπορευόμενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παραραίνοντες.ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου ἐσμέν,
συμβαλοῦμαί τι μέλος ὑμῖν εἰς ἔρωτακατὰ τὸν Κυθήριον ποιητήν, ὅτι Ἰανὸς ὁ παρ’ ἡμῖν θεός, ὃν καὶ πατέρα προσαγορεύομεν, πρῶτος εὗρεν στέφανον. ἱστορεῖ δὲ τοῦτο Δράκων ὁ Κερκυραῖος ἐν τῷ περὶ Λίθων γράφων οὕτως·
Ἰανὸν δὲ λόγος ἔχει διπρόσωπον γεγονέναι, τὸ μὲν ὀπίσω τὸ δ’ ἔμπροσθεν ἔχοντα πρόσωπον, ἀπὸ τούτου καὶ τὸν Ἰανὸν ποταμὸν καὶ τὸ ὄρος Ἰανὸν ὀνομάζεσθαι, κατοικήσαντος αὐτοῦ ἐπὶ τοῦ ὄρους, τοῦτον δὲ καὶ στέφανον πρῶτον εὑρεῖν καὶ σχεδίας καὶ πλοῖα καὶ νόμισμα χαλκοῦν πρῶτον χαράξαι. διὸ καὶ τῶν κατὰ τὴν Ἑλλάδα πολλὰς πόλεις καὶ τῶν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν ἐπὶ τοῦ νομίσματος ἐγχαράττειν πρόσωπον δικέφαλον καὶ ἐκ θατέρου μέρους ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. τοῦτον δὲ τὴν ἀδελφὴν γήμαντα Καμήσην υἱὸν μὲν Αἴθηκα, θυγατέρα δὲ Ὀλιστήνην γεννῆσαι. καὶ αὐτὸν ὡς μειζόνων ὀρεγόμενον πραγμάτων εἰς τὴν Ἰταλίαν διαπλεῦσαι καὶ οἰκῆσαι τὸ πλησίον Ῥώμης ὄρος κείμενον τὸ ἀπ’ αὐτοῦ Ἰανοῦκλον ὀνομαζόμενον.
τοσαῦτα καὶ περὶ μύρων ἐλέχθη. καὶ μετὰ ταῦτα πλείστων τῶν μὲν Ἀγαθοῦ Δαίμονος αἰτούντων ποτήριον, τῶν δὲ Διὸς Σωτῆρος, ἄλλων δὲ
Ὑγιείας καὶ ἑτέρων ἑτέρους ἐπιλεγόντων, τοὺς τούτων τῶν κράσεων μεμνημένους τῶν ποιητῶν ἔδοξεν παρατίθεσθαι, ὧν καὶ αὐτῶν μνησθήσομαι, ᾽ι Ἀντιφάνης μὲν γὰρ ἐν Ἀγροικίσιν ἔφη·Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο, μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις.Ἄλεξις δ’ ἐν Τοκιστῇ ἢ Καταψευδομένῳ·
ἀλλ’ ἔγχεον αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ. β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ, οὐδὲν μ’ ὀνήσει. α. πῖθι θαρρῶν.Νικόστρατος Πανδρόσῳ·
κἀγώ, φιλτάτη μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον. β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. α. φέρε, τύχάγαθῇ. τύχη τὰ θνητῶν πράγμαθ᾽, ἡ πρόνοια δὲ τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.ἐν δὲ τῷ αὐτῷ δράματι καὶ τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως μνημονεύει, ἧς καὶ σχεδὸν πάντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. ἀλλ’ ὅ γε Νικόστρατος οὕτως φησὶν
ἄλλ’ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών. ἱκανῶς κεχόρτασμαι γάρ. ἀγαθοῦ Δαίμονος δέχομαι, λαβοῦσ’ ἀπένεγκε ταύτην ἐκποδώνΞέναρχος ἐν Διδύμοις·
ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι. β. ἡ τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς. α. ἡ τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε ἀπώλεσε ναύτην καὶ κατεπόντωσὲν μ᾽, ὁρᾷς.ἔριφος Μελιβοίᾳ·
ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτα Δαίμονος λαβεῖν, πρὶν Διὸς σωτῆρος.
Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης
τὸν ἄκρατον, φησίν, οἶνον τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν δὴ λέγουσιν Ἀγαθοῦ Δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν, ὥσπερ ἀναμιμνήσκοντες μόνον τῇ γεύσει τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν τοῦ θεοῦ δωρεάν, καὶ μετὰ τὴν πλήρωσιν διδόασιν, ὅπως ἐλάχιστον ᾖ τὸ πινόμενον καὶ τρίτον προσκυνήσαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης, ὥσπερ ἱκετείαν τινὰ ποιούμενοι τοῦ θεοῦ μηθὲν ἀσχημονεῖν μηδ’ ἔχειν ἰσχυρὰν ἐπιθυμίαν τοῦ πότου, καὶ λαμβάνειν ἐξ αὐτοῦ τὰ καλὰ καὶ χρήσιμα.Φιλόχορος δ’ ἐν δευτέρῳ Ἀτθίδος
καὶ θέσμιον, φησίν, ἐτέθη τότε προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μὲν ὅσον γεῦμα καὶ δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸν δὲ λοιπὸν ἤδη κεκραμένον. δι’ ὃ καὶ τροφοὺς τοῦ Διονύσου τὰς Νύμφας ὀνομασθῆναι.ὅτι δὲ δοθείσης τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως ἔθος ἦν βαστάζεσθαι τὰς τραπέζας ἔδειξεν διὰ τῆς αὑτοῦ ἀσεβείας ὁ Σικελιώτης Διονύσιος, τῷ γὰρ Ἀσκληπιῷ ἐν ταῖς Συρακούσαις ἀνακειμένης τραπέζης χρυσῆς προπιὼν αὐτῷ ἄκρατον Ἀγαθοῦ Δαίμονος ἐκέλευσεν βασταχθῆναι τὴν τράπεζαν. παρὰ δὲ τοῖς Ἐμεσηνοῖς θύοντες τῷ Ἡλίῳ, ὣς φησι Φύλαρχος ἐν τῇ ιβ’ τῶν Ἱστοριῶν, μέλι σπένδουσιν, οἶνον οὐ φέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν τὰ ὅλα συνέχοντα καὶ διακρατοῦντα θεὸν καὶ ἀεὶ περιπολοῦντα τὸν κόσμον ἀλλότριον εἶναι μέθης.
ἐμέμνηντο δ’ οἱ πολλοὶ καὶ τῶν Ἀττικῶν ἐκείνων σκολίων ἅπερ καὶ αὐτὰ ἄξιὸν ἐστί σοι ἀπομνημονεῦσαι διά τε τὴν ἀρχαιότητα καὶ ἀφέλειαν τῶν ποιησάντων, καὶ τῶν· ἐπαινουμένων ἐπὶ τῇ ἰδέᾳ ταύτῃ τῆς ποιητικῆς Ἀλκαίου τε καὶ Ἀνακρέοντος, ὡς Ἀριστοφάνης παρίστησιν ἐν Δαιταλεῦσιν λέγων οὕτως
ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.καὶ Πράξιλλα δ’ ἡ Σικυωνία ἐθαυμάζετο ἐπὶ τῇ τῶν σκολίων ποιήσει. σκόλια δὲ καλοῦνται οὐ κατὰ τὸν τῆς μελοποιίας τρόπον ὅτι σκολιὸς ἦν λέγουσιν γὰρ τὰ ἐν ταῖς ἀνειμέναις εἶναι σκολιὰ ἀλλὰ τριῶν γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων ὁ Κασσανδρεὺς ἐν δευτέρῳ Βιβλίων Χρήσεως, ἐν οἷς τὰ περί· τὰς συνουσίας ἦν ᾀδόμενα· ὧν τὸ μὲν πρῶτον ἦν ὃ δὴ πάντας ᾄδειν νόμος ἦν, τὸ δὲ δεύτερον ὃ δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε· κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τὸ τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλ’ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ καθ᾽ ὅντινα τόπον ἀεὶ τύχοιεν ὄντες· διόπερ ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον τὸ μήθ’ ἅμα μήθ’ ἑξῆς γινόμενον, ἀλλ’ ὅπη ἔτυχον εἶναι σκόλιον ἐκλήθη, τὸ δὲ τοιοῦτον ᾔδετο ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοι ἐνταῦθα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν προφέρειν. καλὴν δὲ ταύτην ἐνόμιζον τὴν παραίνεσὶν τέ τινα καὶ γνώμην ἔχειν δοκοῦσαν χρησίμην εἰς τὸν βίον.
τῶν οὖν δειπνοσοφιστῶν ὁ μέν τις ἔλεγε τῶν σκολίων τόδε, ὁ δέ τις τόδε· πάντα δ’ ἦν τὰ λεχθέντα ταῦτα· α#
ΠαλλὰςΤριτογένει᾽, ἄνασσ’ Ἀθηνᾶ, ὄρθου τήνδε πόλιν τε καὶ πολίτας, ἄτερ ἀλγέων καὶ στάσεων καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ.β᾽
πλούτου μητέρ’ Ὀλυμπίαν ἀείδω Δήμητρα στεφανηφόροις ἐν ὥραις, σέ τε, παῖ Διός, Φερσεφόνη · χαίρετον, εὖ δὲ τάνδ’ ἀμφέπετον πόλιν.γ#
ἐν Δήλῳ ποτ’ ἔτικτε παῖδα Λατώ, Φοῖβον χρυσοκόμαν, ἄνακτ’ Ἀπόλλω, ἐλαφηβόλον τ’ ἀγροτέραν Ἄρτεμιν, ἃ γυναικῶν μέγ’ ἔχει κράτος.δ#
ὦ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς, ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις, γελάσειας, ὦ Πάν, ἐπ’ ἐμαῖς εὔφροσι ταῖσδ’ ἀοιδαῖς κεχαρημένος.ε#
ἐνικήσαμεν ὡς ἐβουλόμεσθα, καὶ νίκην ἔδοσαν θεοὶ φέροντες παρὰ Πανδρόσου ---ʽὡς φίλην Ἀθηνᾶν. ʼ ὁσ᾽
εἶθ’ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντ᾽, ἔπειτα τὸν νοῦν ἐσιδόντα, κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.ζ#
ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ καλὸν φυὰν γενέσθαι, τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως, καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων. ἀισθέντος δὲ τούτου καὶ πάντων ἡσθέντων ἐπ’ αὐτῷ καὶ μνημονευσάντων ὅτι καὶ ὁ καλὸς Πλάτων αὐτοῦ μέμνηται ὡς ἄριστα εἰρημένου, ὁ Μυρτίλος ἔφη Ἀναξανδρίδην αὐτὸ διακεχλευακέναι τὸν κωμῳδιοποιὸν ἐν Θησαυρῷ λέγοντα οὕτως· ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν ὠνόμασεν ὀρθῶς· δεύτερον δ’ εἶναι καλόν, τρίτον δὲ πλουτεῖν, τοῦθ᾽, ὁρᾷς, ἐμαίνετο· μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον. ἑξῆς δ’ ἐλέχθη καὶ τάδε·η#
------ ἐκ γῆς χρὴ κατίδην πλόον, εἴ τις δύναιτο καὶ παλάμην ἔχοι. ἐπεὶ δὲ κ’ ἐν πόντῳ γένηται, τῷ παρεόντι τρέχειν ἀνάγκη.θ#
ὁ δὲ καρκίνος ὧδ’ ἔφη, χαλᾷ τὸν ὄφιν λαβών
εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν καὶ μὴ σκολιὰ φρονεῖν.ι#
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτε τὸν τύραννον κτανέτην ἰσονόμους τ’ ᾽ Ἀθήνας ἐποιησάτην.ια# φίλταθ’ Ἁρμόδι’ , οὒ τί που τέθνηκας νήσοις δ’ ἐν μακάρων σέ φασιν εἶναι, ἵνα περ ποδώκης Ἀχιλεύς, Τυδείδην τέ φασι τὸν ἐσθλὸν Διομήδεα. ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτ’ Ἀθηναίης ἐν θυσίαις ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.
ιγ᾽ αἰεὶ σφῷν κλέος ἔσσεται κατ’ αἶαν, φίλταθ’ Ἁρμόδιος καὶ ι Ἀριστογείτων· ὅτι τὸν τύραννον κτανέτην ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.ιδ#Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δ’ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις.ιε# παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σε ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.ισ᾽τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.ιζ᾽ εἴθε λύρα καλὰ γενοίμαν ἐλεφαντίνα, καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.ιη# εἴθ’ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.ιθ# σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει, σύν μοι μαινομένῳ μαίνεο, σὺν σώφρονι σωφρόνει.
κ# ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρ᾽, ὑποδύεται. φράζευ μή σε βάλῃ· τῷ δ’ ἀφανεῖ πᾶς ἕπεται δόλος.
κα# ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ’ ἔραται λαβεῖν κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ’ ἔραμαι λαβεῖν.
κβ# πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσ’ ἐμπεδέως ἔθος· ἐν ταὐτᾷ πυέλῳ τὸν τ’ ἀγαθὸν τόν τε κακὸν λόει.
κγ# ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ’ ἐπιλήθου, εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
κδ# αἰαῖ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότ’ ἔδειξαν οἵων πατέρων κύρησαν.
κε#ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλαν ἔχει τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ’ ἐμὸν νόον.σκόλιον δὲ φασί τινες καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔχει δ’ οὕτως·
ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω, τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ᾽· ἀμπέλω, τούτῳ δεσπότας μνοίας κέκλημαι. τοὶ δὲ μὴ τολμῶντ’ ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός, πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν καὶ μέγαν βασιλῆα φωνέοντες.
τούτων λεχθέντων ὁ Δημόκριτος ἔφη·
ἀλλὰ μὴν καὶ τὸ ὑπ’ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος Δημόφιλος εἰσέδωκε, παρασκευασθεὶς ὑπ’ Εὐρυμέδοντος, ὡς ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα, ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ἆσμα, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτὸ εἶδός ἐστιν ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω·ἀρετὰ πολύμοχθε γένει βροτείῳ, θήραμα κάλλιστον βίῳ, σᾶς πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας, τοῖον ἐπὶ φρένα βάλλεις καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω καὶ γονέων μαλακαυγήτοιὸ θ’ ὕπνου σεῦ δ’ ἕνεχ’ οἱ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι πόλλ’ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν. σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ’ Ἀίδα δόμον ἦλθον. σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατὸν τέ μιν αὐξήσουσι Μοῦσαι, Μνημοσύνης θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου.
ἐγὼ μὲν οὐκ οἶδα εἴ τίς τι κατιδεῖν ἐν τούτοις δύναται παιανικὸν ἰδίωμα, σαφῶς ὁμολογοῦντος τοῦ γεγραφότος τετελευτηκέναι τὸν Ἑρμείαν δι’ ὧν εἴρηκενσᾶς γὰρ φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς.οὐκ ἔχει δ’ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ ὁ εἰς Λύσανδρον τὸν Σπαρτιάτην γραφεὶς ὄντως παιάν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις ῝ Ὥροις ᾄδεσθαι ἐν Σάμῳ. παιὰν δ’ ἐστὶν καὶ ὁ εἰς Κρατερὸν τὸν Μακεδόνα γραφείς, ὃν ἐτεκτήνατο Ἀλεξῖνος ὁ διαλεκτικός, φησὶν Ἕρμιππος ὁ Καλλιμάχειος ἐν τῷ πρώτῳ περὶ Ἀριστοτέλους, ᾄδεται δὲ καὶ οὗτος ἐν Δελφοῖς, λυρίζοντὸς γέ τινος παιδός. καὶ ὁ εἰς Ἀγήμονα δὲ τὸν Κορίνθιον Ἀλκυόνης πατέρα, ὃν ᾄδουσιν Κορίνθιοι, ἔχει τὸ παιανικὸν ἐπίφθεγμα. παρέθετο δ’ αὐτὸν Πολέμων ὁ περιηγητὴς ἐν τῇ πρὸς Ἀράνθιον Ἐπιστολῇ. καὶ ὁ εἰς Πτολεμαῖον δὲ τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα παιάν ἐστιν, ὃν ᾄδουσιν Ῥόδιοι· ἔχει γὰρ τὸ ἰὴ παιὰν ἐπίφθεγμα, ὥς φησιν Γόργων ἐν τῷ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν, ἐπ’ Ἀντιγόνῳ δὲ καὶ Δημητρίῳ φησὶν Φιλόχορος Ἀθηναίους ᾄδειν παιᾶνας τοὺς πεποιημένους ὑπὸ Ἑρμοκλέους τοῦ Κυζικηνοῦ, ἐφαμίλλων γενομένων τῶν παιᾶνας ποιησάντων πάντων καὶ τοῦ Ἑρμοκλέους προκριθέντος, ἀλλὰ μὴν καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ Ἀπολογίᾳ τῆς ἀσεβείας, εἰ μὴ κατέψευσται ὁ λόγος, φησίνοὐ γὰρ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προαιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον καὶ ἀθανατίζειν τὴν φύσιν βουλόμενος ἐπιταφίοις ἂν τιμαῖς ἐκόσμησα τὸ σῶμα.
τοιαῦτα λέγοντος τοῦ Δημοκρίτου ὁ Κύνουλκος ἔφη·τί μ’ ἀνέμνασας κείνων κυκλικῶν;κατὰ τὸν σὸν Φίλωνα, δέον μηδένα τῶν σπουδῆς ἀξίων λέγειν τι τοῦ γάστρωνος παρόντος Οὐλπιανοῦ. οὗτος γὰρ τὰς καπυρωτέρας ᾠδὰς ἀσπάζεται μᾶλλον τῶν ἐσπουδασμένων οἷαὶ εἰσιν αἱ Λοκρικαὶ καλούμεναι, μοιχικαί τινες τὴν φύσιν ὑπάρχουσαι, ὡς καὶ ἥδε·ὦ τί πάσχεις; μὴ προδῷς ἄμμ᾽, ἱκετεύω. πρὶν μολεῖν καὶ κεῖνον, ἀνστῶ, μὴ κακὸν σὲ μέγα ποιήσῃ κἀμὲ τήνδε δειλάκραν, ἁμέρα καὶ δή, τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῇς;τοιούτων γὰρ ᾀσμάτων αὐτοῦ πᾶσα πλήρης ἡ Φοινίκη, ἐν ᾗ καὶ αὐτὸς περιῄει καλαμίζων μετὰ τῶν τοὺς κολάβρους καλουμένους συντιθέντων. εἴρηται γάρ, ὦ καλὲ Οὐλπιανέ, τοὔνομα. καὶ ὅ γε Σκήψιος Δημήτριος ἐν τῷ δεκάτῳ τοῦ Τρωικοῦ Διακόσμου φησὶν οὕτως·Κτησιφῶν ὁ Ἀθηναῖος ποιητὴς τῶν καλουμένων κολάβρων, ὃν καὶ ὁ πρῶτος μετὰ Φιλέταιρον ἄρξας Περγάμου Ἄτταλος δικαστὴν καθεστάκει βασιλικῶν τῶν περὶ τὴν Αἰολίδα.ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς κἀν τῷ ἐννεακαιδεκάτῳ τῆς αὐτῆς πραγματείας Μνησιπτολέμου φησί ποτε τοῦ ἱστοριογράφου τοῦ παρὰ Ἀντιόχῳ τῷ προσαγορευθέντι Μεγάλῳ πλεῖστον ἰσχύσαντος υἱὸν γενέσθαι Σέλευκον τὸν τῶν ἱλαρῶν ᾀσμάτων ποιητήν. οὗπερ συνεχῶς ᾄδειν εἰώθασινκἀγὼ παιδοφιλήσω πολύ μοι κάλλιον ἢ γαμεῖν· παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ,
καὶ μετὰ ταῦτα ἀποβλέψας εἰς αὐτὸν ἔφη·
ἀλλ’ ἐπειδή μοι ὀργίζῃ, ἔρχομαί σοι λέξων τὸν συρβηνέων χορὸν ὅστις ἐστί.καὶ ὁ Οὐλπιανὸς
οἴει γάρ, ἔφη, κάθαρμα, θυμοῦσθαί με ἐφ’ οἷς εἴρηκας ἢ κἀπ’ ὀλίγον σου πεφροντικέναι, κύον ἀδδεές; ἀλλ’ ἐπεὶ διδάσκειν μέ τι ἐπαγγέλλῃ, σπονδάς σοι ποιοῦμαι οὐ τριακοντούτιδας ἀλλ’ ἑκατοντούτιδας. σὺ δὲ μόνον δίδασκε τίς ὁ συρβηνέων χορός.καὶ ὃς·
Κλέαρχος, ὦ λῷστε, ἐν δευτέρῳ περὶ Παιδείας οὑτωσί φησιν ᾽ λείπεταί ὁ συρβηνέων χορός, ὧν ἕκαστος τὸ δοκοῦν ἑαυτῷ κατᾴδει, προσέχων οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορὸν ἀλλ’ αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν ὁ θεατής, καὶ κατὰ τὸν παρῳδὸν Μάτρωνα·καὶ ὅς·οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι, Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν. ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια`σὺ δὲ καὶ ζῶν, καλὲ Οὐλπιανέ, πάντα μὲν ζητεῖς, λέγεις δὲ οὐδὲ ἕν.
τίς ἡδέως, ἔφη, ---τῶν ἐπῶν, ὦ καλέ μου ἑταῖρε, ἕως ἔτι ἐμμένομεν ταῖς σπονδαῖς.
καὶ ὁ Κύνουλκος·
πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ὦ ἑταῖρε ἐνδοξότατος δ’ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα, μνημονεύει δ’ αὐτοῦ Τίμων ἐν τῷ πρώτῳ τῶν Σίλλων. πολέμων δ’ ἐν τῷ δωδεκάτῳ τῶν πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει· ‘καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος ἐν τοῖς ἑξαμέτροις·Μοῦσά μοι Εὐρυμεδοντιάδεω τὴν ποντοχάρυβδιν, τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὄληται βουλῇ δημοσίῃ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο.κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπ’ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ’ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως·ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ᾽ ἀνέπεισε καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ’ ἀναβῆναι;’τοῖσι δ’ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ’ ἔπος εἶπονμνῆ μ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς· ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα. αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους δὲ μηδένα πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω, μὴ τίς μοι κατὰ οἶκον Ἀχαιϊάδων νεμεσήσῃ, πεσσομένης ἀλόχου τὸν ἀχάϊνον ἄρτον ἀεικῶς καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα, ὦ φίλη, ὡνὴρ μὲν παρ’ Ἀθηναίοισιν ἀείσας πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω., ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ·δεινὰ παθοῦσα, Φακῆ βδελυρά, χώρει ᾽ς τὸν ἀγῶνα.καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.
πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίαςκωμῳδίας ποιητής, τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ’ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίννην. ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης·βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάρινμήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ, μήτε σύ, Πηλείδη.ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ·ὡς Ἀγαθοκλεῖος λάσιαι φρένες ἤλασαν ἔξω πατρίδος, ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος, Μιμνέρμου δ’ εἰς ἔπος ἄκρον ἰὼν παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ᾽ ὡνὴρ εὖ παρ’ Ὁμηρείην ἀγλαίην ἐπέων πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην, φλύοντ’ ἀνθηρῇ σὺν κακοδαιμονίῃ. τῷ ῥα Συρηκοσίοις καὶ ἔχον χάριν, ὃς δὲ Βοιωτοῦ ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ’ ὀλίγον.
πολλῶν οὖν ἑκάστοτε τοιούτων λεγομένων, ἐπεί ποτε ἑσπέρα κατελάμβανεν ἡμᾶς, ὁ μέν τις ἔλεγεν
παῖ, λυχνίον᾽,ὁ δὲ λυχνέα, ὁ δὲ λοφνίαν, οὕτω καλεῖσθαι φάσκων τὴν ἐκ τοῦ φλοιοῦ λαμπάδα, ὁ δὲ πανόν, ἄλλος δὲ φανόν, ὁ δὲ λυχνοῦχον, ὃ δὲ λύχνον, καὶ δίμυξον δὲ λύχνον ἕτερος, ἄλλος δὲ ἑλάνην, ὁ δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην οὕτω δ’ εἰπεῖν Νεάνθην ἐν αʹ τῶν περὶ Ἄτταλον Ἱστοριῶν. καὶ ἄλλος ὅ τι δή ποτε, ὡς τάραχον γίνεσθαι οὐ τὸν τυχόντα τῶν ἐπὶ τούτοις πίστεων παρὰ πάντων λεγομένων. Σιληνὸν μὲν γάρ τις τὸν γλωσσογράφον ἔφασκεν Ἀθηναίους λέγειν τὰς λαμπάδας φανούς. Τιμαχίδας δὲ ὁ Ῥόδιος δέλετρον τὸν φανὸν καλεῖσθαι, οἷον, φησίν, οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν ---οὓς οὗτοι ἑλάνας καλοῦσιν. Ἀμερίας δὲ γράβιον τὸν φανόν. Σέλευκος δὲ οὕτως ἐξηγεῖται ταύτην τὴν λέξιν
γράβιόν ἐστιν τα πρίνινον ἢ δρύινον ξύλον ὃ περιεθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας γοῦν ὁ Συρακόσιος ἐν Κενταύροις διθυράμβῳ φησίνπίσσα δὲ ἀπὸ γραβίων ἔσταζεν,οἷον ἀπὸ ---λαμπάδων. μνημονεύει δὲ γραβίων καὶ Στράττις ἐν Φοινίσσαις.
ὅτι δὲ λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησιν
καὶ διαστίλβονθ’ ὁρῶμεν ὥσπερ, ἐν καινῷ λυχνούχῳ, πάντα τῆς ἐξωμίδος,ἐν δὲ τῷ δευτέρῳ Νιόβῳ προειπὼν λυχνοῦχον οἴμοι κακόδαιμον φησίν, ὁ λύχνος ἡμῖν οἴχεται. εἶτ’ ἐπιφέρει·
καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται κἄλαθέ σε;ἐν δὲ τοῖς ἑξῆς καὶ λυχνίδιον αὐτὸν καλεῖ διὰ τούτων
ἀλλ’ ὥσπερ λύχνος ὁμοιότατα κάθευδ’ ἐπὶ τοῦ λυχνιδίου.Πλάτων δ’ ἐν Νυκτὶ Μακρᾷ·
ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή.Φερεκράτης Δουλοδιδασκάλῳ ·
ἄνυσὸν ποτ’ ἐξελθών, σκότος γὰρ γίγνεται, καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον.Ἄλεξις δ’ Ἐκκηρυττομένῳ·
ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.Εὐμήδης δ’ ἐν Σφαττομένῳ προειπών
ἡγοῦ μὲν ἢν δὲ . υ?κνον εἰς τὸ πρόσθ’ ἰδὼν --- ατο ---ϋμένιδι ---ς,ἐπιφέρει· ---
λυχνούχῳ ---κο ---Ἐπικράτης δ’ ἐν Τριόδοντι ἢ Ῥωποπώλῃ προειπών
λαβὲ τριόδοντα καὶ λυχνοῦχον,ἐπιφέρει·
ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά, σιδηρότευκτον ἐναλίων θηρῶν βέλος, κερατίνου τε φωσφόρου λύχνου σέλας,Ἄλεξις Μίδωνι·
ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.
ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις· οἶμαὶ γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς ἡμῖν ὅτι τηνικαῦτα μεθύων περιπατῶ, ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν, τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;Ἀναξανδρίδης δὲ ἐν Ὕβρει·
οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἱ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος ᾽ Ἀνεψιοῖς
ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί· δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθενΝικόστρατος ἐν Πατριώταις·
ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι ἂν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ.Φιλιππίδης Συμπλεούσαις·
ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;
Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων
τίς τῶν λυχνείων ἡ ᾽ ργασία; β. Τυρρηνική.ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δ’ Ἱππεῦσι·
τῶν δ’ ἀκοντίων συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.Δίφιλος δ’ ἐν Ἀγνοίᾳ·
ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν.Εὐφορίων δ’ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος ὁ τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμνππος δὲ ὁ κωμῳδιοποιὸς ἐν Ἰάμβοις τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι·
τῇδ’ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον.πανὸς δ’ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον τούτῳ δ’ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς·
οἶσ’ εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι φῶς μόνον πολὺ ποίει.Δίφιλος Στρατιώτῃ·
ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός.πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται | τοῦ πανοῦ καὶ Εὐριπίδης | ἐν Ἴωνι. ἔλεγον δὲ τοῦτον οἱ ` πρὸ ἡμῶν καὶ ξυλολυχνοῦχον, οὗ μνημονεύει Ἄλεξις | ἐν Εἰσοικιζομένῳ οὕτως ὁ δὲ ξυλολυχνοῦχος . . . πυρὸς πνρας ` ν?ὶ χ ο κ ---μνημο- νεύει δὲ Θεόπομπος ἐν Εἰρήνῃ λέγων οὑτωσί· ἡμᾶς δ’ ἀ- παλλαχθέντας ἐπ’ ἀγαθαῖς τύχαις ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς επακ επις ασελ ωτι πῶς μεν δαίμ γωδ ὀισπ φη εν νειμ απτ Φιλύ λλιος π δι λα φ ξ δ φολ. ὡς ἐβάδιζον δαίδας μετὰ χερσὶν ἔχοντες.ʼ . , , δὲ τῶν ἄλλων έμενον ἔν δέοι κατα ὅπερ ἔτι . ρων κάν ῆι φησὶ λεὶ οδω ι εἰς ωλι δ’ ενι λὺ υθέ ντί εν ῆς εκ ου ψη χρυ αφά ει· ον υ διμύξου ει ὰ ς αῖ α
Compendium in CE ξυλολύχνου δὲ μέμνηται Ἄλεξις· καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνιον. Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δ’ εὕρημα λύχνος· φλογὶ δ’ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο.
κοιμίσαι λύχνονΦρύνιχος φησί. καὶ λύχνον δίμυξον οἴσω καὶ θρυαλλίδ᾽, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ· ἐνταῦθ’ ἐπ’ αὐτῶν· τῶν κροτάφων ἕξει λύχνον δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ καὶ Φιλωνίδης ἐν Κοθόρνοις. Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν Ῥοδίους τὴν ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου λαμπάδα. Ὅμηρος δὲ τὰς λαμπάδας δετὰς ὀνομάζει· καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ ἡ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν, Νίκανδρος δ’ ὁ Κολοφώνιος ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν. λυχνοκαυτίαν δέ, ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν, Κηφισόδωρος ἐν Ὑί καὶ ὁ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη·
ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους· ἐκφέρετε πεύκας κατ’ Ἀγάθωνα φωσφόρους.καὶ ταῦτ’ εἰπὼν
οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν,ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.