Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
ἐπεὶ δὲ Ἀλεξανδρείας ἐμνημόνευσα, οἶδά τινα ἐν τῇ καλῇ ταύτῃ πόλει καλούμενον στέφανον Ἀντινόειον γινόμενον ἐκ τοῦ αὐτόθι καλουμένου λωτοῦ. φύεται δ’ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καὶ εἰσὶν αὐτοῦ χροιαὶ δύο, ἡ μὲν τῷ ῥόδῳ ἐοικυῖα· ἐκ τούτου δὲ ὁ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται· ὁ δὲ ἕτερος λώτινος ὀνομάζεται. κυανέαν ἔχων τὴν χροιάν. καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν τὴν Λιβύην, ἧς καὶ πολλὰ
ἀοίκητα ἐπεποιήκει οὗτος ὁ λέων. ἡσθεὶς οὖν ἐπὶ τῇ τῆς ἐννοίας εὑρέσει καὶ καινότητι τὴν ἐν Μουσῶν αὐτῷ σίτησιν ἔχειν ἐχαρίσατο. καὶ Κρατῖνος δ’ ὁ κωμῳδιοποιὸς ἐν Ὀδυσσεῦσι κέκληκεν τὸν λωτὸν στεφάνωμα διὰ τὸ πάντα τὰ φυλλώδη ὑπὸ τῶν ᾽ Ἀθηναίων στεφανώματα λέγεσθαι. ὁ δὲ Παγκράτης ἐν τῷ ποιήματι οὐκ ἀγλαφύρως εἴρηκενοὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.
πυλέων. οὕτως καλεῖται ὁ στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες, ὥς φησιν Πάμφιλος. ἀλλὰ μὴν καὶ ἰάκχαν τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλίτας δ’ οὕτως γράφει·
Ἰάκχα, ἐν τῇ Σικυωνίᾳ, στεφάνωμα εὐῶδες·Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις Ἑλλωτίδα καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κ’ , πομπεύειν τε ἐν τῇ τῶν Ἑλλωτίων ἑορτῇ, φασὶ δ’ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια.ἕστηκ’ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς καλὸν Ἰακχαῖον θηκαμένη στέφανον.Θυρεατικοί. οὕτω καλοῦνταί τινες στέφανοι παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ Θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. φέρειν δ’ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσιν. χοροὶ δ’ εἰσὶν γ᾽, ὁ μὲν πρόσω παίδων, ὁ δ’ ἐκ δεξιοῦ γερόντων, ὁ δ’ ἐξ ἀριστεροῦ ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.
μελιλωτίνων δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ οὕτως· στεφάνους
τε πολλοὺς κρεμαμένους μελιλωτίνους.ἐπιθυμίς. Σέλευκός φησι
τὰ πάντα, στεφανώματα.Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα ἃ τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαιὑποθυμὶς δὲ καὶ ὑποθυμίδες στέφανοι παρ’ Αἰολεῦσιν καὶ Ἴωσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως. Φιλίτας δ’ ἐν τοῖς Ἀτάκτοις ὑποθυμίδα Λεσβίους φησὶν καλεῖν
μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη.καὶ ὑπογλωττὶς δὲ στεφάνου ἐστὶν εἶδος. Θεόδωρος δ’ ἐν Ἀττικαῖς Γλώσσαις στεφάνων πλοκῆς γένος παρὰ Πλάτωνι ἐν Διὶ Κακουμένῳ.
εὑρίσκω δὲ καὶ παρὰ τοῖς κωμικοῖς κυλιστὸν τινα καλούμενον στέφανον καὶ μνημονεύοντα αὐτοῦ Ἄρχιππον ἐν Ῥίνωνι διὰ τούτων
ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται, στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε. Ἄλεξις δ’ ἐν μὲν Ἀγωνίδι ἢ Ἱππίσκῳ·ὁ τρίτος οὗτος δ’ ἔχει σύκων κυλιστὸν στέφανον. ἀλλ’ ἔχαιρε καὶ ζῶν τοῖς τοιούτοις.ἐν δὲ τῷ Σκίρωνί φησι·ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.μνημονεύει δ’ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ ἐρῶντι, Εὔβουλος δ’ ἐν Οἰνομάῳ ἢ Πέλοπι·περιφοραῖς κυκλούμενος ὥσπερ κυλιστὸς στέφανος.τίς οὖν οὗτος ὁ κυλιστός; οἶδα γὰρ τὸν Θυατειρηνὸν Νίκανδρον ἐν τοῖς Ἀττικοῖς Ὀνόμασι λέγοντα τάδε·ἐκκύλιστοι· στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων.καὶ τὸ εἶδος ὁποῖον ζητῶ, ὦ Κύνουλκε, καὶ μή μοι εἴπῃς ὅτι δεῖ τοὺς ἁδροὺς ἀκούειν. σὺ γὰρ εἶ ὁ τὰ ἐν τοῖς βιβλίοις οὐ μόνον ἀπόρρητα ἐκλέγων ἀλλὰ καὶ διορύττων, καθάπερ οἱ παρὰ Βάτωνι τῷ κωμῳδιοποιῷ ἐν Συνεξαπατῶντι φιλόσοφοι, περὶ ὧν καὶ Σοφοκλῆς Συνδείπνοις φησίν, οὖσί σοι παραπλησίοις ·οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.ἐπειδὴ οὖν ἤδη καὶ σὺ πεπλήρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων ἀλλὰ καὶ τῆς ἀειζώου βοτάνης, ἧς ὁ Ἀνθηδόνιος ἐκεῖνος δαίμων ἐμφορηθεὶς ἀθάνατος πάλιν †ητις† γέγονε, λέγε ἡμῖν περὶ τοῦ προκειμένου, ἵνα μὴ κατὰ τὸν θεῖον Πλάτωνα ὑπολάβωμέν σε ἀποθανόντα μεταμορφωθῆναι, τοὺς μὲν γὰρ τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.
ἐπὶ ἕτερον,φησί,
στέφανον μεταβήσομαι,ὁ Οὐλπιανός,
τὸν στρούθινον καλούμενον, οὗ μέμνηται μὲν ὁ Ἀσκληπιάδης, παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα·
ὦ μάκαρ, ἥτις ἔχουσ’ ἐνὶ δωματίῳ στρουθίον· ἀεροφόρητον λεπτότατον περὶ σῶμα συνίλλεται ἡδύπνοον περὶ νυμφίον εὔτριχα, κισσὸς ὅπως Καλάμῳ περιφύεται αὐξόμενος ἔαρος ὀλολυγόνος ἔρωτι κατατετηκώς.πλέκεται δ’ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους, οὗ μνημονεύει Θεόφραστος ἐν ἕκτῳ Φυτικῆς Ἱστορίας ἐν τούτοιςἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, ὃ τῇ μὲν ὄψει καλὸν ἄνθος, ἄοσμον δέ.γαλήνη δ’ ἡ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει.πόθος. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γλώσσαις· καὶ ἴσως ὁ ἀπὸ τοῦ οὕτω καλουμένου ἄνθους πλεκόμενος, οὗ μνημονεύει ὁ αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε·
τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος, οὗτος δὲ ἐστι διττός, ὁ μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ’ ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους.καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους·Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις στέφανον πολυποίκιλον ἀνθέων, ὑγρότατον, χαριέστατον, ὦ Ζεῦ· τί γάρ; αὐτὸν ἔχουσα φιλήσει.κἀν τοῖς ἑξῆς τάδε φησί·στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους ἢ μυρτίνους ἢ τῶν διηνθεμισμένων; β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ τὰ γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.
φιλύρινος. ΞέναρχοςΣτρατιώτῃ·
φιλύρας εἶχε γάρ ὁ παῖς ἀφύλλου στέφανον ἀμφικείμενον. καλοῦνται δέ τινες καὶ ἑλικτοὶ στέφανοι, ὥσπερπαρὰ Ἀλεξανδρεῦσι μέχρι καὶ νῦν. μνημονεύει δ’ αὐτῶν Χαιρήμων ὁ τραγῳδιοποιὸς ἐν Διονύσῳ διὰ τούτωνκισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ στεφάνων ἑλικτῶν ὁρμαθούς --- περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων στεφάνωνἙλλάνικος ἐν τοῖς Αἰγυπτιακοῖς οὕτως γράφει·πόλις ἐπιποταμίη, Τίνδιον ὄνομα· αὐτῇ` θεῶν ὁμήγυρις καὶ ἱερὸν μέγα καὶ ἁγνὸν ἐν μέσῃ τῇ πόλει λίθινον καὶ θύρετρα λίθινα. ἔσω τοῦ ἱεροῦ ἄκανθαι πεφύκασι λευκαὶ καὶ μέλαιναι. ἐπ᾽ αὐτῇσι στέφανοι ἐπιβέβληνται ἄνω, τῆς ἀκάνθου τοῦ ἄνθεος καὶ ῥοιῆς καὶ ἀμπέλου πεπλεγμένοι· καὶ οὗτοι αἰεὶ ἀνθέουσι· τοὺς ἀπέθεντο οἱ θεοὶ ἐν Αἰγύπτῳ πυθόμενοι βασιλεύειν τὸν Βάβυν, ὅς ἐστι Τυφών.Δημήτριος δ’ ἐν τῷ Περὶ τῶν κατ’ Αἴγυπτον περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησιν γράφων οὕτως·ἔχει δὲ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον. ὃ τὸν καρπὸν φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν, ἀνθεῖ δ’ οὗτος ὅταν ὥρα ᾖ, καὶ ἐστὶ τῷ χρώματι τὸ ἄνθος καὶ καὶ εὐφεγγές. λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰγυπτίων ὅτι οἱ Αἰθίοπες στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτηκέναι, ἐν τούτῳ τῷ τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας· ἐστὶ δὲ παραπλήσια τὰ κλωνία στεφάνοις, ἐφ’ ὧν τὸ ἄνθος φύεται.ὁ δὲ προειρημένος Ἑλλάνικος καὶ Ἄμασιν Αἰγύπτου βασιλεῦσαι, ἰδιώτην ὄντα καὶ τῶν τυχόντων κατὰ τὸν πρῶτον βίον, διὰ στεφάνου δωρεὰν ὃν ἔπεμψεν ἀνθέων πλεξάμενος τῇ ὥρᾳ περικαλλεστάτων γενέθλια ἐπιτελοῦντι Πατάρμιδι τῷ τῆς Αἰγύπτου τότε βασιλεύοντι. τοῦτον γὰρ ἡσθέντα τῷ κάλλει τοῦ στεφάνου καὶ ἐπὶ δεῖπνον καλέσαι τὸν Ἄμασιν καὶ μετὰ ταῦτα τῶν φίλων ἕνα αὐτὸν ἔχοντα ἐκπέμψαι ποτὲ καὶ στρατηγόν, Αἰγυπτίων αὐτῷ πολεμούντων ὑφ’ ὧν διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀποφανθῆναι βασιλέα.
συνθηματιαῖοι στέφανοι, ἠργολαβημένοι καὶ ἐκδόσιμοι. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις·
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.χορωνόν. Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλούμενον·Φοῖβον, ὃς ἁγεῖται τοῖς Τυνδαρίδῃσιν ἀοιδᾶν ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ.
ἀκίνινοι. στέφανοί τινες καλοῦνται οὕτως οἱ τῆς ἀκίνου τοῦ φυτοῦ πλεκόμενοι, ὥς φησιν
Ἄνδρων ὁ ἱατρός. παρέθετο δ’ αὐτοῦ τὴν λέξιν Παρθένιος ὁ τοῦ Διονυσίου ἐν τῷ πρώτῳ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων.στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε·
ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης· γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. συμπλέκουσι γὰρ καὶ τοῦτ’ ἔνιοι εἰς τοὺς στεφάνους, ἐπὶ τούτοις ἥ τε οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται, τὸ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος.ἐν δὲ τῷ θ# ὁ αὐτὸς Θεόφραστός φησιν
ἐάν τις τοῦ ἑλιχρύσου τῷ ἄνθει στεφανῶται, εὔκλειαν ἴσχει μύρῳ ῥαίνων.μνημονεύει αὐτοῦ Ἀλκμὰν ἐν τούτοις·
καὶ τὶν εὔχομαι φέροισα τόνδ’ ἑλιχρύσω πυλεῶνα κἠράτω κυπαίρω.καὶ Ἴβυκος·
μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος, μᾶλά τε καὶ ῥόδα καί τέρεινα δάφνα.Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις. .ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ’ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν ὁ Θεόφραστος εἶναι καὶ πορφυρανθῆ.
Φιλῖνος δὲ τὸ κρίνον ὑφ’ ὧν μὲν λείριον, ὑφ’ ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δ’ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις.
Διοκλῆς δ’ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων
ἀμάρακον , φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.
κοσμοσανδάλων δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων
κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις.Κλέαρχος δ’ ἐν β’ Βίων
ὅρα, φησίν, τοὺς τὸ κοσμοσανδάλοις ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ·οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε; νῦν δ’ ὁμηρεύουσ’ ἔχοντες πορφυροῦς κεκρυφάλους;
Ἱκέσιος δ’ ἐν δευτέρῳ περὶ Ὕλης τὸ λευκόιον φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δ᾽ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον.
τὸ δὲ μέλαν. φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ’ ἐστὶ πολὺ μᾶλλον.Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων φησί·
χαμαίπιτυν, οἱ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατ’ Εὔβοιαν σιδηρῖτιν.Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν τὰ δὲ ἔπη ὀλίγον ὕστερον παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ.
τὸν δὲ Νάρκισσον ἐν τῷ σ’ περὶ Φυτῶν Ἱστορίας ὁ Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθ’ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσαν καὶ
λείριον. Εὔμαχος δ’ ὁ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, ὃ τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως ·ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.
τῆς δ’ ἑρπύλλου , φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ’ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι.
περὶ δὲ τῆς λυχνίδος , λέγων Ἀμερίας ὁ Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα ἡ Ἀφροδίτη λούοιτο. εἶναι δ’ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις.
ἡ δ’ ἶρις , φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δ’ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δ’ ὁ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς
Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι’ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις κάλχαις. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις·χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν.μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ.
τῶν δὲ ῥόδων , φησὶ Θεόφραστος ἐν τῷ ἕκτῳ, πολλαί εἰσι διαφοραί. τὰ μὲν γὰρ πλεῖστα αὐτῶν πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, ἔνια δ’ ἐστὶ καὶ ἑκατοντάφυλλα περὶ Φιλίππους, λαμβάνοντες γὰρ ἐκ τοῦ Παγγαίου φυτεύουσιν ἐκεῖ γὰρ γίγνεται πολλά, μικρά, δὲ σφόδρα τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ἐστὶν ὥστ’ εἶναι τὰ μὲν ἐντός, τὰ δὲ ἐκτός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. τὰ δὲ πεντάφυλλα εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, διὸ καὶ τὸ μύρον ἥδιστον, καὶ τῶν ἴων δὲ καὶ τῶν ἄλλων ἀνθέων ἄκρατοι μάλιστα καὶ θεῖαι αἱ ὀσμαί· διαφερόντως δὲ ἡ τοῦ κρόκου.Τιμαχίδας δ’ ἐν τοῖς Δείπνοις τὸ ῥόδον φησὶ τοὺς Ἀρκάδας καλεῖν εὔομφον ἀντὶ τοῦ εὔοσμον.
Ἀπολλόδωρος δὲ ἐν
δ Παρθικῶν ἄνθος τι ἀναγράφει καλούμενον Φιλάδελφον κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησίν·καὶ μυρσίνης γένη ποικίλα μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσι, ἐμψύχων περιπλοκῇ ἐν τῷ ---μένουσιν ἡνωμέναι καθάπερ ἀπὸ ῥίζης μιᾶς, καὶ τὸ λοιπὸν ἀνατρέχουσιν καὶ ζωοφυτοῦσιν διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ’ αὐτῶν κατασκευάζουσιν. ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες δικτύου τρόπῳ φυτεύουσιν κύκλῳ τῶν κηπευμάτων ι καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.
ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται ὁ μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας ἢ Στασῖνος· Δημοδάμας γὰρ ὁ Ἁλικαρνασσεὺς ἢ Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ Κυπρία Ἁλικαρνασσέως αὐτὰ εἶναί φησι ποιήματα, λέγει δ’ οὖν ὅστις ἐστὶν ὁ ποιήσας αὐτὰ ἐν τῷ αʹ οὑτωσί
εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν, οἷα φοροῦσ᾽ ὧραι, ἔν τε κρόκῳ ἔν θ’ ὑακίνθῳ ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ’ ἐνὶ ἄνθει καλῷ, ἡδέι νεκταρέῳ, ἒν τ’ ἀμβροσίαις καλύκεσσιν ναρκίσσου ---καὶ λειρίου --- δἶ Ἀφροδίτη ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.οὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι’ ὧν λέγει·
ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη . . , πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι, νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη, καλὸν ἀείδουσαι κατ’ ὄρος πολυπιδάκου Ἴδης.
Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν καταλέγων καὶ αὐτὸς στεφανωτικὰ ἄνθη καὶ περὶ Ἰωνιάδων Νυμφῶν καὶ περὶ ῥόδων τάδε λέγει·
ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὅσσ’ ὡραῖα φυτεύοις, ἄνθε’ Ἰαονίηθε· γένη γε μὲν ἰάσι δισσά, ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσειδές, ἅσσα τ’ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων ἑσπέριος Νύμφαισιν Ἰαονίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τ’ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων, πρῶτα μὲν ᾽ Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν, αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις· δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις οὐδὲ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ’ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ’ ἄλλοτε κλῶν’ εὐρυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις Θρασκίω ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην βλαστοδρεπῆ δὲ χυτοῖο καεὶς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοιοι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν. σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι· ἃ κρίνα, λείρια δ’ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ’ Ἀφροδίτης· ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ’ ἐν ῥίζῃσιν ἀγαλλίας ἥ θ’ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν, ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ’ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον, ἀρτίγονοι δὲ εἴδοντ’ ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν. σὺν καὶ ἅπερ τ’ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τὰ τ’ αἰπύτατον κάρη ὑψοῖ, φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς γανάουσα. ἕρπυλλον δ’ ἐφύδροισιν ἐπ’ ἀμβώνεσσι φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάησιν ἐφιμείρων ποτὰ Νυμφέων. καὶ δ’ αὐτῆς μήκωνος ἄπο πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ· φυλλάσιν ἦ γὰρ πάντα διοιγομέναισιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται κώδειαν, καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δ’ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαὶ πῆξαν σάρκα τυπῇσι, τὰ δ’ οὐ βάσιν ἐστήριξαν, θρῖα δ’ οὐ λέγει τὰ τῆς συκῆς, ἀλλὰ τὰ τῆς μήκωνοςοὔτε τί παι βρώμην ποτιδέγμενα· πολλάκι δ’ ἴχνη στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις, ἁδρύνει δὲ βλάστα βαθεῖ’ ἐν τεύχεϊ κόπρος σαμψύχου λιβάνου τε νέας κλάδασἠδ’ ὅσα κῆποι ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν. ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων, κύπρος τ’ ὀσμηρὸν τε σισύμβριον ὅσσα τε κοίλοις ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν κάλλεα, βουφθαλμόν τε καὶ εὐῶδες Διὸς ἄνθος, χάλκας, σὺν δ’ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς ὀρφνοτέρας, ἃς στύξε μετ’ ἄνθεσι Φερσεφόνεια. σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται, αὐταί τ’ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν. ʽἐν ἐνίοις δὲ γράφεταιἐφελκόμεναι φιλοχροιαῖς.ʼ ʼπᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται· πολλάκι θέρμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους σαύρην θ᾽, ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.
ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης· τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι·τὰς δ’ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ.καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως·Νίκανδρός φησιν ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.προείρηται δ᾽ ἄνω περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δ’ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος ·θήσειὸν θ’ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος, Λευκερέης ἱερὸν περικαλλέος, ὃ ῥα μάλιστα φίλατο.ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ ὁ Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησινὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ’ ὑάκινθον, καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς· ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα, γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων, ἔγχει κἀπιβόα τρίτον παιῶν᾽, ὡς νόμος ἐστίν.ὁ δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησινὑπ’ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη κἀνθρύσκου μαλακῶν τ’ ἴων λείμακα καὶ τριφύλλου.ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ὃ ἐπιγράφεται Τρίφυλλον κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς ὁ Φερεκράτης ἢ Στράττις φησίνλουσάμενοι δὲ πρὸ λαμπρᾶς ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ’ ἐν τῷ μύρῳ λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.καὶ Κρατῖνος ἐν Μαλθακοῖς·παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξὶ τ’ ἠριναῖς ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ, ἀνθρύσκου ---ναρκίσσου φόβῃ τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι· καὶ ---κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
ἡ δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων.καὶ μετ’ οὐ πολλὰς ἡμέρας ὥσπερ αὐτὸς αὑτοῦ σιωπὴν καταμαντευσάμενος ἀπέθανεν εὐτυχῶς, οὐδένα καιρὸν νόσῳ παραδούς, πολλὰ δὲ λυπήσας ἡμᾶς τοὺς ἑταίρους.καὶ σὺ μὲν τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει, κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν, μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ ἀρχὴν ποιεῖται τὸν στέφανον τῆς εὐωχίας οὑτωσὶ λέγωνκατὰ χειρὸς δ᾽ ἤλυθ’ ὕδωρ· ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων προχόῳ ἐπέχευεν. εἶτ’ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων κλάδων δισύναπτον.Εὔβουλος Τιτθαῖς·ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους, εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει, ᾔρετο τράπεζα, παρέκειθ’ ἅμα τετριμμένη μᾶζα χαριτοβλέφαρος.τοῦτο δ’ ἦν ἔθος καὶ παρ’ Αἰγυπτίοις, ὡς Νικόστρατός φησιν ἐν Τοκιστῇ. Αἰγύπτιον γὰρ ὑποστησάμενος τὸν τοκιστήν φησινκαταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας καὶ στέφανον. β. εἶεν καλὸς ὁ καιρός, Χαιρεφῶν.σὺ δὲ γαστρίζου, Κύνουλκε· καὶ μετὰ ταῦτα ἡμῖν εἰπὲ διὰ τί Κρατῖνος εἴρηκε τὸν μελίλωτοντῷ τ’ ἀειφρούρῳ μελιλώτῳ.ἐπεὶ δέ σε ὁρῶ ἔξοινον ἤδη γεγενημένον—οὕτως δ’ εἴρηκε τὸν μεθύσην Ἄλεξις ἐν Εἰσοικιζομένῳ παύσομαί σε ἐρεσχηλῶν καὶ τοῖς παισὶ παρακελεύομαι κατὰ τὸν Σοφοκλέα, ὃς ἐν Συνδείπνοις φησί·φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν κρατῆρ᾽, ὅδ’ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται.καὶ κατὰ τὸν Φλιάσιον δὲ Ἀριστίαν καὶ γὰρ οὖτος ταῖς ἐπιγραφομέναις Κηρσὶν ἔφη·σύνδειπνος ἢ ᾽ πίκωμος ἢ μαζαγρέτας, Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων.ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους χυδαίοις στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου, τῶν δὲ χυδαίων στεφάνων μνημονεύων ὁ κωμῳδιοποιός φησινστεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων.κἀγὼ δ’ ἐπὶ τούτοις τοῦ λέγειν ἤδη παύσομαι τὸ τήμερον, παραχωρῶν τε τὸν περὶ τῶν μύρων λόγον τοῖς βουλομένοις διεξέρχεσθαι τῷ τε παιδὶ προστάττων ἐπὶ τῇ στεφανηφόρῳ ταύτῃ μου διαλέξει κατὰ τὸν Ἀντιφάνηστεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.οὕτω γὰρ τὴν τῶν λόγων ἔξοδον ὥσπερ δράματος ποιήσομαι.
περιενεγκόντων δὲ τῶν παίδων ἐν ἀλαβάστοιςκαὶ ἄλλοις χρυσοῖς σκεύεσιν μύρα, νυστάζοντα τὸν Κύνουλκον θεασάμενός τις πολλῷ τῷ μύρῳ τὸ πρόσωπον ἐπέχρισεν. ὁ δὲ διεγερθεὶς καὶ μόλις ἑαυτὸν ἀναλαβὼν τί τοῦτ᾽, εἶπεν, Ἡράκλεις; οὐ σπογγιᾷ τίς μου παρελθὼν τὸ πρόσωπον ἐκκαθαρίσει μεμολυσμένον μαγγανείαις πολλαῖς; ἢ οὐκ οἴδατε καὶ τὸν καλὸν Ξενοφῶντα ἐν τῷ Συμποσίῳ ποιοῦντα τὸν Σωκράτην τοιαυτὶ λέγοντα·νὴ Δί᾽, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ ἀκροάματα καὶ θεάματα ἥδιστα παρέχεις. τί οὖν εἰ καὶ μύρον ἐνέγκαι τις ἡμῖν, ἵνα καὶ εὐωδίᾳ ἑστιῴμεθα; μηδαμῶς, ἔφη ὁ Σωκράτης· ὥσπερ γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικεία, ἄλλη δὲ ἀνδρεία, οὕτω καὶ ὀσμὴ ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ πρέπει, καὶ γὰρ ἀνδρὸς μὲν δή που ἕνεκα ἀνδρῶν οὐδεὶς μύρῳ χρίεται, αἵ γε μὴν γυναῖκες ἄλλως τε καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τε τούτου καὶ ἡ Κριτοβούλου, μύρου μὲν τί καὶ προσδέονται; αὐταὶ γὰρ τούτου ὄζουσιν. ἐλαίου δὲ τοῦ ἐν γυμνασίοις ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶ καὶ ἀποῦσα ποθεινοτέρα. καὶ γὰρ δὴ μύρῳ μὲν ἀλειψάμενος δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον ὄζει· αἱ δ’ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖαί τε καὶ ἐλευθέριαι ἔσεσθαι.καὶ ὁ θαυμασιώτατος δὲ Χρύσιππος τὴν ὀνομασίαν φησὶ λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μόρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοί τε ἐξελαύνουσι τῆς Σπάρτης τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον καὶ τοὺς τὰ ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων τε ὁ σοφὸς διὰ τῶν Νόμων κεκώλυκε τοὺς ἄνδρας μυροπωλεῖν.νῦν
δὲ τῶν ἀνθρώπων οὐχ αἱ ὀσμαὶ μόνον, ὥς φησιν Κλέαρχος ἐν γ’ περὶ Βίων, ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συνεκθηλύνουσι τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι τρυφερόν; καίτοι Σαπφώ, γυνὴ μὲν πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια, ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν λέγουσα ὧδε·ταῦτα μὲν ὁ Κλέαρχος. Σοφοκλῆς δ’ ὁ ποιητὴς ἐν Κρίσει τῷ δράματι τὴν μὲν Ἀφροδίτην Ἡδονήν τινα οὖσαν δαίμονα μύρῳ τε ἀλειφομένην παράγει καὶ κατοπτριζομένην, τὴν δὲ Ἀθηνᾶν Φρόνησιν οὖσαν καὶ Νοῦν ἔτι δ’ ᾽ Ἀρετήν, ἐλαίῳ χριομένην καὶ γυμναζομένην.ἐγὼ δὲ φίλημμ’ ἁβροσύναν, --- τοῦτο, καί μοι τὸ λαμπρὸν ἔρος τὠελίω καὶ τὸ καλὸν λέλογχε·φανερὸν ποιοῦσα πᾶσιν ὡς ἡ τοῦ ζῆν ἐπιθυμία τὸ λαμπρὸν καὶ τὸ καλὸν εἶχεν αὐτῇ ταῦτα δ’ ἐστὶν οἰκεῖα τῆς ἀρετῆς. Παρράσιος δὲ ὁ ζωγράφος, καίπερ παρὰ μέλος ὑπὲρ τὴν ἑαυτοῦ τέχνην τρυφήσας καὶ τὸ λεγόμενον ἐλευθέριον ἐκ ῥαβδίων ὡς ἔκ τινων ποτηρίων ἑλκύσας, λόγῳ γοῦν ἀντελάβετο τῆς ἀρετῆς, ἐπιγραψάμενος τοῖς ἐν Λίνδῳ πᾶσιν αὑτοῦ ἔργοιςἁβροδίαιτος ἀνήρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν Παρράσιος.ᾧ κομψός τις, ὡς ἐμοὶ δοκεῖ, ὑπεραλγήσας ῥυπαίνοντι τὸ τῆς ἀρετῆς ἀβρὸν καὶ καλόν, ἅτε φορτικῶς μετακαλεσαμένῳ εἰς τρυφὴν τὴν δοθεῖσαν ὑπὸ τῆς τύχης χορηγίαν, παρέγραψε τὸῥαβδοδίαιτος ἀνήρ.ἀλλ’ ὅμως διὰ τὸ τὴν ἀρετὴν φῆσαι τιμᾶν ἀνεκτέον.
τούτοις ἀπαντήσας ὁ Μασσούριος ἔφη·
ὦ δαιμόνιε ἀνδρῶν, οὐκ οἶδας ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται προσέτι τε θεραπεύονται, καθὰ καὶ Ἄλεξίς φησιν ἐν Πονήρᾳ οὕτως·καὶ Ὅμηρος δέ φησινὑγιείας μέρος μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.καὶ ὁ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη· κὰδδὲ χευάτω μύρον ἁδὺ καττῶ στήθεος ἄμμι.καὶ ὁ σοφὸς δὲ Ἀνακρέων λέγει που·τί μὴν πέτεαι συρίγγων κοιλώτερα στήθεα χρισάμενος μύρῳ;τὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς εὐώδεσι. τοῦτο δ’ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας ἀπὸ τοῦ στήθους κατὰ φύσιν ἀναφερομένης ἐπὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν.
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.καί·
κραδίη δὲ οἱ ἔνδον ὑλάκτει.καί·
Ἕκτορι δ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.ὃ δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι· κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν ἐπιδηλότατα συμβαίνει. καὶ ὁ Ἀγαμέμνων δέ φησιν ὁ Ὁμηρικός·
αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω στηθέων ἐκθρώσκει, τρομέει δ’ ὕπο φαίδιμα γυῖα.καὶ ὁ Σοφοκλῆς δὲ τὰς ἀπολελυμένας τοῦ φόβου πεποίηκε λεγούσας ·
θυμῷ δ’ οὔ τις φαιδρὰ χορεύει τάρβους θυγάτηρ.Ἀναξανδρίδης δὲ τὸν ἀγωνιῶντα παράγει λέγοντα·
ὦ πονηρὰ καρδία, ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος· ὀρχῇ γὰρ εὐθὺς ἂν μ’ ἴδῃς δεδοικότα.Πλάτων δέ φησι τὸν τῶν ὅλων δημιουργὸν καὶ τὴν τοῦ πλευμόνος αὐτῇ φύσιν
περιθεῖναι πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵν’ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. ἀλλὰ μὴν καὶ τοὺς στεφάνους τοὺς περικειμένους τῷ στήθει ὑποθυμίδας οἱ ποιηταὶ κεκλήκασιν ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν.
τῷ δὲ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται λέγωνοὐκ ἂν μύροισι γραῦς ἐοῦσ’ ἠλείφετο.καὶ ἀλλαχοῦ δ’ ἔφη·ἐσμυρισμένας κόμας καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο.μύρρα γὰρ ἡ σμύρνα παρ’ Αἰολεῦσιν, ἐπειδὴ τὰ πολλὰ τῶν μύρων διὰ σμύρνης ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης· ὁ ᾽δὲ Ὅμηρος τὴν μὲν χρῆσιν οἶδε τῶν μύρων, ἔλαια δ’ αὐτὰ καλεῖ μετ’ ἐπιθέτου·ῥοδόεντι δ’ ἔχριεν ἐλαίῳ.καὶ ἀλλαχοῦ δὲ λέγει τι τεθυωμένον. καὶ ἡ Ἀφροδίτη δὲ παρ’ αὐτῷ τὸν Ἕκτορος νεκρὸν ῥοδόεντι ἔχριεν ἐλαίῳ ἀμβροσίῳ. καὶ τοῦτο μὲν ξ ἀνθέων. περὶ δὲ τοῦ ἐκ τῶν ἀρωμάτων σκευαζομένου, ἃ δὴ θυώματα ἐκάλουν, ἐπὶ τῆς Ἥρας λέγει·ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν ἀμβροσίῃ ἑδανῷ τό, τό ῥά οἱ τεθυωμένον ἦεν τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἒμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
γίνεται δὲ μύρα κάλλιστα κατὰ τόπους, ὡς Ἀπολλώνιός φησιν ὁ Ἡροφίλειος ἐν τῷ περὶ Μύρων γράφων οὕτως·ἶρις μὲν ἐν Ἤλιδι χρηστοτάτη καὶ ἐν Κυζίκῳ· ῥόδινον δὲ κράτιστον Φασήλιδι, καὶ τὸ ἐκ Νέας δὲ πόλεως καὶ Καπύης· κρόκινον δ’ ἐν Σόλοις τοῖς Κιλικίοις καὶ ἐν Ῥόδῳ· νάρδινον δὲ τὸ ἐν Τάρσῳ· οἰνάνθη δὲ ἡ ἀρίστη Κυπρία καὶ Ἀδραμυττηνή· ἀμαράκινον δὲ Κῷον καὶ μήλινον. κύπρινον δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ, δευτερεῦον δ’ ἐστὶ τὸ Κυπριακὸν καὶ τὸ ἐν Φοινίκῃ καὶ ταύτης τὸ ἀπὸ Σιδῶνος. τὸ δὲ παναθηναικὸν λεγόμενον ἐν Ἀθήναις· τὸ δὲ μετώπιον καὶ Μενδήσιον κάλλιστα ἐν Αἰγύπτῳ σκευάζεται· σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν καρύων. οἱ δὲ χορηγοῦντες, φησί, καὶ ἡ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, ἀλλ’ οὐχ οἱ τόποι. Ἔφεσός γέ τοι πρότερον, φησί, τοῖς μύροις διέφερεν καὶ μάλιστα ἐν τῷ μεγαλλείῳ, νῦν δὲ οὔ. ἤκμαζε δὲ καὶ τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ διὰ τὴν Ἀρσινόης καὶ Βερενίκης σπουδήν. ἐγίνετο δὲ καὶ ἐν Κυρήνῃ ῥόδινον χρηστότατον καθ’ ὃν χρόνον ἔζη Βερενίκη ἡ μεγάλη· οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν Εὐμένους. ἡ δὲ Συρία τὸ παλαιὸν χρηστὰ πάντα παρείχετο, μάλιστα δὲ τὸ τήλινον, νῦν δὲ οὔ. ἐν δὲ Περγάμῳ πρότερον μὲν ἐξόχως, νῦν δὲ οὔ, μυρεψοῦ τινος ἐκπονήσαντος, ἐσκευάσθη τὸ παρ’ οὐδενί πω γεγονὸς λιβανώτινον μύρον. μύρον δὲ χρηστὸν μύρῳ εὐτελεῖ ἐπιχεόμενον ἐπιπολῆς μένει· μέλι δὲ χρηστὸν χείρονι ἐπιχεόμενον εἰς τὸ κάτω βιάζεται· λαμβάνει γὰρ αὑτοῦ καθύπερθεν τὸ ἧττον.
τοῦ δὲ Αἰγυπτίου μύρου μνημονεύων Ἀχαιὸς ἐν Ἄθλοις φησινἰσάργυρόν τ’ εἰς χεῖρα Κυπρίου λίθου δώσουσι κόσμον χριμάτων τ’ Αἰγυπτίων.μήποτε, φησὶν ὁ Δίδυμος, τὴν καλουμένην στακτὴν λέγει, διὰ τὴν σμύρναν ἣν εἰς Αἴγυπτον καταγομένην κομίζεσθαι πρὸς τοὺς Ἕλληνας. Ἱκέσιος δ’ ἐν β’ περὶ Ὕληςτῶν μύρων, φησίν, ἃ μέν ἐστιν χρίματα, ἃ δ’ ἀλείμματα, καὶ ῥόδινον μὲν πρὸς πότον ἐπιτήδειον, ἔτι δὲ μύρσινον, μήλινον τοῦτο δ’ ἐστὶν καὶ εὐστόμαχον καὶ ληθαργικοῖς χρήσιμον. τὸ δ’ οἰνάνθινον εὐστόμαχον ὂν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει, καὶ τὸ σαμψούχινον δὲ καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον καὶ κρόκινον τὸ χωρὶς σμύρνης πολλῆς, καὶ ἡ στακτὴ δὲ ἐπιτήδειος πρὸς πότον, ἔτι δὲ νάρδος. τὸ δὲ τήλινον καὶ γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον καὶ εὐῶδες καὶ σφόδρα πεπτικόν.Θεόφραστος δὲ ἐν τῷ περὶ Ὀδμῶν συντίθεσθαί φησι μύρα ἀπ’ ἀνθέων μὲν ῥόδινον καὶ λευκόινον καὶ σούσινον καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων, ἔτι δὲ τὸ σισύμβρινον καὶ ἑρπύλλινον, ἔτι δὲ κύπρινον καὶ κρόκινον βέλτιστον δ’ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ φύλλων τὸ μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δ’ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοσμος, ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοσμον. ἀπὸ δὲ ῥιζῶν τὸ τ’ ἴρινον, καὶ τὸ νάρδινον, καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου.
ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις ἡ τῶν μύρων χρῆσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον,ι Ἀντιφάνης γοῦν ἐν Θορικίοις ἢ Διορύττοντί φησιν
λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί; β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα. . , ,καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ·
ἔπειτ’ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι, Ξανθία· καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν. β. ὦ λακκόπρωκτε, βάκκαριν τοῖς σοῖς ποσὶν ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκκαριν;Ἀναξανδρίδης Πρωτεσιλάῳ·
μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.μνημονεύει τοῦ μυροπώλου τούτου τοῦ Πέρωνος καὶ Θεόπομπος ἐν Ἀδμήτῳ καὶ Ἡδυχάρει. Ἀντιφάνης δ’ ἐν Ἀντείᾳ·
παρὰ τῷ μυροπώλῃ γευόμενον κατελίμπανον αὐτὸν Πέρωνι τῶν μύρων μέλλει δέ σοι συνθεὶς φέρειν τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.