Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων ὁ Ποντιανὸς ἔφη·
τὸ ἰὴ παιών, ἄνδρες φίλοι, μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο.πρὸς ὃν ὁ Δημόκριτος ἔφη·
Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ Παροιμιῶν ᾽τὴν Λητώ,᾽ φησιν, ᾽ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ’ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα, προσβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, ὃ τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρά· τὴν πλάτανον ἐν Δελφοῖς, εἶπενἵε παῖ.τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα.ʼ τοῦτο δ’ ἐστὶν ὡς ἂν εἴποι τιςἄφιε παῖκαὶβάλε παῖ.διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών.᾽ ἔνιοι δὲ παρεγκλίνοντές τε τὴν λέξιν καὶ ψιλοῦντες ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριὸν τινα παροιμίαν λέγουσιν ἰὴ παιών ᾽ καὶ οὐχὶ ᾽ ἵε παῖ πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι οἱ μὲν ἐν παροιμίᾳ φασὶν οὕτως τοῦτο δὴ τὸ λεγόμενον ἰὴ παιών,᾽ διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὂν ἐν παροιμίᾳ· οἱ δὲ τὸ τοιοῦτο λέγοντες οὐχ ὡς παροιμίαν. τὸ δὲ ὑφ’ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς τοῦτο πρῶτον εἰς τρὶς εἰπεῖν τὸν θεὸν οὕτως ᾽ ἰὴ παιάν, ἰὴ παιάν, ἰὴ παιάν.᾽ ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησι τῷ θεῷ, φάσκων τοῦ θεοῦ διὰ τοῦθ’ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν λεγομένων ᾽ ἰὴ παιὰν ᾽ ἡρῷον γίνεται, βραχέως δὲ λεχθεισῶν ἰαμβεῖον, διὰ δὲ τοῦτο δῆλον ὅτι καὶ τὸν χωλίαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γὰρ γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, ὁ Ἱππώνακτος ἴαμβος ἔσται.
μετὰ ταῦτ’ ἤδη μελλόντων καὶ ἡμῶν ἀνίστασθαι ἐπεισῆλθον παῖδες φέροντες ὁ μέν τις θυμιατήριον, ὁ δὲ --- τοῦ συμποσίου ---δε̣ | 〈λιβ〉α〈ν〉ωτοῦ θυμίαςνι̣ πο̣ι̣ |〈ήσας〉--- — — — δὴ --- | --- — — — — — ηιθυτ̣αυ̇ | --- — — — — — — τὰ τὸν | --- — — — — — α̣ν. τὴν --- ε̣νο̣ρ̣ --- οι | --- ὸ --- καὶ τόδε ε | ---ε̣ --- τοῦ θυμιατηρίου | ---κ̣αὶ̣ ἐ . τοῦ λἰβανωτοῦ, | τοῖς θεοῖς πᾶσι καὶ πάσαις | εὐξ̣άμενος, ἐπισπείσας | τοῦ οἴνου καὶ δοὺς κατὰ | τὸ νόμιμον τὸ ἐπιχώριον τὸ | λοιπὸν τοῦ ἀκράτου τῷ | διδόντι ἐκπιεῖν παιδὶ | τὸν εἰς τὴν Ὑγίειαν παι|ᾶνα ᾄσας τὸν ποιηθέν|τα ὑπὸ Ἀρίφρονος τοῦ Σι|κυωνίου τόνδε·
Ὑγέεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος εἴης· εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων, οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὀάροις σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.καὶ ἀσπασάμενος ἡμᾶς φιλοφρόνως ---ἀπομάττοντας --- | ---οἴδασιν οἱ παλαιοί. Σώπατρος γὰρ ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Φακῆ λέγει οὕτως·
κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.ταῦτα, φίλτατε Τιμόκρατες, κατὰ τὸν Πλάτωνα οὐ Σωκράτους νέου καὶ καλοῦ παίγνια, ἀλλὰ τῶν δειπνοσοφιστῶν σπουδάσματα. κατὰ γὰρ τὸν Χαλκοῦν Διονύσιον
τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;