Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας, εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.
αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν ὁ Πίνδαρος·
ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι στηθέων ἔξω, πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτὰν ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες ---
εἶτ’ ἐπάγει
ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.

ἀγκύλῃ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος·

πιεῖν δὲ θάνατος οἶνον ἂν ὕδωρ ἐπῇ. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς
πίνουσ’ ἀπ’ ἀγκύλης ἐπονομάζουσ᾽· ἅμα ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
καὶ Βακχυλίδης·
εὖτε τὴν ἀπ᾽· ἀγκύλης ἵησι τοῖς νεανίαις, λευκὸν ἀντείνασα πῆχυν.
ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ’ Αἰσχύλῳ ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα· ἀλλ’ ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός, καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.

ὅτι παρὰ Τιμαχίδᾳ Αἰακίς ἡ κύλιξ καλεῖται. ἄκατος ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης· κατάβαλλε τἀκάτια, τὰ κυμβία αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου ἄνελκε τὴν γραῦν, τὴν νέαν δ’ ἐπουρίσας
πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.

ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος. Φιλίτας δὲ ποτήριον οὖς οὐκ ἔχον.

ἄροκλον ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ.

ἄλεισον καὶ δέπας τὸ αὐτό. Ὅμηρος ἐν Ὀδυσσείᾳ περὶ Πεισιστράτου·

ἐν δ’ οἶνον ἔχευε χρυσείῳ δέπαι.
εἶτα παρακατιὼν τὸ αὐτό·
τούνεκα σοὶ δώσω χρύσειον ἄλεισον.
καὶ ἑξῆς τὸ αὐτὸ πάλιν
δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον.
φησὶν οὖν Ἀσκληπιάδης ὁ Μυρλεανός·
δοκεῖ μοι φιαλῶδες εἶναι τὸ δέπας· σπένδουσι γὰρ ἐν αὐτῷ. λέγει γοῦν Ὅμηρος δέπας, δι’ οὗ Διὶ μόνῳ σπένδεσκεν Ἀχιλλεύς. καλεῖται δὲ δέπας ἤτοι ὅτι δίδοται πᾶσι τοῖς σπένδειν βουλομένοις εἴτε καὶ τοῖς πίνειν, ἢ ὅτι δύο ὦπας εἶχε· ταῦτα δὲ ἂν εἴη τὰ ὦτα. τὸ δὲ ἄλεισον ἤτοι ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι ἢ ὅτι ἁλίζεται ἐν αὐτῷ τὸ ὑγρόν. ὅτι δὲ δύο ὦτα εἶχε δῆλον
ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε χρύσεον ἄμφωτον.
ἀμφικύπελλον δὲ λέγων αὐτὸ οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον.
Σιληνὸς δὲ ἀμφικύπελλόν φησι τὸ μὴ ἔχον ὦτα. ἄλλοι δὲ τὴν ἀμφὶ ἀντὶ τῆς περὶ εἶναι, ἵν’ ᾖ περίποτον, τὸ πανταχόθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια· κυφὸν γὰρ εἶναι τὸ κυρτόν. ἀνίκητος δὲ τὸ μὲν κύπελλὸν φησι φιάλην εἶναι, τὸ δ’ ἀμφικύπελλον ὑπερφίαλον, τὸ ὑπερήφανον καὶ καλόν, εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον θέλει τις ἀκούειν, ἔξω λειότητος ὄν. Πείσανδρος δέ φησιν Ἡρακλέα Τελαμῶνι τῆς ἐπὶ Ἴλιον στρατείας ἀριστεῖον ἄλεισον δοῦναι.

ὅτι ἐστὶ ποτήριον Ἀμαλθείας κέρας καὶ ἐνιαυτὸς καλούμενον.

ἄμφωξις ξύλινον ποτήριον ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλίτας φησι, ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.

ἄμυστις. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ’ οὕτω καὶ τὰ ποτήρια ἀφ᾽· ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ὑφ’ ἓν πνεῦμα πιεῖν, ὡς ὁ κωμικὸς Πλάτων·

λύσας διαρκῆ στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος· ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον ἔπινε κἀξημύστισεν.
ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου, ὡς Ἀμειψίας·
αὔλει μοι μέλος· σὺ δ’ ᾆδε πρὸς τήνδ᾽ , ἐκπίομαι δ’ ἐγὼ τέως. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον, ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.

Ἀντιγονίς ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου σελευκὶς , καὶ ἀπὸ Προυσίου Προυσίας.

ἀναφαῖα ἡ θερμοποτὶς παρὰ Κρησίν.

ἀρύβαλλος ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι·

κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν.
οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ
τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς·
κακὴ κακῶς σὺ πρὸς θεῶν ὀλουμένη, ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας.
ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις.

ἀργυρὶς εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου, Ἀναξίλας·

καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.

βατιάκιον , λαβρώνιος, τραγέλαφος, πρίστις, ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη. Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ ἐν ᾗ ταῦτα γέγραπται·

βατιάκαι ἀργυραῖ κατάχρυσοι τρεῖς. κόνδυα ἀργυρᾶ ρος τούτων ἐπίχρυσα λγ′. τισιγίτης ἀργυροῦς εἷς. μύστροι ἀργυροῖ κατάχρυσοι λβ′. λαγυνοθήκη ἀργυρᾶ μία. οἰνοφόρον βαρβαρικὸν ἀργυροῦν ποικίλον ἕν. ἄλλα ποτήρια παντοδαπὰ μικρὰ κθ′, ῥυτὰ καὶ βατιάκαι Λυκιουργεῖς ἐπίχρυσοι καὶ θυμιατήρια καὶ τρυβλία.

Βῆσσα ποτήριον παρ’ Ἀλεξανδρεῦσι πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν.

βαύκαλις. ἐν ᾽ Ἀλεξανδρείᾳ καὶ αὕτη, ὡς Σώπατρος ὁ παρῳδός·

βαυκαλὶς ἡ τετρακότυλος.
καὶ πάλιν·
νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς κραιπαλοβόσκου δίψης κατόχοις.
κατασκευάζουσι δέ, φησίν, οἱ ἐν Ἀλεξανδρείᾳ τὴν ὕαλον μεταρρυθαίζοντες πολλαῖς καὶ ποικίλαις ἰδέαις ποτηρίων, παντὸς τοῦ πανταχόθεν κατακομιζομένου κεράμου τὴν ἰδέαν μιμούμενοι. Λύσιππον τὸν ἀνδριαντοποιόν φασι Κασάνδρῳ χαριζόμενον, ὅτε συνῴκισε τὴν Κασάνδρειαν, φιλοδοξοῦντι καὶ βουλομένῳ ἴδιόν τινα εὑρέσθαι κέραμον διὰ τὸ πολὺν ἐξάγεσθαι τὸν Μενδαῖον οἶνον ἐκ τῆς πόλεως, φιλοτιμηθῆναι καὶ πολλὰ καὶ παντοδαπὰ γένη παραθέμενον κεραμίων ἐξ ἑκάστου ἀποπλασάμενον ἴδιον ποιῆσαι πλάσμα.

βικὸς ;. Ξενοφῶν Ἀναβάσεως πρώτῳ·

Κῦρος ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς.
ἐστὶ δὲ φιαλῶδες ποτήριον κατὰ τὸν Παριανὸν Πολυδεύκην. βομβτλιο, θηρίκλειον Ῥοδιακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησὶν
οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστ’ ἀπαλλαγήσονται, οἱ δ’ ἐκ
βομβυλιοῦ κατὰ μικρὸν στάζοντος ---
ἐστὶ δὲ καὶ ζῷόν τι.

βρομιάδες , ἔκπωμα ὅμοιον τοῖς μακροτέροις τῶν σκύφων.

γραμματικόν ἔκπωμα τὸ γράμματα ἔχον ἐγκεχαραγμένα. Ἄλεξις·

τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι πρώτιστον. ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ, παλαιόν, ὦτα συντεθλασμένον σφόδρα, ἔχον κύκλῳ τε γράμματ᾽. β. ἆρά γ’ ἕνδεκα χρυσᾶ
Διὸς σωτῆρος
; α. οὐκ ἄλλου μὲν οὖν.
τοιοῦτον εἴδομεν ποτήριον γραμματικὸν ἀνακείμενον ἐν Καπύῃ τῆς Καμπανίας τῇ Ἀρτέμιδι, ἀργυροῦν, ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κατεσκευασμένον, καὶ ἐντετυπωμένα ἔχον τὰ ἔπη χρυσοῖς γράμμασιν, ὡς τὸ Νέστορος ὄν. Ἀχαιὸς δ’ ὁ τραγικὸς ἐν Ὀμφάλῃ καὶ αὐτὸς περὶ γραμματικοῦ ποτηρίου ποιεῖ τοὺς Σατύρους τάδε λέγοντας·
ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι τὸ γράμμα φαίνων, δέλτ᾽, ἰῶτα καὶ τρίτον οὖ, νῦ τὸ τ’ ὖ πάρεστι, κοὐκ ἀπουσίαν ἐκ τοὐπέκεινα σὰν τὸ τ’ οὖ κηρύσσετον.
ἐν τούτοις λείπει τὸ ὖ στοιχεῖον, ἐπεὶ πάντες οἱ ἀρχαῖοι τῷ οὖ ἀπεχρῶντο οὐ μόνον ἐφ’ ἧς νῦν
τάττεται δυνάμεως, ἀλλὰ καὶ ὅτε τὴν δίφθογγον διασημαίνει διὰ τοῦ οὖ μόνου γράφουσι. παραπλησίως δὲ καὶ τὸ εἶ γράφουσιν καὶ ὅταν καθ’ αὑτὸ μόνον ἐκφωνῆται καὶ ὅταν συζευγνυμένου τοῦ ἰῶτα. κἀν τοῖς προκειμένοις οὖν οἱ σάτυροι τοῦ Διονύσου τὴν τελευταίαν συλλαβὴν διὰ τοῦ οὖ μόνου ὡς βραχέος ἐγκεχαραγμένου ἐδήλωσαν ὅτι συνυπακούεσθαι δεῖ καὶ τὸ ὖ, ἵν’ ᾖ Διονύσου, τὸ δὲ σὰν ἀντὶ τοῦ σίγμα Δωρικῶς εἰρήκασιν. οἱ γὰρ μουσικοί, καθάπερ πολλάκις Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ· τὸ δὲ ρ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τοὺς τὸ ξ ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν.Ἀριστοφάνης Νεφέλαις·
οὔτ’ αὐτὸς οὔθ’ ὁ ζύγιος οὔθ’ ὁ σαμφόρας.
καὶ Πίνδαρος δέ φησι·
πρὶν μὲν ἧρπε σχοινοτένειὰ τ’ ἀοιδὰ καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων.
μνημονεύει δὲ τοῦ γραμματικοῦ ἐκπώματος ὡς οὕτως καλουμένου Εὔβουλος ἐν Νεοττίδι οὕτως ι
μισῶ κάκιστον γραμματικὸν ἔκπωμ’ ἀεί. ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο
ἔχων φιάλιον τῷδε. β. πολλὰ γίνεται ὅμοια.

γυάλας . Φιλίτας ἐν Ἀτάκτοις Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας. Παρθένιος δ’ ὁ τοῦ Διονυσίου ἐν α περὶ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων ζητουμένων φησί·

γυάλας ποτηρίου εἶδος, ὡς Μαρσύας γράφει ὁ ἱερεὺς τοῦ ʽ Ἡρακλέους οὕτως ᾽ ὅταν εἰσίῃ ὁ βασιλεὺς εἰς τὴν πόλιν, συναντᾶν οἴνου πλήρη γυάλαν ἔχοντά τινα, τὸν δὲ λαβόντα σπένδειν.᾽

δεῖνος. ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα· Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως ι

ὅσα δ’ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν, γύναι, δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά β. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει.
δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ι ε ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα Σέλευκος δ’ εἰπὼν ἐκπώματος εἶναι γένος τὸν δεῖνον παρατίθεται Στράττιδος ἐκ Μηδείας·
οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου; ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ.
Ἀρχέδικος δ’ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι·
Νικοστράτην τιν’ ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην ὅτι δεῖνὸν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. β. δεῖνον καὶ δεινόν, ὦ θεοί.
ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι παρίστησιν
οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί.
Τελέσιλλα δὲ ἡ Ἀργεία καὶ τὴν ἅλω καλεῖ δῖνον. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλίτας φησιν ἐν Ἀτάκτοις.ι

δέπαστρον. Σιληνὸς καὶ Κλείταρχος ἐν Γλώσσαις παρὰ Κλειτορίοις τὰ ποτήρια καλεῖσθαι. Ἀντίμαχος δ’ ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί·

πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε ῥεξέμεν ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες· νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν
ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ χρυσείῃ προχόῳ.
καὶ πάλιν
ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα οἰσόντων χρύσεια, τὰ τ’ ἐν μεγάροισιν ἐμοῖσι κείαται.
κἀν τοῖς ἑξῆς δέ φησι·
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη.

δακτυλωτὸν ἔκπωμα οὕτως καλούμενον παρὰ Ἴωνι ἐν Ἀγαμέμνονι·

οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί, Πελίου μὲν ἆθλον, Κάστορος δ’ ἔργον ποδῶν.
Ἐπιγένης μὲν οὖν ἀκούει τὸ ἄμφωτον ποτήριον, εἰς ὃ οἷόν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν· ἄλλοι δὲ τὸ ἐν κύκλῳ τύπους ἔχον οἷον δακτύλους, ἢ τὸ ἔχον ἐξοχὰς οἷα τὰ Σιδώνια ποτήρια, ἢ τὸ λεῖον. ἄχραντον δὲ πυρὶ παρὰ τὸ Ὁμηρικὸν
ἄπυρον κατέθηκε λέβητα,
τὸ ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν ἢ τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας, περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν· περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ. ἐξ
ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. πλησίον δὲ τῆς Μολοσσίας ἡ Ἰωλκός, ἐν ᾗ ὁ ἐπὶ Πελίᾳ ἀγὼν ἐτέθη.
βέλτιον δὲ λέγειν,
φησὶν ὁ Δίδυμος ἐν τῷ τοῦ δράματος ἐξηγητικῷ,
ὅτι παρήκουσεν Ἴων Ὁμήρου λέγοντος·
πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν.
ἔδοξε γὰρ ἔκπωμα εἶναι· ἐστὶ δὲ χαλκίον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δ’ οἷον κύκλῳ τὴν φιάλην κοιλότητας· ἔχουσαν ἔνδοθεν οἷον δακτύλων, ἢ ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας· οὐ γὰρ γίνεται διὰ πυρός. λέγοι δ’ ἂν ἴσως κατὰ μεταφορὰν ἔκπωμα τὴν φιάλην.
Φιλήμων δ’ ἐν τοῖς Ἀττικοῖς Ὀνόμασιν ἢ Γλώτταις προθεὶς καλπίς φησι·
. δακτυλωτὸν ἔκπωμα καὶ τὸ ἄμφωτον, εἰς ὅ ἐστιν οἷόν τε τοὺς δακτύλους ἑκατέρωθεν διείρειν. οἱ δὲ τὸ ἔχον κύκλῳ δακτυλοειδεῖς τύπους τινάς.

Ἐλέφας. οὕτως ἐκαλεῖτο ποτήριόν τι, ὡς Δαμόξενός φησιν ἐν Αὑτὸν πενθοῦντι

εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων ὁ παῖς. β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; α. ῥυτὸν
δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς, Ἄλκωνος ἔργον. προὔπιεν δὲ μοί ποτε ἐν Κυψέλοις Ἀδαῖος. -
μνημονεύει τοῦ ποτηρίου τούτου καὶ Ἐπίνικος ἐν Ὑποβαλλομέναις, οὗ τὸ μαρτύριον παρέξομαι ἐν τῷ περὶ τοῦ ῥυτοῦ λόγῳ.

ἔφηβος , τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων ἢ Γλωσσῶν. στέφανος δ’ ὁ κωμικὸς ἐν Φιλολάκωνί φησι·

τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά. β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον;. κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν. β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.

ἡδυποτάδες. ταύτας φησὶν ὁ Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων

ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα, ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
Σῆμος δ’ ἐν πέμπτῃ Δηλιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ η . Κρατῖνος δ’ ὁ νεώτερός φησι·
παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.

Ἡράκλειον. Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας τὸ δέπας ἐν ᾧ διέπλευσεν ὁ Ἡρακλῆς τὸν ᾽ Ὠκεανοῦ εἶναι μέν φησιν Ἡλίου, λαβεῖν δ’ αὐτὸ παρ’ ᾽ κεανοῦ τὸν Ἡρακλέα. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ ἥρως, διὰ τὸ μέγεθος παίζοντες οἱ ποιηταὶ καὶ συγγραφεῖς πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. Πανύασις δ’ ἐν πρώτῳ ʽ Ἡρακλείας παρὰ Νηρέως φησὶ τὴν τοῦ ʽ Ἡλίου φιάλην κομίσασθαι τὸν Ἡρακλέα καὶ διαπλεῦσαι εἰς Ἐρύθειαν. ὅτι δὲ εἷς ἦν ὁ Ἡρακλῆς τῶν πλεῖστον πινόντων προείπομεν. ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν Στησίχορος μὲν οὕτως φησίν

ἀέλιος δ’ Ὑπεριονίδας δέπας ἐσκατέβαινε χρύσεον, ὄφρα δι’ ᾽ Ὠκεανοῖο περάσας ἀφίκοιθ’ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς
ποτὶ ματέρα κουριδίαν τ’ ἄλοχον πάιδὰς τε φίλους. ὁ δ’ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
καὶ Ἀντίμαχος δ’ οὑτωσὶ λέγει·
τότε δὴ χρυσέῳ ἐν δέπαι ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια,
καὶ Αἰσχύλος ἐν Ἡλιάσιν
ἔνθ’ ἐπὶ δυσμαῖς τεοῦ πατρὸς Ἡφαιστοτευχὲς δέπας, ἐν τῷ διαβάλλει πολὺν οἰδματόεντα περίδρομον πόρον συθείς, μελανίππου προφυγὼν ἱερᾶς νυκτὸς ἀμολγόν.

Μίμνερμος δὲ Ναννοῖ ὁ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν Ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου, λέγει δ’ οὕτως ·

ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα, οὐδὲ ποτ’ ἄμπαυσις γίγνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς ᾽ ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῇ τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, κοιίλη Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
ἑστᾶσ’ ὄφρ’ Ἠὼς ἠριγένεια μόλῃ. ἔνθ’ ἐπεβήσεθ’ ἑῶν ὀχέων Ὑπερίονος υἱός.
Θεόλυτος δ’ ἐν δευτέρῳ ῝ Ὥρων ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος. Φερεκύδης δ’ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ ᾽ Ὠκεανοῦ ἐπιφέρει·
ὁ δ’ Ἡρακλῆς ἕλκεται ἐπ’ αὐτὸν τὸ τόξον ὡς βαλῶν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει, ὁ δὲ δείσας παύεται. ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ ᾽ Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην ἵν’ ἀνίσχει ὁ ἥλιος, ἔπειτα πορεύεται ʽ Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, ᾽ Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. ὁ δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας ᾽ Ὠκεανὸς παύσασθαι κελεύει.

ἠθάνιον. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει·

Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκέη καὶ κύαθος χάλκεος καὶ ἠθάνιον χάλκεον.

ἡμίτομος ἔκπωμά τι παρ’ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος οὕτως ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις,