Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

θηρίκλειος . ἡ κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ

θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ :
γενόμενος δ’ ἔννους μόλις ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν αἰεὶ ποτ’ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος ἅνθρωπός ἐστιν.
ὅτι δὲ κύλιξ ἐστὶν ἡ θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ, διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί:
τορνεύεσθαι δὲ ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας.
κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς ὁ Κορίνθιος κεραμεύς, ἀφ’ οὗ καὶ τοὔνομα ἔσχε,4 γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνη. μνημονεύει δὲ τῆς κύλικος Θεόπομπος μὲν ἐν Νεμέᾳ οὕτως :
σπι . χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον, γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα; ἆρ’ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς, οὐδὲν ποτ’ ἄλλο. δεῦρο δή, γεμίσω σ’ ἐγώ. γραῦ Θεολύτη, γραῦ. θεολ . τί με καλεῖς σύ, φίλτατε; σπι . ἵν’ ἀσπάσωμαι δεῦρο παρ’ ἐμέ, Θεολύτη, παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς. θεολ . Σπινθὴρ τάλας, πειρᾷς με. σπι . ναί,10 τοιοῦτό τι:
φιλοτησίαν δὲ τήνδε σοι προπίομαι. δέξαι: πιοῦσα δ’ ὁπόσον ἄν σοι θυμὸς ᾖ, παράδος τὸ περιόν.
Κλεάνθης δ’ ἐν τῷ περὶ Μεταλήψεως συγγράμματὶ ᾽ τὰ τούτων: εὑρήματα καὶ ὅσα τοιαῦτα εὐκατάληπτά ἐστιν, οἷον Θηρίκλειος, Δεινιάς,6 Ἰφικρατίς, ταῦτα γὰρ πρότερον συνιστορεῖν τοὺς εὑρόντας, φαίνεται δ’ ἔτι καὶ νῦν: εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι ἄλλοι δ’ ἱστοροῦσι θηρίκλειον ὀνομασθῆναι τὸ ποτήριον διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δ’ ὁ Ἀλεξανδρεὺς ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατ’ αὐτῶν.

μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως

ὠς δ’ ἐδείπνησαν συνάψαι βούλομαι γὰρ τἀν μέσῳ καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον, τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν ---
καὶ Εὔβουλος ἐν μὲν Δόλωνι:
διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε: καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος.
ἐν δὲ Κυβευταῖς:
ἄρτι μὲν μάλ’ ἀνδρικὴν τῶν θηρικλείων ὑπεραφρίζουσαν σορόν κωθωνόχειλον,3 ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,4 στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ κάρα βρύουσαν,5 ἐπικαλούμενοι εἷλκον Διὸς σωτῆρος.
Ἀραρὼς δ’ ἢ Εὔβουλος ἐν Καμπυλίωνι:
ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.
Ἄλεξις δ’ ἐν Ἱππεῖ:
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ ἔχουσα χρυσοῦν οὐ γὰρ ἐπίτηκτὸν τινα.
καὶ ἐν Ἱππίσκῳ.
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε κοίλην ὑπερθύουσαν.

Τίμαιος δ’ ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως:

Πολύξενός τις τῶν ἐκ Ταυρομενίου μεθεστηκότων ταχθεὶς ἐπὶ τὴν πρεσβείαν ἕτερά τε δῶρα παρὰ τοῦ Νικοδήμου καὶ κύλικα θηρικλείαν λαβὼν ἐπανῆκεν.
Ἀδαῖος δ’ ἐν τοῖς περὶ Διαθέσεως τὸ αὐτὸ ὑπολαμβάνει θηρίκλειον εἶναι καὶ καρχήσιον.
ὅτι δὲ διαφέρει σαφῶς παρίστησι Καλλίξεινος ἐν τοῖς περὶ Ἀλεξανδρείας φάσκων τινὰς ἔχοντας θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. ὁποῖον δ’ ἐστὶ τὸ καρχήσιον ἐν τοῖς ἑξῆς λεχθήσεται. καλεῖται δέ τις καὶ θηρίκλειος κρατήρ, οὗ μνημονεύει Ἄλεξις ἐν Κύκνῳ:
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων ὃν λαβὼν ἐγὼ κενὸν τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις ἔστεψα.
θηλυκῶς δὲ τὴν θηρίκλειον εἶπε Μένανδρος ἐν Θεοφορουμέῃ:
μέσως μεθύων τὴν θηρίκλειον ἔσπασε.
καὶ ἐν Μηναγύρτῃ:
προπίνων θηρίκλειον τρικότυλον
μίαν. καὶ Διώξιππος ἐν Φιλαργύρῳ:
τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι. αἰσχ . εὖ οἶδα. α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ ἐκ τῶν τοιούτων, Αἰσχρέα,5 ποτηρίων εἴωθα πίνειν.
πολέμων δ’ ἐν πρώτῳ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως οὐδετέρως ὠνόμασεν εἰπών:
τὰ χρυσᾶ θηρίκλεια ὑπόξυλα Νεοπτόλεμος ἀνέθηκεν.

Ἀπολλόδωρος δ’ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν
ἐφεξῆς στρώματ᾽, ἀργυρώματα, θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια ἕτερα.
Ἀριστοφῶν δ’ ἐν Φιλωνίδῃ:
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν οἶμαι, χρηστότητος οὕνεκα. εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
Θεόφιλος δ’ ἐν Βοιωτίᾳ:
τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων πῶς δοκεῖσ’ κεραννύει καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ ἄρας ἐνώμα.
ἐν δὲ Προιτίσι:
καὶ κύλικ’ ἀκράτου θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης.

Ἴσθμιον . Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.

κάδος . Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος:

ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον.
Ἐπιγένης δ’ ἐν Μνηματίῳ φησίν
κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί2 λουτήρι’ ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν; ὄψει γὰρ αὐτός. β. βασιλέως υἱὸν λέγεις Καρῶν ἀφῖχθαι; α. δηλαδὴ, Πιξώδαρον.
Ἡδύλος Ἐπιγράμμασι:
πίνωμεν καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος. ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε
παῖζε, Ἡδύλε.
μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων.
καὶ ἐν ἄλλῳ:
ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτῶν πάλι Σωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις, εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον Σικελίδεω παίζει πουλὺ μελιχρότερον, ἐστὶ δὲ καὶ πολὺ δὴ στιβαρώτερος. ὡς δ’ ἐπιλάμπει ἡ χάρις, ὥστε φίλος καὶ γράφε καὶ μέθυε.
Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν
Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ’ ἐν τῇ τρίτῃ φοινικηίου, φησίν, οἴνου κάδον.

καδίσκος ;. Φιλήμων ἐν τῷ προειρημένῳ συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ’ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Αὐτοκλείδης φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως:

Διὸς κτησίου σημεῖα ἱδρύεσθαι χρὴ ὧδε: καδίσκον καινὸν δίωτον ἐπίθημα ἔχοντα στέψαι τὰ ὦτα ἐρίῳ λευκῷ καὶ ἐκ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ ἐκ τοῦ μετώπου ---τοῦ κροκίου, καὶ ἐσθεῖναι ὅ τι ἂν εὕρῃς καὶ εἰσχέαι ἀμβροσίαν. ἡ δ’ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία: ἅπερ ἔμβαλε.
μνημονεύει τοῦ καδίσκου καὶ Στράττις ὁ κωμικὸς ἐν Λημνομέδᾳ λέγων οὕτως:
Ἑρμῆς, ὃν ἕλκουσ’ οἱ μὲν ἐκ προχοιδίου, οἱ δ’ ἐκ καδίσκου σ’ ἴσον ἴσῳ κεκραμένον.

κάνθαρος . ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι:

ἡ Μανία,1 φέρ’ ὀξύβαφα καὶ κανθάρους.
Ἄλεξις δ’ ἐν Κρατείᾳ ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντος:
εἶθ’ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ κάνθαρον: καταστρέφοντα, πλησίον δὲ κείμενον στρωματέα τε καὶ γύλιον αὐτοῦ.
Εὔβουλος δ’ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν:
ἐγὼ δὲ καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ τῆς οἰκίας καινὸν καπηλεῖον μέγα ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου, κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα ὀβολοῦ παραθεῖναὶ θ’ ὡς μέγιστον κάνθαρον.
καὶ πάλιν
ὁ δὲ κάνθαρος πάλαι κενὸς ξηραίνεται.
καὶ ἔτι:
ἅμα δὲ λαβοῦσ’ ἠφάνικε πηλίκον τινὰ οἴεσθε μέγεθος ἐγκρυφίαν μέγαν πάνυ, καὶ ξηρὸν ἐπόησ’ εὐθέως τὸν κάνθαρον.
Ξέναρχος δ’ ἐν Πριάπῳ φησὶ τάδε:
σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν, εἰς τὸ βαθὺ δ’ ἐπανάγωμεν: εἰς τὸν κάνθαρον, παιδάριον, ἔγχει, νὴ Δί᾽ εἰς τὸν κάνθαρον.
Ἐπιγένης Ἡρωίνῃ:
ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους,
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ καὶ γλαφυρὰ πάντες ---ὡσπερεὶ αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.

Σωσικράτης δὲ Φιλαδέλφοις ἐπὶ πλοίου, λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν αὔρα, κόρη Σκίρωνος,2 ἡσύχῳ ποδὶ προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον.
ΦρύνιχοςΚωμασταῖς:
εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
ΝικόστρατοςΔιαβόλῳ:
ἡ ναῦς δὲ πότερον εἰκόσορὸς ἐστ’ ἢ κύκνος ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ’ ἔτι,8 αὐτὸς περανῶ τὰ πάντ᾽. β. ἀμέλει κυκνοκάνθαρος. ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος.ʼ
Μένανδρος δὲ Ναυκλήρῳ:
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς ἐς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. στρ . ποῖον; τὸ πλοῖον; α. οὐδὲν οἶσθας, ἄθλιε.
καὶ μετ’ ὀλίγα:
στρ . τὴν ναῦν σεσῶσθαί μοι λέγεις; α. ἔγωγε μὴν τὴν ναῦν ἐκείνην ἣν ἐπόησε Καλλικλῆς ὁ Καλύμνιος,3 Εὐφράνωρ δ’ ἐκυβέρνα Θούριος.
πολέμων δ’ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησὶν
Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεύς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.
ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα Φιλέταιρός φησιν ἐν Ἀχιλλεῖ:
Πηλεὺς : ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ, ἀλλ’ οὐ τυράννου, νὴ Δί᾽.
ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίδι.

καρχήσιον . Καλλίξεινος ὁ Ῥόδιος ἐν τοῖς περὶ Ἀλεξανδρείας φησὶν ὅτι ποτήριόν ἐστιν ἐπίμηκες,

συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα, ἐστὶ δὲ ἱκανῶς ἐπίμηκες τὸ ποτήριον τὸ καρχήσιον,1 καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνόμασται. ἀρχαιότατον δ’ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης. Ἀσκληπιάδης δ’ ὁ Μυρλεανὸς κεκλῆσθαί φησιν αὐτὸ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων.
τοῦ γὰρ ἱστοῦ τὸ μὲν κατωτάτω πτέρνα καλεῖται, ἣ ἐμπίπτει εἰς τὴν ληνόν, τὸ δ’ οἷον εἰς μέσον τράχηλος, τὸ δὲ πρὸς τῷ τέλει καρχήσιον. ἔχει δὲ τοῦτο κεραίας ἄνωθεν νευούσας ἐφ’ ἑκάτερα τὰ μέρη, καὶ ἐπίκειται τὸ λεγόμενον αὐτῷ θωράκιον, τετράγωνον πάντῃ πλὴν τῆς βάσεως καὶ τῆς κορυφῆς : αὗται δὲ προὔχουσι μικρὸν ἐπ’ εὐθείας ἐξωτέρω. ἐπὶ δὲ τοῦ θωρακίου εἰς ὕψος ἀνήκουσα καὶ ὀξεῖα γιγνομένη ἐστὶν ἡ λεγομένη ἠλακάτη.
μνημονεύει δὲ τῶν καρχησίων καὶ Σαπφὼ ἐν τούτοις :
κῆνοι δ’ ἄρα πάντες καρχησία τ’ ἦχον κἄλειβον ἀράσαντο δὲ πάμπαν ἐσλὰ τῷ γαμβρῷ.
Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ :
στολὴν δὲ δὴ τίν’ εἶχεν; τοῦτό μοι φράσον. β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
Σοφοκλῆς Τυροῖ:
προσπτῆναι μέσην τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια,
πρὸς τὴν τράπεζαν φάσκων προσεληλυθέναι τοὺς δράκοντας καὶ γενέσθαι περὶ τὰ σιτία καὶ τὰ καρχήσια. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις ἐπὶ τῶν τραπεζῶν κεκραμένα τιθέναι ποτήρια, καθὰ καὶ Ὅμηρος ποιεῖ. ὠνομάσθη δὲ τὸ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κερχνοειδῆ,4 καὶ εἴρηται κατὰ ἐναλλαγὴν τοῦ ει πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους εἶπεν. Χάρων δ’ ὁ Λαμψακηνὸς ἐν τοῖς ῝ Ὥροις παρὰ Λακεδαιμονίοις φησὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διός, ὅτε Ἀμφιτρύωνι εἰκάσθη.

κάλπιον . ποτηρίου τι γένος Ἐρυθραίου, ὥς φησι Πάμφιλος. εἶναι δ’ αὐτὸ οἷόν ἐστι τὸ σκαφίον.

κελέβῃ . τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει:

ἄγε δή, φέρ’ ἡμίν,9 ὦ παῖ, κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ’ ἐγχέας ὕδατος, τὰ πέντε δ’ οἴνου κυάθους.
ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου ἢ πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφ’ οὗ λέγεται καὶ ὁ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ μόνην τὴν θερμοποτίδα καλουμένην: τὴν κελέβην εἶναι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι: καὶ γὰρ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί:
κήρυκας θ’ ἅμα τοῖσι φέρειν μέλανος οἴνοιο ἀσκὸν ἐνίπλειον κελέβειὸν θ’ ὅττι φέριστον οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
καὶ πάλιν:
ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον ἦεν.
ἀλλαχοῦ δέ φησιν:
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη.
σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ :
καὶ Εὐφορίων
ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
Ἀνακρέων
ᾠνοχόει δ’ ἀμφίπολος μελιχρὸν οἶνον τρικύαθον κελέβην ἔχουσα.
Διονύσιος δ’ ὁ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἷον Προυσιάδος καὶ θηρικλείου.

κέρας . τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν ἀφ’ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι ὑπὸ πολλῶν ποιητῶν. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. ὅτι δὲ τοῖς κέρασιν ἔπινον δῆλον ἐκ τοῦ καὶ μέχρι : νῦν λέγεσθαι, ὅταν συμμίσγωσι τῷ οἴνῳ τὸ ὕδωρ, κεράσαι φάσκοντες. καὶ τὸ ἀγγεῖον δ’ ἐν ᾧ κιρνᾶται ὁ οἶνος κρατὴρ ἀπὸ τοῦ συγκιρνᾶσθαι ἐν αὐτῷ τὸ ὕδωρ, ἀπὸ τοῦ κέρατος, οἱονεὶ κερατήρ,

ἀπὸ τοῦ εἰς κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν ἡ τῶν κεράτων κατασκευή, καλοῦσι γοῦν ἔνιοι ταῦτα ῥυτά. καὶ τῶν ποιητῶν δὲ πολλοὶ παράγουσι πίνοντας τοὺς ἀρχαίους κέρασι. Πίνδαρος μὲν ἐπὶ τῶν Κενταύρων λέγων
ἀνδροδάμαντα δ’ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέ οἴνου, ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον, αὐτόματοι δ’ ἐξ ἀργυρέων κεράτων πίνοντες ἐπλάζοντο.
καὶ Ξενοφῶν δ’ ἐν τῇ ζ’ τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως:
ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετ’ αὐροῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον.6
ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι:
κατακείμενοι δ’ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις.
Αἰσχύλος δ’ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων:
ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
καὶ Σοφοκλῆς Πανδώρᾳ:
καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας τρίψει γέμοντα μαλθακῆς ὑπ’ ὠλένης.
Ἕρμιππος Μοίραις
: οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου, ἐκ δὲ ταῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
Λυκοῦργος δ’ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρ’ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας: καὶ Φιλόξενος δ’ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν
πίνετο νεκτάρεον πόμ’ ἐν χρυσέαις προτομαῖς ταύρων κεραστῶν,9 ἐβρέχοντο δὲ κατὰ μικρόν.
Ἀθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως..,11 ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει ἣ τὰ ἀναθήματα περιέχει:
κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεστι ἀργυρᾶ.

κέρνος ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους, ἐν οἷς, φησίν,4 μήκωνες λευκοί, πυροί,5 κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται, ὡς ἱστορεῖ Ἀμμώνιος ἐν γ περὶ Βωμῶν καὶ Θυσιῶν.

κισσύβιον τὸ μόνωτον ποτήριον Φιλήμων. Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τρίτῳ Γλωσσῶν τὸ κίσσινον ποτήριον σημαίνειν παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομέδᾳ:

πᾶς δὲ ποιμένων ἔρρει λεώς,7 ὁ μὲν γάλακτος κίσσινον φέρων σκύφος πόνων ἀναψυκτῆρ᾽,8 ὁ δ’ ἀμπέλων γάνος.
τὸ γὰρ κισσύβιον, φησί, λέγεται ἐπὶ συνόδου ἀγροικικῆς, ἔνθα προσήκει μάλιστα τὸ ξύλινον ποτήριον. Κλείταρχος δέ φησιν Αἰολεῖς τὸν σκύφον κισσύβιον καλεῖν Μαρσύας δὲ κύπελλον καὶ τὸ ξύλινον ποτήριον. Εὔμολπος δὲ γένος τι ποτηρίου,
ἴσως, φησίν, κατ’ ἀρχὰς ἐκ κισσίνου κατασκευασθὲν ξύλου. Νίκανδρος δὲ ὁ Κολοφώνιος ἐν τῷ πρώτῳ τῶν Αἰτωλικῶν γράφει:
ἐν τῇ ἱεροποιίῃ τοῦ Διδυμαίου Διὸς κισσοῦ σπονσδοποιέονται πετάλοισιν, ὅθεν τὰ ἀρχαῖα ἐκπώματα κισσύβια φωνέεται.
Ὅμηρος:
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.
Ἀσκληπιάδης δ’ ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος
σκύφει,
φησί,
καὶ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ Πολύφημος μὲν τῷ κισσυβίῳ, θατέρῳ δὲ Εὔμαιος.
Καλλίμαχος δ’ ἔοικε διαμαρτάνειν ἐν τῇ συγχρήσει τῶν ὀνομάτων, λέγων ἐπὶ τοῦ οἰκείου ξένου τοῦ παρὰ τῷ Ἀθηναίῳ Πόλλιδι συνεστιασθέντος αὐτῷ:
καὶ γὰρ ὁ Θρηικίην μὲν ἀνήνατο χανδὸν ἄμυστιν ζωροποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ. τῷ μὲν ἐγὼ τόδ’ ἔλεξα περιστείχοντος ἀλείσου τὸ τρίτον ---
ὁ γὰρ λέγων ἄλεισον τὸ αὐτὸ καὶ κισσύβιον τὴν ἀκριβῆ θέσιν τῶν ὀνομάτων οὐ διαφυλάττει. εἰκάσειε δ’ ἄν τις τὸ κισσύβιον τὸ πρῶτον ὑπὸ ποιμένων ἐργασθῆναι ἐκ κισσίνου ξύλου, ἄλλοι δὲ ἐτυμολογοῦσιν αὐτὸ ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστὶ χωρεῖν:
οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται.
καὶ ἡ τοῦ ὄφεως κατάδυσις χειή, ἡ καταδεχομένη τὸ ζῷον. καὶ κήθιον τὸ χήτιον τὸ χωροῦν τοὺς ἀστραγάλους. Διονύσιος δ’ ὁ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη γράφων οὕτως:
καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.

κιβώριον . Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι τὸν ποιητὴν παρὰ Πρυτάνιδι δειπνοῦντα καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δοκοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων ὡς ἐξοινῶν ἐνεούρησε. Δίδυμος δέ φησι ποτηρίου εἶδος εἶναι, καὶ τάχ’ ἂν εἴη τὰ λεγόμενα σκυφία διὰ τὸ κάτωθεν εἰς στενὸν συνῆχθαι ὡς τὰ Αἰγύπτια κιβώρια.

κόνδυ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι:

κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.:
Ἵππαρχος Ἀνασῳζομένοις:
προσέχεις τι τούτῳ τῷ στρατιώτῃ; β. τῷδ᾽; ἔχει ἀργύριον οὗτος. α. οὐδαμόθεν, εὖ οἶδ’ ἐγώ, ἀλλ’ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον, τέρα τ’ ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς τῶν Περσικῶν β. εἰς κόρακας, ὦ μαστιγία. α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ τι κυμβίον.
Νικόμαχος δ’ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί:
τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς: διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ’ ἐν πρώτῳ Βοκχορηίδος:
αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο νέκταρ ἐπ’ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.

Κονωνεῖος . Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως: :

κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.

κότυλος . τὰ μόνωτα ποτήρια κότυλοι, ὧν καὶ Ἀλκαῖος μνημονεύει. Διόδωρος δ’ ἐν τῷ πρὸς Λυκόφρονα παρὰ Σικυωνίοις καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα, εἶναι δ’ αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ. ἔχει δὲ καὶ οὖς ἐνιαχῇ. μνημονεύει

δὲ αὐτοῦ καὶ Ἴων ὁ Χῖος
κότυλον οἴνου πλέων
λέγων. Ἕρμιππος δὲ ἐν Θεοῖς:
τόν τε κότυλον πρῶτον ἤνεγκ’ ἐνέχυρον τῶν γειτόνων.
καὶ Πλάτων ἐν Διὶ κακουμένῳ
τὸν κότυλον φέρει
φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις. Εὔβουλος δ’ ἐν Ὀδυσσεῖ ἢ Πανόπταις:
ὁ δ’ ἱερεὺς Εὐήγορος ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων οἶνον ἐξέσπενδε κοτύλῳ.
Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δ’ εἶναι Διονύσου. πολέμων δ’ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί:
μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἂν ὦσι τὸ κέρνος περιενηνοχότες. τοῦτο δ’ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους:: ἔνεισι δ’ ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄιον ἔριον ἄπλυτον. ὁ δὲ τοῦτο βαστάσας οἷον λικνοφορήσας τούτων γεύεται.

κοτύλη . Ἀριστοφάνης Κωκάλῳ:

ἄλλαι δ’ ὑποπρεσβύτεραι γρᾶες Θασίου μέλανος μεστὸν
κεραμευομέναις κοτύλαις μεγάλαις ἔγχεον ἐς σφέτερον δέμας οὐδένα κόσμον,4 ἔρωτι βιαζόμεναι μέλανος οἴνου ἀκράτου.
Σιληνὸς καὶ Κλείταρχος ἔτι τε Ζηνόδοτος τὴν κύλικα:
πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
καί:
πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου.
Σιμάριστος δὲ τὸ λεπτὸν ποτήριον οὕτως καλεῖσθαι. Διόδωρος δὲ τὸν παρά τισι κότυλον κοτύλην ὠνομακέναι τὸν ποιητὴν
πύρνον καὶ κοτύλην.
ὃν κύλικα μὲν οὐκ εἶναι, οὐ γὰρ ἔχειν δύο ὦτα, παραπλήσιον δ’ ὑπάρχειν λουτηρίῳ βαθεῖ, ποτηρίου δὲ εἶδος εἶναι, δύνασθαι δὲ καὶ τὸν παρὰ τοῖς Αἰτωλοῖς καί τισι τῶν Ἰώνων λεγόμενον κότυλον, ὃν ὅμοιον ὄντα τῷ προειρημένῳ ἓν οὖς ἔχειν. μνημονεύει δ’ αὐτοῦ Κράτης ἐν Παιδιαῖς καὶ Ἕρμιππος ἐν Θεοῖς.Ἀθηναῖοι δὲ μέτρον τι καλοῦσι κοτύλην. Θουκυδίδης:
ἐδίδοσαν μὲν αὐτῶν ἑκάστῳ ἐπὶ ὀκτὼ μῆνας κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου.
Ἀριστοφάνης Προάγωνι:
ὁ δ’ ἀλφίτων μοι πριάμενος τρεῖς χοίνικας κοτύλης δεούσας εἴκοσ’ ἀπολογίζεται.
Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. πᾶν δὲ τὸ κοῖλον κοτύλην, φησίν, ἐκάλουν οἱ παλαιοί, ὡς καὶ τὸ τῶν χειρῶν κοῖλον ὅθεν καὶ κοτυλήρυτον αἷμα τὸ ἀμφοτέραις ταῖς χερσὶν ἀρυσθῆναι δυνάμενον. καὶ ἐγκοτύλη δέ τις παιδιὰ καλεῖται, ἐν ᾗ κοιλάναντες τὰς χεῖρας δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. Διόδωρος δ’ ἐν Ἰταλικαῖς Γλώσσαις καὶ ʽ Ἡράκλειτος,6 ὥς φησι Πάμφιλος, τὴν κοτύλην καλεῖσθαι καὶ ἡμίναν, παρατιθέμενος Ἐπιχάρμου:
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
καὶ Σώφρων: κατάστρεψον, τέκνον, τὰν ἡμίναν, κοτυλίσκην δ’ εἴρηκε Φερεκράτης ἐν Κοριαννοῖ:
τὴν κοτυλίσκην, μηδαμῶς.
Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι:
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον.
κοτύλη δὲ καλεῖται καὶ ἡ τοῦ ἰσχίου κοιλότης, καὶ αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις παραγώγως κοτυληδόνες. καὶ τὰ κύμβαλα δ’ Αἰσχύλος ἐν Ἠδωνοῖς κοτύλας εἴρηκεν
ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.
Μαρσύας δέ φησι τὸ ἐν τῷ ἰσχίῳ ὀστοῦν καλεῖσθαι ἄλεισον καὶ κύλικα. κοτυλίσκος δὲ καλεῖται ὁ ἱερὸς τοῦ Διονύσου κρατηρίσκος ᾧ χρῶνται οἱ μύσται, ὡς Νίκανδρός φησιν ὁ Θυατειρηνὸς παρατιθέμενος τὸ ἐκ Νεφελῶν Ἀριστοφάνους :
μηδὲ στέψω κοτυλίσκον.
Σιμμίας δὲ ἀποδίδωσι τὴν κοτύλην ἄλεισον.

Κοτταβίς . Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων γράφει καὶ ταῦτα:

καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ ὁ προσφέρων ἂν εἶπεν ᾽ εὐδειπνίας.6᾽
Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ
ἐν τῇ ἀρίστῃ πολιτείᾳ,
φησὶν
ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια τῶν περὶ Σικελίαν, ὥς φησιν Δικαίαρχος, πρῶτον εἰσαγαγόντων. τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν
ἆθλα κοτταβεῖα καλούμενα, εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ’ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης, οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπόν, ἀλλὰ καὶ καλῶς ἕκαστα ἀνύτειν. ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τῇ δεξιᾷ κυκλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα: οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν: ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.

κρατάνιον . μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν ᾽ Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα:

ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ρλβ᾽, οἰνοχόαι ἀργυραῖ β᾽, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γ ἐπίχρυσοι. ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια β’ ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ,
κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λ᾽, κρατάνια ἀργυρᾶ β᾽, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν.

κρουνεῖα . Ἐπιγένης Μνηματίῳ:

κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί.

κυαθίς , κοτυλῶδες ἀγγεῖον. σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν:

ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.

κύλιξ . Φερεκράτης Δουλοδιδασκάλῳ;

νυνὶ δ’ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν, ἔγχει τ’ ἐπιθεὶς τὸν ἡθμόν
ταῦτα δ’ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ: ἀφ’ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν ᾧ τίθεται τόπῳ τὰ ποτήρια κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ’ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε:
ὦ Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ’ ἀοιδᾶν τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη
συμπόταισίν τε γλυκερὸν καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι κέντρον.
αἱ δ’ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν ὁ Ἀμόργιος:
αὐτὴ δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ,5
ἡ εἰς ὀξὺ ἀνηγμένη, οἷοὶ εἰσιν οἱ ἄμβικες καλούμενοι, τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου:
φοξὸς ἔην κεφαλήν.
καὶ ἔστιν οἷον φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος.