Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

διάφοροι δὲ κύλικες γίνονται καὶ ἐν τῇ τοῦ συσσίτου ἡμῶν Ἀθηναίου πατρίδι Ναυκράτει. εἰσὶν γὰρ φιαλώδεις μέν, οὐ κατὰ τόρνον, ἀλλ’ ὥσπερ δακτύλῳ πεποιημέναι, καὶ ἔχουσιν ὦτα τέσσαρα, πυθμένα εἰς πλάτος ἐκτεταμένον πολλοὶ δ’ ἐν τῇ Ναυκράτει κεραμεῖς· ἀφ’ ὧν καὶ ἡ πλησίον τῶν κεραμείων πύλη Κεραμικὴ καλεῖται καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυραῖ. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες, ὧν μνημονεύει Ἕρμιππος ἐν Στρατιώταις·

Χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν.
Γλαύκων δ’ ἐν ταῖς Γλώσσαις Κυπρίους φησὶ τὴν κοτύλην κύλικα καλεῖν. Ἑρμῶναξ δ’ ἐν
Συνὠννμοις οὕτως γράφει·
ἄλεισον ποτήριον, κύπελλον, ἄμφωτις, σκύφος, κύλιξ, κώθων, καρχήσιον, φιάλη
Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι ἀντὶ τοῦ κύλικες παραγώγως κυλιχνίδας εἴρηκε διὰ τούτων·
ἀλλ’ ὡς τάχιστα μέλανα δεῦρ’ ἀμνὸν φέρειν κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας.
καὶ Ἀλκαῖος κυλίχνας ἐν τῷ ---,
πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα. κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα, ποικίλαις. οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο πλέαις κὰκ κεφαλᾶς.
καὶ ἐν τῷ δεκάτῳ·
λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν,
ὡς διαφόρων γινομένων καὶ ἐν Τέῳ κυλίκων.

ΦερεκράτηςΚοριαννοῖ· ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι, ξηρὰν ἔχουσα τὴν φάρυγα. β. δώσω πιεῖν
α. γλίσχρον γὲ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ. β. τί λάβω; κεράσω σοι τὴν κυλίσκην; α. μηδαμῶς μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή, ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον. εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.
ὅτι δὲ μεγάλοις ποτηρίοις αἱ γυναῖκες ἐχρῶντο ὁ αὐτὸς εἴρηκε Φερεκράτης ἐν Τυραννίδι διὰ τούτων
εἶτ’ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια πλατέα, τοίχους οὐκ ἔχοντ᾽, ἀλλ’ αὐτὸ τοὔδαφος μόνον, κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις· σφίσι δὲ γ’ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας, οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι αὔθ’ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι μὴ πιεῖν ἀλλ’ ἢ μίαν. ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.

κυμβία τὰ ποτήρια καὶ πλοῖα μικρὰ Σιμάριστος. Δωρόθεος δέ·

γένος ποτηρίων βαθέων τὰ κυμβία
καὶ ὀρθῶν, πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα.
Πτολεμαῖος δὲ ὁ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ. Φιλήμων Φάσματι·
ἔπιεν ἡ Ῥόδη κυμβίον ἀκράτου· κατασέσειχ’ ὑμᾶς ἄφνω.
Διονύσιος δ’ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι, οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρ’ Ὁμήρῳ· οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. καὶ πάλιν ἐν τῷ αὐτῷ·
ἐπ’ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας, χλανίδας δ’ ἐπ’ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι.
καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ
Μνησιβούλου. φησὶ δὲ Δίδυμος ὁ γραμματικὸς ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ ὃ καλεῖται κύμβη. καὶ ᾽ Ἀναξανδρίδης ἐν Ἀγροίκοις·
μεγάλ’ ἴσως ποτήρια προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία ἐκάρωσεν ὑμᾶς. β. ἀνακεχαίτικεν μὲν οὖν.
Ἄλεξις Ἱππεῖ·
τά τε κυμβία ἆρ’ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων; β. νὴ τὸν Δί᾽, ἦν γάρ. α. ὦ τάλαιν’ ἐγὼ κακῶν.

Ἐρατοσθένης δ’ ἐν τῇ πρὸς Ἀγήτορα τὸν Λάκωνα Ἐπιστολῇ ὡς κυαθῶδες ἀγγεῖον τὸ κυμβίον παραδίδωσι γράφων οὕτως·

θαυμάζουσι δὲ οἱ αὐτοὶ καὶ πῶς κύαθον μὴ κεκτημένος, ἀλλὰ κυμβίον μόνον, φιάλην προσεκέκτητο. δοκεῖ δὴ μοι τὸ μὲν τῆς τῶν ἀνθρώπων χρείας ἕνεκα, τὸ δὲ τῆς τῶν θεῶν τιμῆς εἰς τὴν κτῆσιν παρειληφέναι. κυάθῳ μὲν οὖν οὐδὲν ἐχρῶντο τότε οὐδὲ κοτύλῃ. κρατῆρα γὰρ ἵστασαν τοῖς θεοῖς, οὐκ ἀργυροῦν οὐδὲ λιθοκόλλητον, ἀλλὰ γῆς Κωλιάδος. τοῦτον δ’ ὁσάκις ἐπιπληρώσαιεν, ἀποσπείσαντες τοῖς θεοῖς ἐκ τῆς φιάλης ᾠνοχόουν ἐφεξῆς, τὸν νεοκρᾶτα
βάπτοντες τῷ κυμβίῳ, καθὰ καὶ νῦν παρ’ ὑμῖν ποιοῦσιν ἐν τοῖς φιδιτίοις. εἰ δέ ποτε πλεῖον πιεῖν βουληθεῖεν, προσπαρετίθεσαν τοὺς καλουμένους κοτύλους, κάλλιστα καὶ εὐποτώτατα ἐκπωμάτων. ἦσαν δὲ καὶ οὗτοι τῆς αὐτῆς κεραμείας.
ὅταν δ’ Ἔφιππος ἐν Ἐφήβοις λέγῃ
οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει, οὐ κυμβίοισι πεπολέμηκ’ Εὐριπίδης;
οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα ἢ αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν. τὸ γὰρ ἐπάγεσθαι κατὰ τὰς ἑστιάσεις κυμβία καὶ δοκεῖν τούτοις διαμάχεσθαι εἰς ἑκάτερα τείνει, μνημονεύει δ’ αὐτοῦ καὶ Ἀναξανδρίδης ἐν Νηρηίσιν·
δὸς δὴ τὸν χόα αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων· Εὐριπίδης τις σήμερον γενήσεται.
καὶ Ἔφιππος ἐν Ὁμοίοις ἢ Ὀβελιαφόροις·
Διονυσίου δὲ δράματ’ ἐκμαθεῖν δέοι καὶ Δημοφῶντος ἅττ’ ἐποίησεν εἰς Κότυν, ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι, Λάχητὶ τ᾽οἰκήσαιμι τὴν ἑξῆς θύραν, κυμβία τε παρέχοιμ’ ἑστιῶν Εὐριπίδῃ,
ὅτι δὲ καὶ πλοῖον ἡ κύμβη Σοφοκλῆς ἐν Ἀνδρομέδᾳ φησίν·
ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα;
κύββα ποτήριον Ἀπολλόδωρος Παφίους.

κύπελλον. τοῦτο πότερόν ἐστιν ταὐτὸν τῷ ἀλείσῳ καὶ τῷ δέπαι καὶ μόνον ὀνόματι διαλλάσσει—

τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδὸν
ἢ διάφορος ἦν ὁ τύπος καὶ οὐχ ὥσπερ τὸ δέπας καὶ τὸ ἄλεισον ἀμφικύπελλον, οὕτω καὶ τοῦτο, κυφὸν δὲ μόνον; ἀπὸ γὰρ τῆς κυφότητος τὸ κύπελλον, ὥσπερ καὶ τὸ ἀμφικύπελλον ἢ ὅτι παραπλήσιον ἦν ταῖς πέλλαις, συνηγμένον μᾶλλον εἰς τὴν κυφότητα· ἢ ἀμφικύπελλα οἷον ἀμφίκυρτα ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ, φησὶ γὰρ καὶ ὁ ποιητής·
ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν χρύσεον ἄμφωτον.
Ἀντίμαχος δ’ ἐν ε Θηβαίδος·
πᾶσιν δ’ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο.
Σιληνὸς δέ φησι·
κύπελλα ἐκπώματα σκύφοις ὅμοια, ὡς καὶ Νίκανδρος ὁ Κολοφώνιος --- κύπελλα δ’ ἔνειμε συβώτης.᾽
Εὔμολπος δὲ ποτηρίου γένος, ἀπὸ τοῦ κυφὸν εἶναι. Σιμάριστος δὲ τὸ δίωτον ποτήριον Κυπρίους, τὸ δὲ δίωτον καὶ τετράωτον Κρῆτας. Φιλίτας δὲ Συρακοσίους κύπελλα καλεῖν τὰ τῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα.

κύμβη. Φιλήμων ἐν ταῖς Ἀττικαῖς Φωναῖς κύλικος εἶδος. Ἀπολλόδωρος δ’ ἐν τῷ περὶ Ἐτυμολογιῶν Παφίους τὸ ποτήριον καλεῖν κύββα.

κώθωνΛακωνικὸν ποτήριον, οὗ μνημονεύει Ξενοφῶν ἐν α Κύρου Παιδείας. Κριτίας δ’ ἐν Λακεδαιμονίων Πολιτείᾳ γράφει οὕτως·

χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν· ὑποδήματα ἄριστα Λακωνικά· ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα· κώθων Λακωνικός, ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῷ. οὗ δὲ ἕνεκα στρατιωτικόν, πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν
τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα· εἶτα ἄμβωνας ὁ κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῷ. καὶ Πολέμων δ’ ἐν τῇ --- ---
τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ὅτι κεραμέοις ἀγγείοις ἐχρῶντο οἱ Λακεδαιμόνιοι γράφει οὕτως·
ἀλλὰ μὴν ὅτι ἀρχαικὸν ἦν τὸ τοιόνδε τῆς ἀγωγῆς γένος ---ὃ καὶ νῦν ὁρᾶται παρά τισι τῶν ʽ Ἑλλήνων· ἐν Ἄργει μὲν ἐν ταῖς δημοσίαις θοίναις, ἐν Λακεδαίμονι δὲ κατὰ τὰς ἑορτάς, ἔν τε τοῖς ἐπινικίοις καὶ τοῖς γάμοις τῶν παρθένων, πίνουσιν ἐκ κεραμέων ποτηρίων ἐν δὲ τοῖς ἄλλοις συμποσίοις καὶ φιδιτίοις ἐν πιθάκναις ---
μνημονεύει αὐτοῦ καὶ Ἀρχίλοχος ἐν Ἐλεγείοις ὡς ποτηρίου οὕτως·
ἀλλ’ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς φοίτα καὶ κοίλων πώματ’ ἄφελκε κάδων, ἄγρει δ’ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός· οὐδὲ γὰρ ἡμεῖς νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα,
ὡς τῆς κύλικος λεγομένης κώθωνος. Ἀριστοφάνης Ἱππεῦσιν
εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς πριάμενοι κώθωνας, οἱ δὲ σκόροδα καὶ κρόμμυα.
ʽ Ἡνίοχος Γοργόσι·
πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον κώθωνα, παῖδα φάρυγος.
Θεόπομπος Στρατιώτισιν
ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
Ἄλεξις Ἐρίθοις·
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι, παλαιὸν οἴκων κτῆμα.
ἀπὸ δὲ τοῦ ποτηρίου τούτου καὶ ἀκρατοκώθωνας καλοῦσι τοὺς πλέονα ἄκρατον σπῶντας, ὡς Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. Καλλίξεινος δ’ ἐν τετάρτῳ περὶ Ἀλεξανδρείας ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν καὶ καταλέγων πολλὰ ἐκπώματα γράφει καὶ τάδε·
κώθωνες διμέτρητοι β᾽.

περὶ δὲ τοῦ κωθωνίζεσθαι καὶ ὅτι χρήσιμός ἐστι διὰ χρόνου ὁ κωθωνισμὸς Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῇ περὶ Κωθωνισμοῦ ἐπιστολῇ φησιν οὕτως·

συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίγνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθ’ ἡμέραν
συμποσίων ἐπιπόλαιοι δριμύτητες· ταύταις οὖν ἐστι τῶν μὲν πόρων οἰκειότατος ὁ διὰ τῆς οὐρήσεως, τῶν δὲ καθάρσεων ἡ διὰ τῶν κωθωνισμῶν πρέπει μάλιστα, κατανίζεται γὰρ τὸ σῶμα τοῖς οἴνοις· ὑγρὸν γὰρ καὶ θερμὸν ὁ οἶνος· τὸ δὲ ἀφ’ ἡμῶν διηθούμενον οὖρόν ἐστιν δριμύ, τὰ γοῦν ἱμάτια τούτῳ χρώμενοι ῥύμματι πλύνουσιν οἱ γναφεῖς. τρία δὲ παραφύλαττε ὅταν κωθωνίζῃ· μὴ πονηρὸν οἶνον πίνειν μηδὲ ἄκρατον μηδὲ τραγηματίζεσθαι ἐν τοῖς κωθωνισμοῖς. ὅταν δ’ ἱκανῶς ἔχῃς ἤδη, μὴ κοιμῶ πρὶν ἂν ἐμέσῃς πλέον ἢ ἔλαττον. εἶτα ἐὰν μὲν ἐμέσῃς ἱκανῶς, ἀναπαύου μικρόν· περιχεάμενος· ἐὰν δὲ μὴ δυνηθῇς ἱκανῶς κενῶσαι σαυτόν, πλείονι χρῆσαι τῷ λουτρῷ καὶ εἰς τὴν πύελον κατακλίθητι σφόδρα εἰς θερμὸν ὕδωρ.
ʽΠολέμων δ’ ἐν πέμπτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησι·
Διόνυσος τέλειος καθήμενος ἐπὶ πέτρας· ἐξ εὐωνύμων δ’ αὐτοῦ Σάτυρος φαλακρός, ἐν τῇ δεξιᾷ κώθωνα μόνωτον ῥαβδωτὸν κρατῶν.

λαβρωνία ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον. πλατὺ δ’ ἐστὶ τῇ κατασκευῇ καὶ μέγα· ἔχει δὲ καὶ ὦτα

μεγάλα· εἴρηται δὲ καὶ ἀρσενικῶς ὁ λαβρώνιος, Μένανδρος Ἁλιεῖ·
εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον, Περσικαὶ στολαὶ δὲ κεῖνται· πορφυρᾶ , τορεύματα ἔνδον ἔστ᾽, ἄνδρες, ποτήρἰ· ἄλλα τ’ ἀργυρώματα, κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνιοι.
ἐν δὲ Φιλαδέλφοις·
ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
Ἵππαρχος δ’ ἐν Θαίδι·
ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; β. Ἡράκλεις, ποτήριον χρυσοῦς διακοσίους ἄγον. α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου.
Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί·
πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. ἀνδραπόδι’ ἤδη ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε, ἐκπωμάτων δ’ ὀνόματα. β. πρὸς τῆς Ἑστίας. α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι.
Δίδυμος δ’ ὅμοιον εἶναί φησιν αὐτὸ βομβυλιῷ ἢ βατιακίῳ.

Λάκαιναι κυλίκων εἶδος οὕτως λεγόμενον ἢ ἀπὸ τοῦ κεράμου, ὡς τὰ Ἀττικὰ σκεύη, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ, ὥσπερ ---αἱ Θηρίκλειαι λέγονται. Ἀριστοφάνης Δαιταλεῦσι·

Συβαρίτιδὰς τ’ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν κυλίκων μεθ’ ἡδέων σπάσαι φίλων·

λεπαστή. οἱ μὲν ὀξύνουσι τὴν τελευταίαν, ὡς καλή, οἱ δὲ παροξύνουσιν, ὡς μεγάλη, τοῦτο δὲ τὸ ποτήριον ὠνομάσθη ἀπὸ τῶν εἰς τὰς μέθας καὶ τὰς ἀσωτίας πολλὰ ἀναλισκόντων, οὓς λαφύκτας καλοῦμεν. κύλικες δ’ ἦσαν μεγάλαι. ι Ἀριστοφάνης Εἰρήνῃ·

τί δῆτ’ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν;
ἀφ’ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν, κατεναντίον τῷ λεγομένῳ βομβυλιῷ, φησὶν γάρ που ὁ αὐτός
τὸ δ’ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα,
οἷον ἅθρουν μ’ ἐξέπιες. ἐν δὲ Γηρυτάδῃ·
ἦν δὲ τὸ πρᾶγμ’ ἑορτή, περιέφερε δὲ κύκλῳ λεπαστὴν ἡμῖν ταχὺ προσφέρων παῖς οἰνοχόος σφόδρα κυανοβενθῆ,
τὸ βάθος παρίστησιν ὁ κωμικὸς τοῦ ποτηρίου. Ἀντιφάνης δὲ ἐν Ἀσκληπιῷ·
τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν, ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτ’ ἐποίησεν ἐκπιεῖν.
Φιλύλλιος Αὔγῃ·
πάντα γὰρ ἦν μέστ’ ἀνδρῶν καὶ μειρακίων πινόντων ὁμοῦ δ’ ἄλλων γρᾴδι’ ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς.
Θεόπομπος Παμφίλῃ·
σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή, ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος τέττιξ κελαδεῖ.
καὶ ἐν Μήδῳ·
ὣς ποτ’ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν, κέρμα φίλον διαδοὺς ὅτε συμμαχίαν ἐρέεινεν οἶον δ’ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν.
Ἀμερίας δέ φησι τὴν οἰνοχόην λεπαστὴν καλεῖσθαι. Ἀριστοφάνης δὲ καὶ Ἀπολλόδωρος γένος εἶναι κύλικος. Φερεκράτης Κραπατάλλοις·
τῶν θεατῶν δ’ ὅστις ἂν διψῇ, λεπαστὴν ἐγχεάμενον ἔστιν ἐκχαρυβδίσαι.
Νίκανδρος δ’ ὁ Κολοφώνιός φησιν Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Λυκόφρων δ’ ἐν τῷ θ περὶ Κωμῳδίας παραθέμενος τὰ Φερεκράτους καὶ αὐτὸς εἶναί φησι γένος κύλικος τὴν λεπαστήν. μόσχος δ’ ἐν ἐξηγήσει Ῥοδιακῶν Λέξεων κεραμεοῦν ἀγγεῖόν φησιν αὐτὸ εἶναι, ἐοικὸς ταῖς λεγομέναις πτωματίσιν, ἐκπεταλώτερον δέ. Ἀρτεμίδωρος δ’ ὁ Ἀριστοφάνειος ποτήριον ποιόν. Ἀπολλοφάνης δὲ Κρησί·
καὶ λεπαστὰ μ’ ἁδύοινος εὐφρανεῖ δι’ ἁμέρας.
Θεόπομπος Παμφίλῃ·
λεπαστὴ μάλα συχνή, ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος περίστατον βοῶσα τὴν κώμην ποεῖ.
Νίκανδρος δ’ ὁ Θυατειρηνὸς
κύλιξ,
φησί,
μείζων,
παρατιθέμενος Τηλεκλείδου ἐκ Πρυτάνεων
καὶ μελιχρὸν οἶνον ἕλκειν ἐξ ἡδύπνου λεπαστῆς.
Ἕρμιππος Μοίραις·
ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.

λοιβάσιον κύλιξ, ὥς φησι Κλείταρχος καὶ Νίκανδρος ὁ Θυατειρηνός.., ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ ᾧ τὸν οἶνον, καλεῖσθαι λέγων λοιβίδας καὶ τὰ σπονδεῖα ὑπὸ Ἀντιμάχου τοῦ Κολοφωνίου.

Λέσβιόν ὅτι ποτηρίου εἶδος, Ἡδύλος παρίστησιν ἐν Ἐπιγράμμασιν οὑτωσὶ λέγων

ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου.
ἣν σὺ σάου πάντως, ὡς καὶ πάλι τῶν ἀπ’ ἐκείνης σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.

λουτήριον. ἘπιγένηςΜνηματίῳ ἐν τῷ τῶν ποτηρίων καταλόγῳ φησί·

κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί. λουτήρι’ ἀλλὰ τί καθ’ ἕκαστα δεῖ λέγειν; ὄψει γὰρ αὐτός.

Λυκιουργεῖς. φιάλαι τινὲς οὕτως καλοῦνται ἀπὸ Λύκωνος τοῦ κατασκευασαμένου, ὡς καὶ Κονώνειοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. μνημονεύει τοῦ Λύκωνος Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου κἀν τῷ πρὸς Τιμόθεον ὑπὲρ χρέως λέγων οὕτως·

φιάλας Λυκιουργεῖς δύο.
ἐν δὲ τῷ πρὸς Τιμόθεον γράφει·
δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετὰ τῶν χρημάτων καὶ ἄλλας φιάλας Λυκιουργεῖς δύο.
Ἡρόδοτος δ’ ἐν ζ
προβόλους δύο Λυκιουργίδας ἢ λυκοεργέας,
ὅτι ἀκόντιά ἐστι πρὸς λύκων θήραν ἐπιτήδεια ἢ ἐν Λυκίᾳ
εἰργασμένα. ὅπερ ἐξηγούμενος Δίδυμος ὁ γραμματικὸς τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν α περὶ Ἀκροπόλεως, ἀγνοεῖ δ’ ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλ’ ἀπὸ πόλεων ἢ ἐθνῶν. ι Ἀριστοφάνης τε γὰρ ἐν Εἰρήνῃ φησί·
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος·
Κριτίας τε ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ·
κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ κρούπεζα Ῥηναιουργής.
ʽ Ἡρόδοτός τε ἐν τῇ ἑβδόμῃ φησί·
προβόλους δύο Λυκοεργέας.
μήποτ’ οὖν καὶ παρὰ τῷ Ἡροδότῳ ὡς καὶ παρὰ τῷ Δημοσθένει γραπτέον Λυκιοεργέας, ἵν’ ἀκούηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.

μέλη. οὕτω καλεῖταί τινα ποτήρια ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως

σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις ; καὶ κατάχεον.

μετάνιπτρον ἡ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. ι Ἀντιφάνης Λαμπάδι·

δαίμονος ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.
Δίφιλος Σαπφοῖ·
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, Ἀγαθοῦ δαίμονος ---
ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ’ ἐν Κύκλωψι·
καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας.
Φιλέταιρος Ἀσκληπιῷ·
ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.
Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι·
σὺ δὲ τάνδε Βακχίαν εὔδροσον πλήρη μετανιπτρίδα δέξαι. πραΰ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν πάντας ἄγει.
Ἀντιφάνης Λαμπάδι·
τράπεζα φυστημινεις, ἅμα δ’ ἦν Δαίμονος ἀγαθοῦ μετάνιπτρον.
Νικόστρατος Ἀντερώσῃ·
μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.

μαστὸς. Ἀπολλόδωρος ὁ Κυρηναῖος, ὡς Πάμφιλός φησι, Παφίους τὸ ποτήριον οὕτως καλεῖν.

μαθαλίδαςΒλαῖσος ἐν Σατούρνῳ φησὶν

ἑπτὰ μαθαλίδας ἐπίχεον ἁμὶν τῶ γλυκυτάτω.
Πάμφιλος δέ φησι·
μήποτε ἐκπώματός ἐστιν εἶδος, ἢ μέτρον οἷον κύαθος.
Διόδωρος δὲ κύλικα ἀποδίδωσι.

Μάνης ποτηρίου εἶδος. Νίκων Κιθαρῳδῷ·

καὶ πάνυ τις εὐκαίρως
προπίνω,
φησί,
σοί, πατριῶτα.
μάνην δ’ ἔλαβε κεραμεοῦν ἁδρόν, χωροῦντα κοτύλας πέντ’ ἴσως. ἐδεξάμην.
παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος καὶ Πάμφιλος. καλεῖται δὲ μάνης καὶ τὸ ἐπὶ τοῦ κοττάβου ἐφεστηκός, ἐφ’ οὗ τὰς λάταγας ἐν παιδιᾷ ἔπεμπον ὅπερ ὁ Σοφοκλῆς ἐν Σαλμωνεῖ ὁ χάλκειον ἔφη κάρα, λέγων οὕτως·
τάδ’ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος· τῷ καλλικοτταβοῦντι νικητήρια τίθημι καὶ βαλόντι χάλκειον κάρα,
Ἀντιφάνης Ἀφροδίτης Γοναῖς·
ἐγὼ ᾽ πιδείξω καθ’ ἓν ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν β. πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; α. τοῦτ’ ἐστὶ πλάστιγξ—οὖτος ὁ κρατῶν γίνεται. β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
Ἕρμιππος Μοίραις·
ῥάβδον δ’ ὄψει φησί τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ’ οὐδὲν λατάγων ἀίει· τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν.

Νεστορίς. περὶ τῆς ἰδέας τοῦ Νέστορος ποτηρίου φησὶν ὁ ποιητής·

πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός, χρυσείοις ἥλοισι πεπαρμένον οὔατα δ’ αὐτοῦ τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο δύω δ’ ὑπὸ πυθμένες ἦσαν. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.
ἐν τούτοις ζητεῖται πρῶτον μὲν τί ποτ’ ἐστὶ τὸ χρυσείοις ἥλοισι πεπαρμένον, ἔπειτα τί τὸ οὔατα δ’ αὐτοῦ τέσσαρ’ ἔσαν. τὰ γὰρ ἄλλα ποτήριά φησιν ὁ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τῷ περὶ τῆς Νεστορίδος δύο ὦτα ἔχειν. πελειάδας δὲ πῶς ἄν τις ὑπόθοιτο νεμομένας περὶ ἕκαστον τῶν ὤτων; πῶς δὲ καὶ λέγει δύο πυθμένας εἶναι τοῦ ποτηρίου; ἰδίως δὲ καὶ τοῦτο λέγεται ὅτι οἱ μὲν ἄλλοι μογοῦντες ἐβάσταζον τὸ ποτήριον, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. ταῦτα προθέμενος ὁ Ἀσκληπιάδης ζητεῖ περὶ τῶν ἥλων, πῶς πεπαρμένους αὐτοὺς δεῖ δέχεσθαι. οἱ μὲν οὖν λέγουσιν ἔξωθεν δεῖν ἐμπείρεσθαι τοὺς χρυσοῦς ἥλους τῷ ἀργυρῷ ἐκπώματι κατὰ τὸν τῆς ἐμπαιστικῆς τέχνης λόγον, ὡς καὶ ἐπὶ τοῦ Ἀχιλλέως σκήπτρου·
ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ χρυσείοις ἥλοισι πεπαρμένον.
ἐμφαίνεται γὰρ ὡς τῶν ἥλων ἐμπεπερονημένων καθάπερ ἐπὶ τῶν ῥοπάλων. καὶ ἐπὶ τοῦ ξίφους τοῦ Ἀγαμέμνονος·
ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος· ἐν δὲ οἱ ἧλοι χρύσειοι πάμφαινον ἀτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον.
Ἀπελλῆς μὲν οὖν ὁ τορευτὴς ἐπεδείκνυεν, φησίν, ἡμῖν ἔν τισι Κορινθιακοῖς ἔργοις τὴν τῶν ἥλων θέσιν. ἐξοχὴ δ’ ἦν ὀλίγη τοῖς κολαπτῆρσιν
ἐπηρμένη καὶ οἱονεὶ κεφαλίδας ἥλων ἀποτελοῦσα. πεπάρθαι δὲ λέγεται τοὺς ἥλους ὑπὸ τοῦ ποιητοῦ οὐχ ὅτι ἔξωθεν πρόσκεινται καὶ πεπαρμένοι εἰσίν, ἀλλ’ ὅτι ἐμπεπαρμένοις ἐοίκασιν ἔξω τε ὀλίγῳ προὔχουσι, μετέωροι τῆς ἄλλης ἐπιφανείας ὄντες.

καὶ περὶ τῶν ὤτων οὕτως διορίζονται, ὅτι εἶχεν μὲν δύο ὦτα ἄνω καθότι καὶ τἄλλα ποτήρια, ἄλλα δὲ δύο κατὰ τὸ κύρτωμα μέσον ἐξ ἀμφοῖν τοῖν μεροῖν μικρά, παρόμοια ταῖς Κορινθιακαῖς ὑδρίαις. ὁ δὲ Ἀπελλῆς ἐντέχνως ἄγαν ὑπέδειξε τὴν τῶν τεσσάρων ὤτων σχέσιν ἔχουσαν ὧδε. ἐκ μιᾶς οἱονεὶ ῥίζης, ἥτις τῷ πυθμένι προσκυρεῖ , καθ’ ἑκάτερον τὸ οὖς διασχιδεῖς εἰσι ῥάβδοι ἐπ’ ἀμφοῖν, οὐ πολὺ ἀπ’ ἀλλήλων διεστῶσαι διάστημα, αὗται μέχρι τοῦ χείλους διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν ἔτι μετεωριζόμεναι κατὰ μὲν τὴν ἀπόστασιν τοῦ ἀγγείου φυλάττουσι τὴν διάσχισιν, κατὰ δὲ τὸ ἀπολῆγον πρὸς τὴν τοῦ χείλους ἔρεισιν πάλιν συμφυεῖς εἰσιν. καὶ γίνεται τὸν τρόπον τοῦτον τέτταρα ὦτα. τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλ’ ἐπ’ ἐνίων ποτηρίων τὸ εἶδος τῆς κατασκευῆς θεωρεῖται, μάλιστα δὲ τῶν λεγομένων Σελευκίδων. τὸ δ᾽ ἐπὶ τῶν δυεῖν πυθμένων ζητούμενον, πῶς λέγεται τὸ δύο δ’ ὑπὸ πυθμένες ἦσαν, διαλύουσιν οὕτως τινές, τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχειν

τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ ποτηρίῳ, καθότι τὰ λεγόμενα κυμβία καὶ τὰς φιάλας καὶ εἴ τι φιαλῶδές ἐστι τὴν ἰδέαν τινὰ δὲ δύο, ὥσπερ τὰ ᾠοσκύφια καὶ τὰ κανθάρια καὶ τὰς Σελευκίδας καὶ τὰ καρχήσια καὶ τὰ τούτοις ὅμοια· ἕνα μὲν γὰρ εἶναι πυθμένα τὸν κατὰ τὸ κύτος συγκεχαλκευμένον ὅλῳ τῷ ἀγγείῳ, ἕτερον δὲ τὸν πρόσθετον, ἀπὸ ὀξέος ἀρχόμενον, καταλήγοντα δ’ εἰς πλατύτερον, ἐφ’ οὗ ἵσταται τὸ ποτήριον. καὶ τὸ τοῦ Νέστορος οὖν δέπας φασὶν εἶναι τοιοῦτον. δύναται δὲ καὶ δύο πυθμένας ὑποτίθεσθαι, τὸν μὲν οἷον τοῦ ποτηρίου φέροντα τὸν ὅλον ὄγκον καὶ κατὰ μείζονα κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ἔχοντα τοῦ ὕψους σύμμετρον, τὸν δὲ κατ’ ἐλάττω κύκλον συνεχόμενον ἐν τῷ μείζονι, καθ’ ὅσον συννεύειν συμβέβηκεν εἰς ὀξὺ τὸν φυσικὸν τοῦ ποτηρίου πυθμένα, ὥστε ὑπὸ δυοῖν πυθμένοιν φέρεσθαι τὸ ἔκπωμα. Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον ὅπερ Προμαθίδας ὁ Ἡρακλεώτης ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξίν φησιν σκύφον εἶναι παρακειμένως ἔχοντα τὰ ὦτα, καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ δέ τινα ῥοπάλια
δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δ’ εἶναι τοὺς δύο πυθμένας, ὁποῖόν τι καὶ νῦν ἔστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι ἐστὶ δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη.
ἐγὼ

δέ,
φησὶν ὁ Μυρλεανός,

τάδε λέγω περὶ τοῦ ποτηρίου, οἱ παλαιοὶ καὶ τὰ περὶ τὴν ἥμερον τροφὴν πρῶτοι διαταξάμενοι τοῖς ἀνθρώποις, πειθόμενοι τὸν κόσμον εἶναι σφαιροειδῆ, λαμβάνοντες ἔκ τε τοῦ ἡλίου καὶ τῆς σελήνης σχήματος ἐναργεῖς τὰς φαντασίας, καὶ τὰ περὶ τὴν ἰδίαν τροφὴν τῷ περιέχοντι κατὰ τὴν ἰδέαν τοῦ σχήματος ἀφομοιοῦν εἶναι δίκαιον ἐνόμιζον. διὸ τὴν τράπεζαν κυκλοειδῆ κατεσκευάσαντο καὶ τοὺς τρίποδας τοὺς τοῖς θεοῖς καθαγιζομένους κυκλοτερεῖς καὶ ἀστέρας ἔχοντας, καὶ φθόεις, οὓς καὶ καλοῦσι σελήνας. καὶ τὸν ἄρτον δ’ ἐκάλεσαν ὅτι τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος, καὶ τὸ ποτήριον οὖν τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμημα τοῦ κόσμου, τὸ δὲ τοῦ Νέστορος καὶ ἰδιαίτερόν ἐστιν, ἔχει γὰρ καὶ ἀστέρας, οὓς ἥλοις ὁ ποιητὴς ἀπεικάζει διὰ τὸ τοὺς

ἀστέρας περιφερεῖς εἶναι τοῖς ἥλοις ὁμοίως καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, καθὼς καὶ Ἄρατός φησιν ἐπ’ αὐτῶν
οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
περιττῶς δὲ καὶ τοῦτ’ ἔφρασεν ὁ ποιητής, τοὺς χρυσοῦς ἥλους παρατιθεὶς τῇ τοῦ ἀργυροῦ ἐκπώματος φύσει, τὴν τῶν ἀστέρων καὶ τοῦ οὐρανοῦ ἐκτυπῶν κατὰ τὴν ἰδέαν τῆς χρόας οὐσίαν, ὁ μὲν γὰρ οὐρανὸς ἀργύρῳ προσέοικεν, οἱ δὲ ἀστέρες χρυσῷ διὰ τὸ πυρῶδες. ὑποθέμενος

οὖν κατηστερισμένον τὸ τοῦ Νέστορος ποτήριον μεταβαίνει καὶ ἐπὶ τὰ κράτιστα τῶν ἀπλανῶν ἀστέρων, οἷς δὴ τεκμαίρονται τὰ περὶ τὴν ζωὴν οἱ ἄνθρωποι· λέγω δὲ τὰς πελειάδας. ὅταν γὰρ εἴπῃ·

δύω δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο,
πελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ἅς τινες ὑπονοοῦσι περιστερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναὶ φησιν Ἀριστοτέλης πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δ’ ὁ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἀμητός, καὶ τῶν καρπῶν ἀρχὴ γενέσεως καὶ συναιρέσεως, καθά φησι καὶ Ἡσίοδος·
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ’ ἀμητοῖ᾽, ἀρότοιο δὲ δυσομενάων.
καὶ Ἄρατος·
αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ’ ὀνομαστοὶ ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο σημαίνειν ἐπένευσεν ἐπερχομένου τ’ ἀρότοιο.
τὰς οὖν τῆς τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ· καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν ἀμβροσίαν τὰς Πελειάδας φέρειν φησί
τῇ μὲν τ’ οὐδὲ ποτητὰ, παρέρχεται οὐδὲ Πέλειαι τρήρωνες, ταὶ τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσι.
οὐ γὰρ τὰς πελειάδας τὰς ὄρνεις φέρειν νομιστέον, τῷ Διὶ τὴν ἀμβροσίαν, ὡς οἱ πολλοὶ δοξάζουσιν ἄσεμνον γάρ, ἀλλὰ τὰς Πλειάδας, οἰκεῖον γὰρ τὰς προσημαινούσας τῷ τῶν ἀνθρώπων γένει τὰς ὥρας, ταύτας καὶ τῷ Διὶ φέρειν τὴν ἀμβροσίαν. διόπερ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει λέγων
τῇ μὲν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι.
ὅτι δὲ τὰς Πλειάδας τὸ ἐνδοξότατον τῶν ἀπλανῶν
ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν
ἐν δὲ τὰ τείρεα πάντα τὰ τ’ οὐρανὸς ἐστεφάνωται, Πληιάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος ἄρκτον θ᾽, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν.
ἐπλανήθησαν δ’ οἱ πολλοὶ νομίζοντες τὰς πελειάδας ὄρνεις εἶναι πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχηματισμοῦ τοῦ κατὰ τὴν πρόσθεσιν τοῦ γράμματος· ἔπειτα δ’ ὅτι τὸ τρήρωνες μόνων ἐδέξαντο εἶναι ἐπίθετον πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη τρεῖν δ’ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δ’ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον μυθεύονται γὰρ καὶ αὗται τὸν ᾽ Ὠρίωνα φεύγειν, διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τοῦ ᾽ Ὠρίωνος.

ἡ δὲ τοῦ ὀνόματος ἐκτροπή, καθ’ ἣν αἱ Πλειάδες λέγονται Πέλειαι καὶ Πελειάδες, παρὰ πολλοῖς ἐστι τῶν ποιητῶν, πρώτη δὲ Μοιρὼ ἡ Βυζαντία καλῶς ἐδέξατο τὸν νοῦν τῶν Ὁμήρου ποιημάτων ἐν τῇ Μνημοσύνῃ ἐπιγραφομένῃ φάσκουσα τὴν ἀμβροσίαν τῷ Διὶ τὰς Πλειάδας κομίζειν. Κράτης δ’ ὁ κριτικὸς σφετερισάμενος αὐτῆς τὴν δόξαν ὡς ᾽ἴδιον ἐκφέρει τὸν λόγον. καὶ Σιμωνίδης δὲ τὰς Πλειάδας Πελειάδας εἴρηκεν ἐν τούτοις ι

δίδωτι δ’ εὖχος Ἑρμᾶς ἐναγώνιος, Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ’ Ἄτλας
ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τὰν γ’ ἔξοχον εἶδος, ταὶ καλέονται Πελειάδες οὐράνιαι.
σαφῶς γὰρ τὰς Πλειάδας οὔσας Ἄτλαντος θυγατέρας Πελειάδας καλεῖ, καθάπερ καὶ Πίνδαρος
ἐστὶ δ’ ἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν Ὀαρίωνα νεῖσθαι.
σύνεγγυς γάρ ἐστιν ὁ ᾽ Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων· διὸ καὶ ὁ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς τῆς Πληιόνης τὸν Ὠρίωνα, ὀρείας δὲ λέγει τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρείας κατὰ παράλειψιν τοῦ υ , ἐπειδὴ κεῖνται ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου. καὶ Αἰσχύλος δ’ ἐκφανέστερον προσπαίζων τῷ ὀνόματι κατὰ τὴν ὁμοφωνίαν
φησὶ, αἱ δ’ ἕπτ’ Ἄτλαντος παῖδες ὠνομασμέναι πατρὸς μέγιστον ἆθλον οὐρανοστεγῆ κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων ἔχουσι μορφὰς ἄπτεροι Πελειάδες.
ἀπτέρους γὰρ αὐτὰς εἴρηκε διὰ τὴν πρὸς τὰς ὄρνεις ὁμωνυμίαν. ἡ δὲ Μοιρὼ καὶ αὐτὴ τὸν τρόπον τοῦτόν φησι·
Ζεὺς δ’ ἄρ’ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ’ ἄρα τίς νιν ἠείδει μακάρων ὁ δ’ ἀέξετο πᾶσι μέλεσσι, τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ
ἀμβροσίην φορέουσαι ἀπ’ ᾽ Ὠκεανοῖο ῥοάων νέκταρ δ᾽ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε ποτὸν Διὶ μητιόεντι. τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν. ὣς δ’ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.
καὶ Σιμμίας δ’ ἐν τῇ Γοργοῖ φησιν
αἰθέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
Ποσείδιππὸς τ’ ἐν τῇ Αἰσωπίᾳ·
οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι.
Λαμπροκλῆς δ’ ὁ διθυραμβοποιὸς καὶ ῥητῶς αὐτὰς εἶπεν ὁμωνυμεῖν ταῖς περιστεραῖς ἐν τούτοις·
αἵ τε ποταναῖς ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε.
καὶ ὁ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρονομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει·
τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
καὶ πάλιν
χειμέριαι δύνουσι Πελειάδες.
καὶ πάλιν
τῆμος ἀποκρύπτουσι Πελειάδες.
οὐδὲν οὖν ἄπιστον καὶ Ὅμηρον τὰς Πλειάδας κατὰ ποιητικὸν νόμον Πελειάδας ὠνομακέναι.