Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἀγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον, ἑταῖρε Τιμόκρατες; συναχθέντων γὰρ ἡμῶν καθ’ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη·

παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ᾽ Ἰθάκης ἐς πίονα δῆμον ᾽ ἡ τροφὸς καθημένῳ δηλονότι—οὕτως γὰρ ἐδείπνουν οἱ τότε τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής,

παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς, τὸν ῥὰ οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε παυομένῳ δόρποιο·
ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς δ’ οὖν μὴ διατρίβωμεν, ἀλλ’ ἤδη κατακλινώμεθα, ἵν’ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις ἅπασι προπίῃ.

ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως·

ἀπὸ τράπεζαν εἷλεν ᾗ ποτήρια ---
καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν
νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν.
ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ , Ἀττικοί ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν
γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην.
κἀν τῷ αὐτῷ δὲ ἔφη·
πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ.
καὶ Φερεκράτης ἐν Τυραννίδι·
ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων,
ὁ δὲ Ἀνακρέων ἔφη·
οἰνοπότης δὲ πεποίημαι.
ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· οἰνοποτάζων γὰρ εἴρηκε. καὶ Σαπφὼ δ’ ἐν τῷ β ἔφη·
πολλὰ δ’ ἀνάριθμα ποτήρια κἀλέφαις.
καὶ Ἀλκαῖος·
ἐκ δὲ ποτήριον πώνης Διννομένῃ παρίσδων.
τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν β Ἀχαϊκῶν.

ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδὶ εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρἈριστοφάνει μὲν ἐν Γεωργοῖς·

ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ. Εὔβουλος δ’ ἐν Λήδᾳ·
ὡσπερεὶ σπονδὴν διδοὺς ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια.
κἀν Ψαλτρίᾳ δ’ ἔφη·
τὰ κυλικεῖα δὲ ἐξεῦρεν ἡμῖν.
ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ·
Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον ---
Κρατῖνος δ’ ὁ νεώτερος ἐν Χείρωνι·
πολλοστῷ δ’ ἔτει ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκω, συγγενεῖς καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις εἰς τὸ κυλικεῖον ἐνεγράφην, Ζεὺς ἔστι μοι ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ. ἄξιον

δ’ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ ὑδαρέστερον πεπωκέναι. χαμαιλέων δ’ ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Μέθης, εἴ γε τῆς φωνῆς μνημονεύω, φησὶν ᾽ εἰ δὲ οἱ ταῖς ἐξουσίαις χρώμενοι καὶ τῷ πλουτεῖν προτιμῶσι τὴν μέθην ταύτην· οὐδὲν θαυμαστόν, οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. ὅθεν δὴ καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐ γὰρ παλαιὸν οὐδὲ τοῦτὸ γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη, πεμφθὲν ἐκ τῶν βαρβάρων, ἐκεῖνοι γάρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον καὶ πορίζονται τροφὰς περιέργους καὶ παντοίας, ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὔτ’ ἐν γραφαῖς οὔτ’ ---ἐπὶ τῶν πρότερον εὑρήσομεν ποτήριον

εὐμέγεθες εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. ὃ καὶ δόξει τισὶν ἔχειν ἀπορίαν, εἰ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ’ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι.᾽ ἐν τούτοις ἀγνοεῖν ἔοικεν ὁ Χαμαιλέων ὅτι οὔκ ἐστι μικρὸν τὸ παρ’ Ὁμήρῳ διδόμενον τῷ Κύκλωπι ὑπ’ ᾽ Ὀδυσσέως κισσύβιον. οὐ γὰρ ἂν τρὶς πιὼν οὕτως κατηνέχθη ὑπὸ μέθης τηλικοῦτος ὤν. ἦν οὖν καὶ τότε μεγάλα ποτήρια, εἰ μὴ αἰτιάσεταί τις τὴν δύναμιν τοῦ οἴνου, ἣν αὐτὸς Ὅμηρος ἐξηγήσατο, ἢ τὸ ἄηθες τῆς πόσεως τοῦ Κύκλωπος, ἐπεὶ τὰ πολλὰ ἐγαλακτοπότει. ἢ τάχα καὶ βαρβαρικὸν ἦν τὸ ἔκπωμα, εἴπερ μέγα ἦν, ἐκ τῆς τῶν Κικόνων εἰλημμένον λείας, τί οὖν ἔχομεν λέγειν περὶ τοῦ Νέστορος ποτηρίου, ὃ μόλις ἂν νέος βαστάσαι ἴσχυσεν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρε; περὶ οὗ καὶ αὐτοῦ διδάξει τι ἡμᾶς ὁ Πλούταρχος. ὥρα οὖν κατακλίνεσθαι.

καὶ κατακλιθέντων

ἀλλὰ μήν,
ὁ Πλούταρχος ἔφη,

κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν,

οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ ἄσκαφον ματεύων,
κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησὶν
εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην· εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν.
Ἡρακλεῶται δ’ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ’ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως· ᾽ Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ’ Εὐβοέων. καὶ Κυλικρῆνας ὁ ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο ʽ Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην., Πολέμων δ’ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως· ᾽ τῆς δ’ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθ’ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἱ δ’ Ἀθαμᾶνες, ἀφ’ ὧν οἱ τόποι
διαμένουσιν· οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.᾽

οἶδα δὲ καὶ Ἑλλάνικον ἐν Ἐθνῶν Ὀνομασίαις λέγοντα ὅτι Λιβύων τῶν Νομάδων τινὲς οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται, πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ’ ᾧ ἐστι τὸ Κάδμου καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν. καὶ Πολέμων δ’ ἐν τῷ περὶ τοῦ Μορύχου ἐν Συρακούσαις φησὶν ἐπ’ ἄκρᾳ τῇ νήσῳ πρὸς τῷ Γῆς ι Ὀλυμπίας ἱερῷ ἐκτὸς τοῦ τείχους ἐσχάραν τινὰ εἶναι, ἀφ’ ἧς, φησί, τὴν κύλικα ναυστολοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα· καὶ οὕτως ἀφιᾶσιν εἰς τὴν θάλασσαν κεραμέαν κύλικα, καθέντες εἰς αὐτὴν ἄνθεα καὶ κηρία καὶ λιβανωτὸν ἄτμητον καὶ ἄλλα ἄττα μετὰ τούτων ἀρώματα. ὁρῶν

οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας

νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους, ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει· κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης· ἄλλος δ’ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος· ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι· ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν. πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη · βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται, μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις· σπείσαντας τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν ταῦτα γὰρ ὦν ὁ ἐστι προχειρότερον · οὐχ ὕβρις πίνειν δ’ ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος. ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ ὡς οἱ μνημοσύνη, καὶ τόνος ἀμφ’ ἀρετῆς. οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων, ἢ στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι, θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν·

καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν·
οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγει, ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης συμμίσγων ἐρατῆς μνῄσκεται εὐφροσύνης.
καὶ Ἴων δὲ ὁ Χῖός φησιν·
χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε· ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις, ὁ δὲ χρυσοῦ δεῖνον ἔχων χειροῖν ἱζέτω εἰς ἔδαφος. σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε, Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι, πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή, ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης. ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος, κεῖνος τῶν ἄλλων κυδρότερον πίεται. ἐποιοῦντο
δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας.
παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν
φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης.

διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους,

οἳ τῶν πέλας οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ’ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν ὄνομ’ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ’ ὃ δὴ ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, καὶ Τύχης ἐράνου τινός, πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε.
καὶ κατὰ τὴν καλὴν οὖν Σαπφὼ ·
ἐλθέ, Κύπρι, χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς συμμεμιγμένον θαλίαισι νέκταρ οἰνοχοοῦσα
τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.

πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ

Λακεδαιμονίων Πολιτείᾳ διὰ τούτων· ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δὲ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ. τοῦ δ’ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως ι
τίνα δὴ παρεσκευασμένοι πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. β. ὅντινα τρόπον ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ, λέγειν ἐπὶ τῷ πίνοντι. β. τὸν ἐπιδέξια λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.

παραιτητέον δ’ ἡμῖν τὰ κεράμεα ποτήρια, καὶ γὰρ Κτησίας ᾽ παρὰ Πέρσαις φησίν, ᾽ ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις ποτηρίοις ὁ χρῆται Χοιρίλος δ’ ὁ ἐποποιός φησι·

χερσὶν ἔχω κολοβὸν κύλικος τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.
ἐγὼ δ’ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα
ἐκπώματα, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης ᾽ αἱ Ῥοδιακαί φησί, ᾽ προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν κἀν ἄλλῳ δὲ μέρει φησὶν ᾽ αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.᾽

οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγῇ, τῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ, τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ’ ὀρτυγομανίαν. ‘τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων, ὥστε καὶ τὰ

λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον, καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ’ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖον ἀπαρτωμένοις.’

ἡμεῖς οὖν, ὡς καὶ παρἈθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί· ᾽ Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ’ ἐξεπορεύοντο ἐνέχεον πάλιν μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν, ὅτι μέχρι τῆς καθ’ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας.᾽ Φανόδημος δὲ πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ’ αὐτοὺς προσφέρεσθαι· ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. διόπερ ὀνομασθῆναι τὰς Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν

οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν Διόνυσον, χορεύοντες καὶ ἀνακαλοῦντες Εὐανθῆ καὶ Διθύραμβον καὶ Βακχευτὰν καὶ Βρόμιον. καὶ [ Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης φησὶν ὅτι ᾽ τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ’ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσι. διόπερ καὶ Εὐριπίδης ἕνα τῶν τοῦ Ἡλίου ἵππων φησὶν εἶναι
Βακχίου φιλανθέος αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς· ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
καὶ Ὀδυσσεὺς ὤπασεν
μελιηδέα οἶνον ἐρυθρόν, ἓν δέπας ἐμπλήσας, ὕδατος δ’ ἀνὰ εἴκοσι μέτρα χεῦ’· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
Τιμόθεος δ’ ἐν Κύκλωπι·
ἔγχευε δὲ ἓν μὲν δέπας κίσσινον μελαίνας σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον εἴκοσιν δὲ μέτρ’ ἐνέχευ᾽, ἀνέμισγε δ’ αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.

οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιγαλείας, ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,
ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
τῶν προτέρων πάντων πλείονα πασάμενος.
τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων. Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα· ᾽ καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δ’ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια· ὁ δὲ Οἰδίπους δι’ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως·
αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος αὐτὰρ ἔπειτα χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου, αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ, αἶψα δὲ παισὶν ἑοῖσι μετ᾽ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν, ὡς οὒ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε --- Καικίλιος

δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ
περὶ Ἱστορίας Ἀγαθοκλέα φησὶ τὸν τύραννον ἐκπώματα χρυσᾶ ἐπιδεικνύντα τοῖς ἑταίροις φάσκειν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. ὁ δὲ παρὰ Σοφοκλεῖ ἐν τοῖς Λαρισαίοις Ἀκρίσιος καὶ αὐτὸς ἐκπώματα ὅσα πλεῖστα εἶχεν, ὥς φησιν ὁ τραγικός
πολὺν δ’ ἀγῶνα πάγξενον κηρύσσεται, χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.
Ποσειδώνιος δ’ ἐν ι ς τῶν Ἱστοριῶν Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. Ἀντικλείδης δ’ ὁ Ἀθηναῖος ἐν τῷ ς Νόστων περὶ Γρᾶ -
διηγούμενος τοῦ τὴν ἀποικίαν εἰς Λέσβον στείλαντος σὺν ἄλλοις βασιλεῦσι, καὶ ὅτι χρησμὸς ἦν αὐτοῖς δηλώσας καθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, γράφει καὶ ταῦτα· ᾽ μυθολογοῦσι, δὲ τῶν ἐν Μηθύμνῃ τινὲς περὶ τῆς ἀφεθείσης εἰς τὴν θάλασσαν παρθένου καὶ φασὶν ἐρασθέντα αὐτῆς τῶν ἡγεμόνων τινά, ᾧ ἦν τοὔνομα Ἔναλος, ἐκκολυμβῆσαι βουλόμενον ἀνασῶσαι τὴν παιδίσκην. τότε μὲν οὖν ὑπὸ κύματος αὐτοὺς ἀμφοτέρους κρυφθέντας ἀφανεῖς γενέσθαι, χρόνῳ δ’ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενέσθαι τὸν Ἔναλον καὶ διηγεῖσθαι τὸν τρόπον, καὶ ὅτι ἡ μὲν παρθένος παρὰ ταῖς Νηρῇσι διέτριβεν, αὐτὸς δὲ τὰς τοῦ Ποσειδῶνος ἔβοσκεν ἵππους· καὶ ποτε κύματος· ἐπιφερομένου μεγάλου συγκολυμβήσαντα αὐτὸν ἐκβῆναι ἔχοντα κύπελλον χρυσοῦ οὕτω θαυμασίου ὡς τὸν παρ᾽· αὐτοῖς αὐτῷ παραβαλλόμενον οὐδὲν διάφορον εἶναι χαλκοῦ.᾽

τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεύς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας,

οὐδέ τις ἄλλος οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί.
καὶ ὁ Πρίαμος δὲ τόν υἱόν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές. αὐτός γε μήν ὁ Ζεύς τῆς Ἡρακλέους
γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν,
ἁ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος ποτηρίῳ διαπλεῖν φησι τὸν ᾽ Ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον
χρυσέοις
γοῦν
δεπάεσσιν ἀλλήλους
δεξιοῦνται. ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.

῝ ῝Ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δὲ πού φησι καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης·

ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας
μεστὸν κύκλῳ τορευτὸν ἕλκουσι γνάθοις ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον τἄνω κάτω δεικνύντες.
φησὶ πρός τινα Νικόμαχος·
ὦ χαῖρε, χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν ---
Φιλιππίδης·
τὰ ποτήρι᾽· ἂν ἴδῃς τὰ παρεσκευασμένα, ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν, ὑπερήφαν’ ἔργ᾽. ἐγὼ μὲν ἐξέστην ἰδών. κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ --- ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς
Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα
ποτηρίων,
φησί,
χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ο γ , μναῖ ν β . ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια ν ς , μναῖ λ δ .

ἔθος δ’ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ’ ὃ τὸν οἶνον. Ξενοφάνης·

οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἐγχέας , ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.
Ἀνακρέων
φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ, φέρε δ’ ἀνθεμεῦντας ἡμῖν στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω.
πρὸ δὲ τούτων Ἡσίοδος·
κρήνης τ’ ἀενάου καὶ πορρύτου, ἥτ’ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
Θεόφραστος
ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ’ Ἕλλησιν ὑπάρχοντι. οὐ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλ’ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ. καὶ τὸ πλεῖστον δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.

ἔνδοξοι δὲ τορευταὶ Ἀθηνοκλῆς, Κράτης, Στρατόνικος, Μυρμηκίδης ὁ Μιλήσιος, Καλλικράτης ὁ Λάκων καὶ Μῦς, οὗ εἴδομεν σκύφον Ἡρακλεωτικὸν τεχνικῶς ἔχοντα Ἰλίου ἐντετορευμένην πόρθησιν, ἔχοντα ἐπίγραμμα τόδε·

γραμμὰ Παρρασίοιο, τέχνα Μυός. ἐμμὶ δὲ ἔργον Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι.

ὅτι κλεινοὶ λέγονται παρὰ Κρησὶν οἱ ἐρώμενοι, σπουδὴ δὲ αὐτοῖς παῖδας ἁρπάζειν καὶ τοῖς καλοῖς παρ’ αὐτοῖς ἄδοξόν ἐστιν ἐραστοῦ μὴ τυχεῖν. καλοῦνται δὲ οἱ ἁρπασθέντες παρασταθέντες. διδόασι δὲ τῷ ἁρπασθέντι στολὴν καὶ βοῦν καὶ

ποτήριον ἣν καὶ πρεσβύτεροι γενόμενοι φέρουσιν, ἵνα δῆλοι ὦσι κλεινοὶ γενόμενοι.