Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ ἢ Γάστρωνί φησιν

ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς, λέγοντας οὐδὲν ὁπότε προστάξαι τέ τις εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει, ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον
οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δ’ ἕνεκα, νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι ἀληθὲς ἦν φέρομεν γὰρ ἄνθρωποι δέκα ἔρανὸν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν οὐδείς, σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει, τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα ὁ Φίλιππος ἦν ἄρ’ εὐτυχής τις, νὴ Δία.
ἐν δὲ Ἀφροδισίῳ,
πότερ᾽. ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα, τακεροχρῶτ’ εἴδη κύουσαν; β. Ἡράκλεις, ἀποκτενεῖς ἆρὰ μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν. α. εὖ λέγεις, ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον
εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης, λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν, ἢ σαφῶς πλακοῦντα φράζω σοι; β. πλακοῦντα βούλομαι. α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; β. οἶνον εἰπὲ συντεμών. α. λιβάδα νυμφαίαν δροσώδη; β. παραλιπὼν ὕδωρ φάθι. α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; β. σμύρναν εἰπέ, μὴ μακράν. α. μηδὲ τοιοῦτ’ ἄλλο μηδέν; β. μηδ’ ἐροῦ πάλιν λέγων, ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες, αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν πυκνά.

καὶ Ἄλεξις δὲ ἐν Ὕπνῳ τοιούτους γρίφους προβάλλει·

οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαὶ τ’ ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν. β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ’ αἰνίγμασι α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν. β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν; α. ὕπνος, βροτείων, ὦ κόρη, παυστήρ πόνων.
Εὔβουλος δ’ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει, αὐτὸς καὶ ἐπιλύων αὐτούς·
ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς,
οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων ἓν δ’ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος. τί ἐστι τοῦτο; τί ἀπορεῖς; β. Καλλίστρατος. α. πρωκτὸς μὲν οὖν οὗτος γε. β. σὺ δὲ ληρεῖς ἔχων. α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος, ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς λεῖος. τί βούλει; πνευμάτων· πολλῶν φύλαξ --- ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων.
ἰχνεύμων Αἰγύπτιος·
τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει, ἔπειτ’ ἀφανίζει, διότι δ’ ἔστ’ ἀμφίστομος, κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων --- οἶδ’ ἐγὼ ὃς υ νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων, ἄπτερος ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει.
πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ
νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι, ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν, δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός,
εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό, ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον, ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται, αὐτὸς ἕκαστος ἔχων θαὐτοῦ, καλέων δὲ φυλάττειν.
ταῦτα δ’ ὅτι κληρωτικὸν σημαίνει ὑμεῖς διακρίνατε, ἵνα μὴ πάντα παρὰ τοῦ Εὐβούλου λαμβάνωμεν.

Ἀντιφάνης δ’ ἐν τῷ Προβλήματί φησιν ἰχθύσιν ἀμφίβληστρον ἀνήρ πολλοῖς περιβάλλειν οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην καὶ ταύτην ψευσθείς, ὁ ἄλλην κεστρεὺς ἴσον αὐτῇ ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ. β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅ τι λέγεις· οὐδὲν λέγεις γάρ. α. ἀλλ’ ἐγὼ σαφῶς φράσω. ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς οἷσι δέδωκ’ οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο. β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει; οὐκ οἶδα τούτων οὐδέν. α. οὐκοῦν ταῦτα καὶ ὁ γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν οὐδ’ ὅσα δέδωκας οὐδ’ ὅσ’ ἀντ’ αὐτῶν ἔχεις. τοιοῦτο τοῦτ’ ἦν. β. τοιγαροῦν κἀγώ τινα εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. α. λέγε. β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι
πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὃν τ’ ᾤοντο λέγειν τι, οὐκ ἐλάλουν οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς ὃν μὲν ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρίψαι.

ἐν δὲ Σαπφοῖ ὁ Ἀντιφάνης αὐτὴν τὴν ποιήτριαν προβάλλουσαν ποιεῖ γρίφους τόνδε τὸν τρόπον, ἐπιλυομένου τινὸς οὕτως, ἡ μὲν γάρ φησιν

ἔστι φύσις θήλεια βρέφη σῴζουσ’ ὑπὸ κόλποις αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν ἔξεστιν κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν.
ταῦτά τις ἐπιλυόμενός φησιν
ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις, βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας. οὗτοι κεκραγότες δὲ τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεὶ ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν. ς. ληρεῖς ἔχων. πῶς γὰρ γένοιτ’ ἄν, ὦ πάτερ, ῥήτωρ ἄφωνος; β. ἢν ἁλῷ τρὶς παρανόμων. καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε.
ἔπειτα ποιεῖ τὴν Σαπφὼ διαλυομένην τὸν γράφον οὕτως·
θήλεια μὲν νὺν ἐστι φύσις ἐπιστολή, βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ οἷς βούλεθ’ ἕτερος δ’ ἂν τύχῃ τις πλησίον ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.

Δίφιλος δ’ ἐν Θησεῖ τρεῖς ποτε κόρας Σαμίας φησὶν Ἀδωνίοισιν γριφεύειν παρὰ πότον προβαλεῖν δ’ αὐταῖσι τὸν γρῖφον, τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν ὁ σίδαρος καὶ φέρειν τούτου λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντ᾽ ὀρύσσουσίν τε καί τέμνουσι καὶ χρῶντ’ εἰς ἅπαντα, εὐδοκιμούσᾳ δ’ ἐπάγειν τὰν δευτέραν φάσκειν τε τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν· ἐπεὶ τοῦτον κατεργαζόμενον καὶ τὸν σίδαρον τὸν σφοδρὸν κάμπτειν, μαλάσσειν, ὅ τι ἂν χρήζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δ’ ὅτι καὶ τὸν χαλκέα στένοντα πυγίζουσι τούτῳ. Ἀχαιὸς δ’ ὁ Ἐρετριεὺς γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθ’ ὅτε καὶ μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει, ὥσπερ ἐν Ἴριδι σατυρικῇ. λέγει γάρ·

λιθάργυρος δ᾽ ὄλπη παρῃωρεῖτο χρίματος πλέα τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ.
τὸν γὰρ λευκὸν ἱμάντα βουληθεὶς εἰπεῖν, ἐξ οὗ ἡ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὸν ἔφη κύρβιν ἀντὶ τοῦ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἃ ἠβούλοντο εἴρηκεν ἱκανῶς Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ περὶ Ἀρχιλόχου, καὶ Στησίχορος δ’ ἐν Ἑλένῃ ᾽ λιθάργυρον ποδονιπτῆρα ἔφη. Ἴων δὲ ἐν Φοίνικι ἢ Καινεῖ δρυὸς ἱδρῶτα εἴρηκε τὸν ἰξὸν ἐν τούτοις·
δρυὸς μ’ ἱδρὼς καὶ θαμνομήκης ῥάβδος ἣ τ’ Αἰγυπτία βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.

Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς περὶ τῶν Ἰσοκράτους μαθητῶν ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα γρῖφον καὶ αὐτὸν προβαλεῖν ἑτέροις ἐπιδεξίως, οἷον τὸν περὶ τῆς σκιᾶς, ἔφη γὰρ εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ φθίσιν ἐστὶ μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. λέγει δ’ οὕτως·

τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει τροφὸς οὔτε ὅσα πόντος οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν, ἀλλ’ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη, ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων;
κἀν τῷ Οἰδίποδι δὲ τῇ τραγῳδίᾳ τὴν νύκτα καὶ τὴν ἡμέραν εἴρηκεν αἰνιττόμενος·
εἰσὶ κασίγνηται διτταί, ὧν ἡ μία τίκτει τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσ’ ὑπὸ τῆσδε τεκνοῦται.
τοιοῦτόν τι καὶ Καλλισθένης ἐν ταῖς Ἑλληνικαῖς φησιν, ὡς Ἀρκάδων πολιορκούντων Κρῶμνον πολίχνιον δ’ ἐστὶν ἱδρυμένον πλησίον Μεγάλης πόλεως Ἱππόδαμος ὁ Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῷ παρὰ Λακεδαιμονίων πρὸς αὐτοὺς ἥκοντι κήρυκι, δηλῶν ἐν αἰνιγμῷ τὴν περὶ αὐτοὺς κατάστασιν, ἀπαγγέλλειν τῇ μητρὶ λύεσθαι τὸ γύναιον δέχ’ ἡμερῶν τὸ ἐν Ἀπολλωνίῳ δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὗται παρέλθωσι. καὶ διὰ ταύτης τῆς γνώμης ἐμήνυεν σαφῶς τὸ μήνυμα, αὕτη· γάρ ἐστιν ἐν τῷ Ἀπολλωνίῳ παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ πολιορκούμενοι διὰ τὸν λιμόν. συνέντες οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ κράτος τοῖς ἐν τῇ Κρώμνῃ.

πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοὶ τινὲς εἰσιν οἷον· ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν.
τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ’ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν
τῷ περὶ γρίφων, ὅτι βάλοι ᾽ ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ.᾽ τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δὲ ἐν πέμπτῳ Νόμων μνημονεύει· τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφ’ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν.

καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ ποιημάτων ᾽ καρδίαν μὴ ἐσθίειν ᾽ ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν. ᾽ πῦρ μαχαίρᾳ μὴ σκαλεύειν ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν πῦρ γὰρ ὁ θυμός, ἡ δὲ ἔρις μάχαιρα. ᾽ ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ ἴσον. λεωφόρους ὁδοὺς μὴ στείχειν ᾽ ἀντὶ τοῦ γνώμῃ τῶν πολλῶν μὴ ἀκολουθεῖν εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται· τὴν δ’ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. ` μὴ καθῆσθαι ἐπὶ χοίνικα ἀντὶ τοῦ μὴ σκοπεῖν τὰ ἐφ’ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ προσδέχεσθαι. ‘ἀποδημοῦντα ἐπὶ τοῖς ὅροις μὴ ἐπιστρέφεσθαι,’

ὅριαγὰρ καὶ πέρας ζωῆς ὁ θάνατος· τοῦτον οὖν οὐκ ἐᾷ μετὰ λύπης καὶ φροντίδος προσίεσθαι.

τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρίφους καὶ δρομέας ὁ Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ὁ ψιλοκιθαριστής, ἔτι δὲ Κλέων ὁ μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν ᾽ Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής· καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος ὁ κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις· ὡς δ’ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμασιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δ’ ἦσαν οὓς ἐποίουν γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, ᾽ οὐκ ἔγωγε, ᾽ εἰπεῖν, ᾽ ἀλλ’ εἰς τὴν κοιλίαν.᾽ καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστέρα ἔχει, ‘πῶς γάρ,’ εἶπε, ‘τριταία μὴ βεβρωκυῖα;’ τῶν Ἀριστωνυμ ---ων δ’ ἦν εὐπαρύφων λόγων. καὶ Σωσιφάνης ὁ ποιητὴς εἰς Κηφισοκλέα τὸν ὑποκριτὴν εἶπεν λοιδορῶν αὐτὸν ὡς εὐρύστομον ᾽ ἐνέβαλον γὰρ ἄν σου φησίν, ᾽ εἰς τὰ ἰσχία λίθον, εἰ μὴ καταρραίνειν· ἔμελλον τοὺς περιεστηκότας., ἀρχαιότατος δ’ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ

γριφεύειν φύσεως οἰκειότατος· ᾽ τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν; ᾽ καὶ ᾽ τί ταὐτὸν οὐδαμοῦ καὶ πανταχοῦ; ᾽ καὶ πρὸς τούτοις ᾽ τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάττῃ; ᾽ τοῦτο δ’ ἐστὶν ὁμωνυμία· καὶ γὰρ ἄρκτος καὶ ὄφις καὶ αἰετὸς καὶ κύων ἐστὶν ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. τὸ δὲ χρόνον σημαίνει· ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν. τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν τοῦτο γὰρ οὐθεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον. ὁ

δὲ Ἀθηναῖος Καλλίας ἐζητοῦμεν γὰρ ἔτι πρότερον περὶ αὐτοῦ μικρὸν ἔμπροσθεν γενόμενος τοῖς χρόνοις Στράττιδος ἐποίησε τὴν καλουμένην γραμματικὴν θεωρίαν οὕτω διατάξας. πρόλογος μὲν αὐτῆς ἐστιν ἐκ τῶν στοιχείων, ὃν χρὴ λέγειν διαιροῦντας κατὰ τὰς παραγραφὰς· καὶ τὴν τελευτὴν καταστροφικῶς ποιουμένους εἰς τἄλφα

τὸ ἄλφα, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ, ζῆτ᾽, ἦτα, θῆτ᾽, ἰῶτα, β κάππα, λάβδα, μῦ,
νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, τὸ ὖ, παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ ὦ.
ὁ χορὸς δὲ γυναικῶν ἐκ τῶν σύνδυο πεποιημένος αὐτῷ ἐστιν ἔμμετρος ἅμα καὶ μεμελοπεποιημένος τόνδε τὸν τρόπον βῆτα ἄλφα βᾱ, βῆτα εἶ βα , βῆτα ἦτα βε , βῆτα ἰῶτα βī, βῆτα οὖ βο , βῆτα ὖ βυ , βῆτα ὦ βω , καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, γάμμα ἰῶτα, γάμμα οὖ, γάμμα ὖ γάμμα ὦ, καὶ ἐπὶ τῶν λοιπῶν συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν, ὥστε τὸν Εὐριπίδην μὴ μόνον ὑπονοεῖσθαι τὴν Μήδειαν ἐντεῦθεν πεποιηκέναι πᾶσαν, ἀλλὰ καὶ τὸ μέλος αὐτὸ μετενηνοχότα φανερὸν εἶναι. τὸν δὲ Σοφοκλέα διελεῖν φασιν ἀποτολμῆσαι τὸ ποίημα τῷ μέτρῳ τοῦτ’ ἀκούσαντα καὶ ποιῆσαι ἐν τῷ Οἰδίποδι οὕτως·
ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ. τί ταῦτ᾽ ἄλλως ἐλέγχεις;
διόπερ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὰς τραγῳδίας, καὶ μετὰ τὸν χορὸν εἰσάγει πάλιν ἐκ τῶν φωνηέντων ῥῆσιν οὕτως ἣν δεῖ κατὰ τὰς παραγραφὰς
ὁμοίως τοῖς πρόσθεν λέγοντα διαιρεῖν, ἵν’ ἡ τοῦ ποιήσαντος ὑπόκρισις σῴζηται κατὰ τὴν δύναμιν
ἄλφα μόνον, ὦ γυναῖκες, εἶ τε δεύτερον λέγειν μόνον χρή. χ. καὶ τρίτον μόνον γ’ ἐρεῖς. α. ἦτ’ ἄρα φήσω. χ. τὸ τε τέταρτόν αὖ μόνον ἰῶτα, πέμπτον οὖ, τὸ θ’ ἕκτον υ μόνον λέγε· α. λοίσθιον λέγειν· δὲ φωνῶ σοι τὸ ὦ τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ’ ἐν μέτροις μόνον. καὶ τοῦτο λέξασ’ εἶτα δὴ σαυτῇ λάλει.

δεδήλωκε δὲ καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τὸν τρόπον τοῦτον·

κύω γὰρ, ὦ γυναῖκες, ἀλλ’ αἰδοῖ, φίλαι, ἐν γράμμασι σφῷν τοὔνομ’ ἐξερῶ βρέφους, ὀρθὴ μακρὰ γραμμὴ ᾽ στιν ἐκ δ’ αὐτῆς μέσης μικρὰ παρεστῶσ’ ἑκατέρωθεν ὑπτία, ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο.
ὅθεν ὕστερον, ὡς ἂν ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας συνέγραψεν ἓν τῶν παραγγελμάτων φορτικώτερον τοῦ ῥηθέντος, Εὐριπίδης δὲ τὴν ἐν τῷ Θησεῖ τὴν ἐγγράμματον ἔοικε ποιῆσαι ῥῆσιν. βοτὴρ δ’ ἐστὶν ἀγράμματος αὐτόθι δηλῶν τοὔνομα τοῦ Θησέως ἐπιγεγραμμένον οὕτως·
ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια, κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος· οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές. τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο, ταύτας διείργει δὲ ἐν μέσαις ἄλλη μία. τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος, τὸ δ’ αὖ τέταρτον ἡ μὲν εἰς ὀρθὸν μία, λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι εἰσίν. τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν. τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές,
τὸ δ’ αὐτὸ πεποίηκε καὶ Ἀγάθων ὁ τραγῳδιοποιὸς ἐν τῷ Τηλέφῳ. ἀγράμματος γάρ τις κἀνταῦθα δηλοῖ τὴν τοῦ Θησέως ἐπιγραφὴν οὕτως
γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος· ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο, Σκυθικῷ τε τόξῳ τὸ τρίτον ἦν προσεμφερές. ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος· ἐφ’ ἑνός τε κανόνος ἦσαν ὕπτιοι δύο. ὅπερ δὲ τρίτον· ἦν καὶ τελευταῖον πάλιν.
καὶ Θεοδέκτης δ’ ὁ Φασηλίτης ἄγροικόν τινα ἀγράμματον παράγει καὶ τοῦτον τὸ τοῦ Θησέως ὄνομα διασημαίνοντα·
γραφῆς ὁ πρῶτος ἦν μεσόφθαλμος κύκλος. ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ· τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών·
τρίτον δ’ ἑλικτῷ βοστρύχῳ προσεμφερές. ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο, πέμπται δ’ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο, αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν. ἕκτον δ’ ὅπερ καὶ πρόσθεν εἶπον βόστρυχος.
καὶ Σοφοκλῆς δὲ τούτῳ παραπλήσιον ἐποίησεν ἐν Ἀμφιαράῳ σατυρικῷ τὰ γράμματα παράγων ὀρχούμενον.

Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐν τῷ περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα·

τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν. πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη.
τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι· τῶν ποδῶν ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας, οἷον
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον ναίονθ’ ἕδραν, θηρονόμε Πάν, χθόν’ Ἀρκάδων κλήσω γραφῇ τῇδ’ ἐν σοφῇ πάγκλειτ’ ἔπη συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῷ κλύειν, μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ’ ἱεῖς,
καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστον τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως ·
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον, νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον.
καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλ’ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας·
μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβὼν. λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον. οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν. λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.

Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε·

πρὶν μὲν εἷρπε σχοινοτένειά τ’ ἀοιδὰ καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.
ταῦτα σημειώσαιτ’ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι, καὶ ὁ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος
ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή
Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον. ἔστιν

εὐπορῆσαι καὶ ἄλλων γρίφων ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάις.
φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ’ ἡ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης·
κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε.
πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου· φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς·
ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.
Ἀντιφάνης δ’ ἐν Αὑτοῦ ἐρῶντί φησι·
τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω.
Ἀναξανδρίδης Αἰσχρᾷ·
ἀρτίως διηρτάμηκε, καὶ ‘τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτῳ στέγᾳ’· Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
Τιμοκλῆς δ’ ἐν Ἥρωσιν
ὡς δ’ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα β. περιέργως γε, νὴ τὸν οὐρανὸν ἐξὸν φράσαι τράπεζα συντόμως.
Πλάτων δ’ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν
ὦ Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον, ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δ’ ἐλαύνων.
λέγει δ’ Ἀφροδίτην καὶ Διόνυσον ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν
ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται καὶ ἀν’ αἰθέρα καὶ κατὰ πόντον ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.

γριφώδη δ’ ἐστὶ καὶ Σιμωνίδῃ ταῦτα πεποιημένα, ὥς φησι Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Σιμωνίδου·

μιξονόμου τε πατήρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς
πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτὸς δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα.
φασὶ δ’ οἱ μὲν ἐπί τινος τῶν ἀρχαίων ἀναθημάτων ἐν Χαλκίδι τοῦτ’ ἐπιγεγράφθαι, πεποιῆσθαι δ’ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον, οἱ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον ἐπειργασμένον εἰρῆσθαι, καὶ εἶναι τὸν βουφόνον καὶ τοῦ Διονύσου θεράποντα τὸν διθύραμβον. οἱ δέ φασιν ἐν Ἰουλίδι τὸν τῷ Διονύσῳ θυόμενον βοῦν ὑπό τινος τῶν νεανίσκων παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν τὸν οὖν Σιμωνίδην ἔτι νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν, ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ προειρημένον πρόβλημα, τὸν μὲν γὰρ τοῦ ἐρίφου πατέρα τὸν ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ καὶ Διονύσου θεράποντα τὸν πέλεκυν. πεποίηκε δὲ καὶ ἕτερον ἐπίγραμμα ὁ Σιμωνίδης ὃ παρέχει τοῖς ἀπείροις τῆς ἱστορίας ἀπορίαν·
φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ.
λέγεται δὲ ἐν τῇ Καρθαίᾳ ὁ διατρίβοντα αὐτὸν διδάσκειν τοὺς χορούς, εἶναι δὲ τὸ χορηγεῖον ἄνω
πρὸς Ἀπόλλωνος ἱερῷ οὐ μακρὰν τῆς θαλάσσης. ὑδρεύεσθαι οὖν καὶ τοὺς ἄλλους καὶ τοὺς περὶ τὸν Σιμωνίδην κάτωθεν, ἔνθα ἦν ἡ κρήνη, ἀνακομίζοντος δ’ αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ μυθολογεῖσθαι τοῦτο δρᾶν ἐκεῖνον καὶ ναγεγράφθαι ἐν τῷ τοῦ Ἀπόλλωνος ἱερῷ τὸν Τρωικὸν μῦθον, ἐν ᾧ ὁ Ἐπειὸς ὑδροφορεῖ τοῖς Ἀτρείδαις, ὡς καὶ Στησίχορός φησιν
ᾤκτειρε γὰρ αὐτὸν ὕδωρ αἰεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν.
ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγινομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν, τοῦτ’ οὖν κἀν τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν,

τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ·

ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.
σημαίνει γὰρ κόχλον. τοιοῦτον δ’ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον
λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος.
καὶ τὸ περιφερόμενον
πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον,
ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι· δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου.

τίνα δὲ κόλασιν ὑπέμενον Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον, εἴ γε ἔπινον φιάλην ἅλμῃ κεκερασμένην, ὡς καὶ ὁ Κλέαρχος προεῖπεν ἐν τῷ ὅρῳ; κἀν τῷ πρώτῳ δὲ περὶ παροιμιῶν γράφει οὕτως· ʽ τῶν γρίφων ἡ ζήτησις οὐκ ἀλλοτρία φιλοσοφίας ἐστί, καὶ οἱ παλαιοὶ τὴν τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλλον γὰρ παρὰ τοὺς πότους οὐχ ὥσπερ οἱ νῦν ἐρωτῶντες ἀλλήλους, τίς τῶν ἀφροδισιαστικῶν συνδυασμῶν ἢ τίς ἢ ποῖος ἰχθὺς ἥδιστος ἢ τίς ἀκμαιότατος, ἔτι δὲ τίς μετ’ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ τίς μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημίαν δὲ τοῖς ἡττηθεῖσιν τάττουσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι· κομιδῇ γάρ ἐστι ταῦτά γὲ τινος τοῖς Φιλαινίδος καὶ τοῖς Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς καλουμένας Γαστρολογίας ἐσπουδακότος· ἀλλὰ μᾶλλον τὰς τοιαύτας, τῷ πρώτῳ ἔπος ἢ ἰαμβεῖον εἰπόντι

τὸ ἐχόμενον ἕκαστον λέγειν καὶ τῷ κεφάλαιον εἰπόντι ἀντειπεῖν τὸ ἑτέρου ποιητοῦ τινος, ὅτι εἰς τὴν αὐτὴν εἶπε γνώμην ἔτι δὲ λέγειν ἕκαστον ἰαμβεῖον. πρός τε τούτοις ἕκαστον εἰπεῖν ὅσων ἂν προσταχθῇ συλλαβῶν ἔμμετρον, καὶ ὅσα ἀπὸ τῆς τῶν γραμμάτων καὶ συλλαβῶν ἔχεται θεωρίας, ὁμοίως δὲ τοῖς εἰρημένοις ἡγεμόνος ἑκάστου λέγειν ὄνομα τῶν ἐπὶ Τροίαν ἢ τῶν Τρώων, καὶ πόλεως ὄνομα τῶν ἐν τῇ Ἀσίᾳ λέγειν ἀπὸ τοῦ δοθέντος γράμματος, τὸν δ’ ἐχόμενον τῶν ἐν τῇ Εὐρώπῃ καὶ τοὺς λοιποὺς ἐναλλάξαι, ἄν τε Ἑλληνίδος ἄν τε βαρβάρου τάξῃ τις. ὥστε τὴν παιδιὰν μὴ ἄσκεπτον οὖσαν μήνυμα· γίνεσθαι τῆς ἑκάστου πρὸς παιδείαν οἰκειότητος· ἐφ’ οἷς ἆθλον ἐτίθεσαν στέφανον καὶ εὐφημίαν, οἷς μάλιστα γλυκαίνεται τὸ φιλεῖν ἀλλήλους.᾽

ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα

ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα. ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα. ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα.
καὶ πάλιν ὁμοίως ἰαμβεῖα
ἀγαθὸς ἀνήρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε ·
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε. ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε.
ὁμοίως καὶ ἰαμβεῖα
εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε, ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.
Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η ·
ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη. ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη,
ἴαμβοι·
ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
ἀπὸ τοῦ ī ἐπὶ τὸ ī Ὁμήρου·
Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι. Ἱππόλοχος δὲ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι.
ἀπὸ τοῦ ς εἰς τὸ ς
συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς. σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς.
ἀπὸ τοῦ ω εἰς τὸ ω ·
ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω. ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον· πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον
Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας.
Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς. ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων.
εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἶον·
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός, ὅλμος. μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος. μύλος. λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. λύρη.
ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί ·
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος, ἄρτος. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα, μῆλα.
ἐπεὶ

δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων·

οἴμοι περιπλοκὰς λίαν ι ἐρωτᾷς. λ. ἀλλ’ ἐγὼ σαφῶς φράσω· τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. δ. πότερά μοι γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἤ τί δύναται τὸ ῥηθέν; λ. ἔξω τις δότω ἱμάντα ταχέως. δ. οἷον οὐκ ἔγνων ἴσως· ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς· ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον. λ. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; δ. ἐγὼ κομιδῇ γε. λ. πῶς; δ. ἐνέχυρον ἀποφέροντά σου λ. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί.

τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα τὸν περὶ τῶν ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην

κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον,
περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.